§14Αὐταριέας δὲ φασὶν ἐκ θεοβλαβείας Ἀπόλλωνος ἐς ἔσχατον κακοῦ περιελθεῖν.
据说,奥塔里亚特人因阿波罗的惩罚而陷入了极度的灾难中。
Μολιστόμῳ γὰρ αὐτοὺς καὶ Κελτοῖς τοῖς Κίμβροις λεγομένοις ἐπὶ Δελφοῦς συστρατεῦσαι, καὶ φθαρῆναι μὲν αὐτίκα τοὺς πλέονας αὐτῶν πρὸ ἐπιχειρήσεως, ὑετῶν σφίσι καὶ θυέλλης καὶ πρηστήρων ἐμπεσοντων, ἐπιγενέσθαι δὲ τοῖς ὑποστρέψασιν ἄπειρον βατράχων πλῆθος, οἳ διασαπέντες τὰ νάματα διέφθειραν.
因为他们与莫里斯托莫斯以及被称为辛布里人的凯尔特人一起进军德尔斐,但他们中的大多数人在发动攻击之前就立即被消灭了,因为暴雨、暴风和霹雳落在了他们身上。 在那些返回的人身上,出现了无数的青蛙,这些青蛙腐烂并污染了水源。
καὶ ἐκ τῆς γῆς ἀτμῶν ἀτόπων γενομένων λοιμὸς ἦν Ἰλλυριῶν καὶ φθόρος Αὐταριέων μάλιστα, μέχρι φεύγοντες τὰ οἰκεῖα, καὶ τὸν λοιμὸν σφίσι περιφέροντες, οὐδενὸς αὐτοὺς δεχομένου διὰ τοῦτο τὸ δέος ὑπερῆλθον ὁδὸν ἡμερῶν εἴκοσι καὶ τριῶν, καὶ τὴν Γετῶν ἑλώδη καὶ ἀοίκητον, παρὰ τὸ Βαστερνῶν ἔθνος, ᾤκησαν.
随着奇异的蒸气从地表升起,伊利里亚人中爆发了瘟疫,奥塔里亚特人尤其遭到了毁灭,直到他们逃离家园并随身携带瘟疫,由于这种恐惧而没有入接纳他们,他们越过了二十三天的路程,在巴斯塔奈人部落附近的盖塔人那片多沼泽且荒无人烟的土地上定居下来。
Κελτοῖς δὲ ὁ θεὸς τὴν γῆν ἔσεισε καὶ τὰς πόλεις κατήνεγκε· καὶ τὸ κακὸν οὐκ ἔληγε, μέχρι καὶ οἵδε τὰ οἰκεῖα φεύγοντες ἐνέβαλον ἐς Ἰλλυριοὺς τοὺς συναμαρτοντας σφίσιν, ἀσθενεῖς ὑπὸ τοῦ λοιμοῦ γενομένους, καὶ ἐδῄωσάν τε τὰ ἐκείνων, καὶ τοῦ λοιμοῦ μετασχόντες ἔφυγον καὶ μέχρι Πυρήνης ἐλεηλάτουν.
至于凯尔特人,神震动了他们的土地并摧毁了他们的城市;这灾难一直没有停止,直到他们也逃离家园,闯入与他们一同犯罪的伊利里亚人(由于瘟疫而变得虚弱)那里,掠夺了他们的土地,并且分担了瘟疫,逃亡并一路掠夺,直达比利牛斯山。
ἐπιστρέφουσι δʼ αὐτοῖς ἐς τὴν ἕω, Ῥωμαῖοι, δεδιότες ὑπὸ μνήμης τῶν προπεπολεμηκότων σφίσι Κελτῶν, μὴ καὶ οἵδε ἐς τὴν Ἰταλίαν ὑπὲρ Ἄλπεις ἐσβάλοιεν, ἀπήντων ἅμα τοῖς ὑπάτοις καὶ πανστρατιᾷ διώλλυντο.
