§11Ἰλλυριοὺς Ἕλληνες ἡγοῦνται τοὺς ὑπέρ τε Μακεδονίαν καὶ Θρᾴκην ἀπὸ Χαόνων καὶ Θεσπρωτῶν ἐπὶ ποταμὸν Ἴστρον.
希腊人认为,伊利里亚人是指居住在马其顿和色雷斯之外、从哈奥尼亚人和塞斯普罗蒂人一直延伸到伊斯特河的那些人。
καὶ τοῦτʼ ἐστὶ τῆς χώρας τὸ μῆκος, εὖρος δʼ ἐκ Μακεδόνων τε καὶ Θρᾳκῶν τῶν ὀρείων ἐπὶ Παιονας καὶ τὸν Ἰόνιον καὶ τὰ πρόποδα τῶν Ἄλπεων.
这就是该国的长度,而其宽度则是从马其顿人和山地色雷斯人一直延伸到派翁尼亚人、伊奥尼亚海以及阿尔卑斯山的山麓。
καὶ ἔστι τὸ μὲν εὖρος ἡμερῶν πέντε, τὸ δὲ μῆκος τριάκοντα, καθὰ καὶ τοῖς Ἕλλησιν εἴρηται.
其宽度为五天的路程,长度为三十天,正如希腊人所说的那样。
Ῥωμαίων δὲ τὴν χώραν μετρησαμένων ἔστιν ὑπὲρ ἑξακισχιλίους σταδίους τὸ μῆκος, καὶ τὸ πλάτος ἀμφὶ τοὺς χιλίους καὶ διακοσίους.
但根据罗马人测量该国的结果,其长度超过六千斯塔德,宽度大约为一千二百斯塔德。
§12φασὶ δὲ τὴν μὲν χώραν ἐπώνυμον Ἰλλυριοῦ τοῦ Πολυφήμου γενέσθαι· Πολυφήμῳ γὰρ τῷ Κύκλωπι καὶ Γαλατείᾳ Κελτὸν καὶ Ἰλλυριὸν καὶ Γάλαν παῖδας ὄντας ἐξορμῆσαι Σικελίας, καὶ ἄρξαι τῶν διʼ αὐτοὺς Κελτῶν καὶ Ἰλλυριῶν καὶ Γαλατῶν λεγομένων.
他们说,这个国家得名于波吕斐摩斯之子伊利里乌斯;因为独眼巨人波吕斐摩斯与伽拉忒亚的孩子凯尔特斯、伊利里乌斯和加拉斯从西西里出发,统治了因他们而被称为凯尔特人、伊利里亚人和加拉太人的民族。
καὶ τόδε μοι μάλιστα, πολλὰ μυθευόντων ἕτερα πολλῶν, ἀρέσκει.
尽管许多人讲述了许多其他不同的神话,但我最喜欢这个说法。
Ἰλλυριῷ δὲ παῖδας Ἐγχέλεα καὶ Αὐταριέα καὶ Δάρδανον καὶ Μαῖδον καὶ Ταύλαντα καὶ Περραιβὸν γενέσθαι, καὶ θυγατέρας Παρθὼ καὶ Δαορθὼ καὶ Δασσαρὼ καὶ ἑτέρας, ὅθεν εἰσὶ Ταυλάντιοί τε καὶ Περραιβοὶ καὶ Ἐγχέλεες καὶ Αὐταριεῖς καὶ Δάρδανοι καὶ Παρθηνοὶ καὶ Δασσαρήτιοι καὶ Δάρσιοι.
伊利里乌斯生有儿子恩克莱乌斯、奥塔里乌斯、达耳达诺斯、迈杜斯、塔乌拉斯和佩赖博斯,以及女儿帕尔托、达奥尔托、达萨罗等,从他们那里产生了塔兰提人、佩赖比人、恩克莱人、奥塔里亚特人、达耳达尼亚人、帕尔塞尼人、达萨雷特人和达奥尔西人。
Αὐταριεῖ δὲ αὐτῷ Παννόνιον ἡγοῦνται παῖδα ἢ Παίονα γενέσθαι, καὶ Σκορδίσκον Παίονι καὶ Τριβαλλόν, ὧν ὁμοίως τὰ ἔθνη παρώνυμα εἶναι.