当他们返回东方时,罗马人由于对以前与他们交战的凯尔特人的记忆感到恐惧,担心这些人也会越过阿尔卑斯山入侵意大利,于是同执政官一起率领全军迎击,却被彻底消灭。
καὶ τὸ πάθος τοῦτο Ῥωμαίων μέγα δέος Κελτῶν ἐς ὅλην τὴν Ἰταλίαν ἐνέβαλε, μέχρι Γάιον Μάριον ἑλόμενοι σφῶν οἱ Ῥωμαῖοι στρατηγεῖν, ἄρτι Λιβύων τοῖς Νομάσι καὶ Μαυρουσίοις ἐγκρατῶς πεπολεμηκότα, τοὺς Κίμβρους ἐνίκων καὶ πολὺν φόνον αὐτῶν εἰργάσαντο πολλάκις, ὥς μοι περὶ Κελτῶν λέγοντι εἴρηται.
罗马人的这一失败给整个意大利带来了对凯尔特人的极大恐惧,直到罗马人推选了刚刚有力地战胜了利比亚游牧民和茂罗斯人的盖乌斯·马略担任将军,多次击败辛布里人并大量屠杀他们,正如我在谈到凯尔特人时所说的那样。
οἱ δὲ ἀσθενεῖς τε ἤδη γενόμενοι καὶ πάσης γῆς ἀποκλειόμενοι διὰ τὸ ἀσθενές, ἐς τὰ οἰκεῖα ἐπανῆλθον πολλὰ καὶ δράσαντες καὶ παθόντες.
而那些人由于已经变得虚弱,并因虚弱而被排斥在所有土地之外,在经历并制造了许多苦难之后,返回了家园。
§15τοιοῦτον μὲν δὴ τέλος τῆς ἀσεβείας ὁ θεὸς ἐπέθηκεν Ἰλλυριοῖς τε καὶ Κελτοῖς·
神就这样把对不虔敬的惩罚降在了伊利里亚人和凯尔特人身上。
οὐ μὴν ἀπέσχοντο τῆς ἱεροσυλίας, ἀλλʼ αὖθις, ἅμα τοῖς Κελτοῖς, Ἰλλυριῶν οἱ Σκορδίσκοι μάλιστα καὶ Μαῖδοι καὶ Δάρδανοι τὴν Μακεδονίαν ἐπέδραμον ὁμοῦ καὶ τὴν Ἑλλάδα, καὶ πολλὰ τῶν ἱερῶν καὶ τὸ Δελφικὸν ἐσύλησαν, πολλοὺς ἀποβαλόντες ὅμως καὶ τότε.
然而,他们并没有停止掠夺神庙,而是再次与凯尔特人一起,伊利里亚人中的斯科尔迪斯基人、迈迪人和达耳达尼亚人尤其同时侵袭了马其顿和希腊,掠夺了许多圣所和德尔斐神庙,尽管那时他们也失去了许多人。
Ῥωμαῖοι δʼ ἔχοντες ἤδη δεύτερον καὶ τριακοστὸν ἔτος ἀπὸ τῆς πρώτης ἐς Κελτοὺς πείρας, καὶ ἐξ ἐκείνου πολεμοῦντες αὐτοῖς ἐκ διαστημάτων, ἐπιστρατεύουσι τοῖς Ἰλλυριοῖς ἐπὶ τῇδε τῇ ἱεροσυλίᾳ ἡγουμένου Λευκίου Σκιπίωνος, ἤδη τῶν τε Ἑλλήνων καὶ Μακεδόνων προστατοῦντες.
罗马人现在距离与凯尔特人的第一次尝试已经有三十二年了,从那时起就断断续续地与他们交战,由于这次掠夺神庙,在卢基乌斯·西庇阿的率领下对伊利里亚人进行征伐,此时罗马人已经成为希腊人和马其顿人的保护者。
καί φασι τοὺς μὲν περιχώρους οὐ συμμαχῆσαι τοῖς ἱεροσύλοις, ἀλλʼ ἑκόντας ἐγκαταλιπεῖν τῷ Σκιπίωνι ἀβοηθήτους, μνήμῃ τῶν διʼ Αὐταριέας ἐς πάντας Ἰλλυριοὺς συμπεσόντων·
据说,邻居们并没有与这些掠夺神庙的人结盟,而是自愿将他们孤立地留给西庇阿,因为他们记着因奥塔里亚特人而降临在所有伊利里亚人身上的灾难。
Σκιπίωνα δὲ Σκορδίσκους μὲν διαφθεῖραι, καὶ εἴ τι λοιπὸν αὐτῶν ἦν, ἐς τὸν Ἴστρον καὶ τὰς νήσους τοῦ ποταμοῦ μετοικῆσαι φυγόντας, Μαίδοις δὲ καὶ Δαρδανεῦσι συνθέσθαι δωροδοκήσαντα τοῦ ἱεροῦ χρυσίου.
西庇阿消灭了斯科尔迪斯基人,如果他们有任何幸存者,都逃到了伊斯特河及其河中岛屿定居,但他接受了神庙黄金的贿赂,与迈迪人和达耳达尼亚人达成了协议。
καί τις ἔφη τῶν Ἰταλικῶν συγγραφέων ὡς διὰ τοῦτο μάλιστα Ῥωμαίοις πλεόνως μετὰ Λεύκιον τὰ ἐμφύλια ἤκμασε μέχρι μοναρχίας·
一位意大利历史学家说,正是因为这个原因,在卢基乌斯之后,罗马人内部的内战愈发猖獗,直到确立了君主制。
καὶ περὶ μὲν τῶν νομιζομένων εἶναι τοῖς Ἕλλησιν Ἰλλυριῶν τοσαῦτά μοι προλελέχθω.
关于被希腊人认为是伊利里亚人的那些人,我就先介绍这么多。
§16Ῥωμαῖοι δὲ καὶ τούσδε καὶ Παίονας ἐπʼ αὐτοῖς καὶ Ῥαιτοὺς καὶ Νωρικοὺς καὶ Μυσοὺς τοὺς ἐν Εὐρώτῃ, καὶ ὅσα ἄλλα ὅμορα τούτοις ἐν δεξιᾷ τοῦ Ἴστρου καταπλέοντι ᾤκηται, διαιροῦσι μὲν ὁμοίως τοῖς Ἕλλησιν ἀπὸ Ἑλλήνων, καὶ καλοῦσι τοῖς ἰδίοις ἑκάστους ὀνόμασι, κοινῇ δὲ πάντας Ἰλλυρίδα ἡγοῦνται, ὅθεν μὲν ἀρξάμενοι τῆσδε τῆς δόξης, οὐκ ἔσχον εὑρεῖν, χρώμενοι δʼ αὐτῇ καὶ νῦν, ὅπου καὶ τὸ τέλος τῶνδε τῶν ἐθνῶν, ἀπὸ ἀνίσχοντος Ἴστρου μέχρι τῆς Ποντικῆς θαλάσσης, ὑφʼ ἓν ἐκμισθοῦσι καὶ Ἰλλυρικὸν τέλος προσαγορεύουσιν.
罗马人将这些人以及紧邻他们的派翁尼亚人、莱提亚人、诺里克人、欧洲的默西亚人,以及在顺流而下时居住在伊斯特河右侧与这些相邻的所有其他民族,以与希腊人相同的方式与希腊人区别开来,并用各自特有的名称称呼他们,但共同地,罗马人将他们全部视为伊利里亚。 他们从哪里开始采用这种看法的,我无法找到,但他们至今仍在使用,甚至在将这些民族的税收作为一个整体招商承包时(从伊斯特河的源头一直到蓬托斯海),他们称之为“伊利里亚税”。
ὅπως δὲ αὐτοὺς ὑπηγάγοντο Ῥωμαῖοι, ὡμολόγησα μὲν καὶ περὶ Κρήτης λέγων οὐχ εὑρεῖν τὰς ἀκριβεῖς τῶν πολέμων ἀρχάς τε καὶ προφάσεις, καὶ ἐς τοῦτο τοὺς δυναμένους τι πλέον εἰπεῖν παρεκάλουν· ὅσα δʼ αὐτὸς ἔγνων, ἀναγράψω.
至于罗马人是如何征服他们的,我在谈到克里特时已经承认自己无法找到战争的确切起因和借口,并邀请那些能够提供更多信息的人来补充;但我自己所了解到的,我会记录下来。