他们认为奥塔里乌斯本人育有儿子潘诺尼乌斯或派翁,而派翁育有斯科尔迪斯克斯和特里巴卢斯,这些部族也同样以他们命名。
καὶ τάδε μὲν τοῖς ἀρχαιολογοῦσι μεθείσθω,
但这些事情就留给考证古物的人去探讨吧。
§13γένη δʼ ἔστιν Ἰλλυριῶν, ὡς ἐν τοσῇδε χώρᾳ, πολλά.
在如此广阔的土地上,伊利里亚人的部族非常多。
καὶ περιώνυμα ἔτι νῦν, χώραν νεμόμενα πολλὴν, Σκορδίσκων καὶ Τριβαλλῶν, οἳ ἐς τοσοῦτον ἀλλήλους πολέμῳ διέφθειραν ὡς Τριβαλλῶν εἴ τι ὑπόλοιπον ἦν ἐς Γέτας ὑπὲρ Ἴστρον φυγεῖν, καὶ γένος ἀκμάσαν μέχρι Φιλίππου τε καὶ Ἀλεξάνδρου νῦν ἔρημον καὶ ἀνώνυμον τοῖς τῇδε εἶναι, Σκορδίσκους δὲ ἀσθενεστάτους ἀπὸ τοῦδε γενομένους ὑπὸ Ῥωμαίων ὕστερον ὅμοια παθεῖν καὶ ἐς τὰς νήσους τοῦ αὐτοῦ ποταμοῦ φυγεῖν, σὺν χρόνῳ δέ τινας ἐπανἐλθεῖν καὶ Παιόνων ἐσχατιαῖς παροικῆσαι· ὅθεν ἔστι καὶ νῦν Σκορδίσκων γένος ἐν Παίοσιν.
至今仍然闻名并占有广阔土地的有斯科尔迪斯基人和特里巴利人,他们通过战争互相毁灭,以至于特里巴利人若有任何幸存者,都逃到了伊斯特河彼岸的盖塔人那里,这个直到腓力和亚历山大时代还处于全盛时期的部族,如今对当地人来说已是荒凉且无名;而斯科尔迪斯基人因此变得极其虚弱,后来被罗马人以同样的方式对待,并逃到了同一条河流的岛屿上,但随着时间的推移,一些人返回并居住在派翁尼亚人的边境,因此今天在派翁尼亚人中仍有斯科尔迪斯基人的部族。
τῷ δʼ αὐτῷ τρόπῳ καὶ Ἀρδιαῖοι τὰ θαλάσσια ὄντες ἄριστοι πρὸς Αὐταριέων ἀρίστων ὄντων τὰ κατὰ γῆν, πολλὰ βλάψαντες αὐτούς, ὅμως ἐφθάρησαν.
同样地,海上最强大的阿尔迪亚伊人,尽管对陆上最强大的奥塔里亚特人造成了极大的伤害,但最终还是被他们消灭了。
καὶ ναυτικοὶ μὲν ἐπὶ τοῖς Ἀρδιαίοις ἐγένοντο Λιβυρνοί, γένος ἕτερον Ἰλλυριῶν, οἳ τὸν Ἰόνιον καὶ τὰς νήσους ἐλῄστευον ναυσὶν ὠκείαις τε καὶ κούφαις, ὅθεν ἔτι νῦν Ῥωμαῖοι τὰ κοῦφα καὶ ὀξέα δίκροτα Λιβυρνίδας προσαγορεύουσιν.
在阿尔迪亚伊人之后,利布尔尼亚人(伊利里亚人的另一个部族)成了航海民族,他们用快捷轻便的船只在伊奥尼亚海和各岛屿进行劫掠,因此直到今天,罗马人仍将轻便快捷的双层桨战船称为“利布尔尼亚船”。