§XI#2"ἀλλʼ Ἀβρούπολιν ἐξέβαλε τῆς ἀρχῆς.
“但是你们说,他将阿布鲁波利斯驱逐出了他的领地。
ἐπιδραμόντα γε τοῖς ἡμετέροις ἀμυνόμενος.
他这样做,不过是为了对防卫袭击我们领土的人。
καὶ τοῦτʼ αὐτὸς ὑμῖν ἐδήλωσε Περσεύς, καὶ τὰς συνθήκας αὐτῷ μετὰ τοῦτο ἀνενεώσασθε, οὔπω διαβάλλοντος Εὐμένους.
而且斐尔修斯本人也向你们说明了这一点,在此之后,在欧墨尼斯尚未进行诽谤时,你们便与他重新订立了盟约。
τὸ μὲν δὴ περὶ Ἀβρούπολιν καὶ πρεσβύτερόν ἐστι τῶν συνθηκῶν, καὶ παρʼ ὑμῖν, ὅτε συνετίθεσθε, δίκαιον ἐφάνη.
事实上,关于阿布鲁波利斯的事甚至比盟约还要早,在你们达成协议时,在你们看来也是公正的。
Δόλοψι γὰρ ἐπεστράτευσεν οὖσι τῆς ἰδίας ἀρχῆς, καὶ δεινὸν εἰ τῶν ἑαυτοῦ λογισμὸν ὑμῖν ὀφλήσει.
因为他是对属于自己统治下的多洛佩斯人进行征伐,如果他要为自己的臣民向你们做出交代,那将是不可思议的。
δίδωσι δʼ ὅμως, περὶ πολλοῦ ποιούμενος ὑμᾶς τε καὶ δόξαν ἀγαθήν.
然而,由于他极其珍视你们和自己的美名,他还是做出了交代。
ἔκτειναν δʼ οἱ Δόλοπες οἵδε τὸν ἡγούμενον αὐτῶν αἰκισάμενοι, καὶ ζητεῖ Περσεὺς τί ἂν ὑμεῖς ἐδράσατε τοὺς ὑπηκόους τοιαῦτα πράξαντας.
而这些多洛佩斯人在折磨并杀害了他们的领袖,斐尔修斯问,如果你们的臣民做出这样的事情,你们会怎么做。
ἀλλʼ Ἀρθέταυρόν τινες ἀνελοντες ἐν Μακεδονίᾳ διέτριβον.
但是你们又说,杀害阿尔特陶罗斯的某些人曾逗留在马其顿。
κοινῷ γε πάντων ἀνθρώπων νόμῳ, καθὰ καὶ ὑμεῖς τοὺς ἑτέρωθεν φεύγοντας ὑποδέχεσθε.
这不过是遵循全人类的共同法律,正如你们也接纳来自他处的流亡者一样。
μαθὼν δὲ καὶ τοῦθʼ ὅτι ἔγκλημα ποιεῖσθε, ἐξεκήρυξεν αὐτοὺς τῆς ἀρχῆς ὅλης.
在得知你们以此作为指控后,他便将他们从他的整个领地中驱逐了出去。
Βυζαντίοις δὲ καὶ Αἰτωλοῖς καὶ Βοιωτοῖς οὐ καθʼ ὑμῶν ἀλλὰ καθʼ ἑτέρων συνεμάχησεν.
至于他与拜占庭人、埃托利亚人和波奥蒂亚人结盟,并非针对你们,而是针对他人。
καὶ ταῦτα πάλαι ὑμῖν ἡμέτεποι πρέσβεις ἐμήνυον, καὶ οὐκ ἐμέμφεσθε μέχρι τῆς Εὐμένους διαβολῆς, ἣν οὐκ εἰάσατε τοὺς ἡμετέρους πρέσβεις ἐς ὄψιν αὐτὸν ἐλέγξαι.
而且我们的使节早就向你们报告了这些事情,在欧墨尼斯进行诽谤之前,你们并没有提出责难,而你们甚至不允许我们的使节与他当面辩驳。
ἀλλὰ τὴν ἐπιβουλὴν τὴν ἐν Δελφοῖς αὐτῷ γενομένην προσγράφετε Περσεῖ, πόσων Ἑλλήνων, πόσων δὲ βαρβάρων κατʼ Εὐμένους πρεσβευσάντων πρὸς ὑμᾶς οἷς πᾶσιν ἐχθρός ἐστι τοιοῦτος ὤν.
然而,你们却把在德尔斐针对他的阴谋归罪于斐尔修斯,尽管有那么多希腊人和那么多蛮族,因他(欧墨尼斯)这样的品性而视他为敌,向你们派遣使节控告他。
Ἐρέννιον δὲ τὸν ἐν Βρεντεσίῳ τίς ἂν πιστεύσειεν ὅτι Περσεύς, Ῥωμαῖον ὄντα καὶ φίλον ὑμέτερον καὶ πρόξενον, εἴληφεν ἐπὶ τὴν τῆς βουλῆς φαρμακείαν, ὡς ἀναλῶσαι τὴν σύγκλητον διʼ αὐτοῦ δυνάμενος, ἢ τοὺς ὑπολοίπους εὐμενεστέρους ἕξων διὰ τοὺς ἀναιρουμένους;
至于布林迪西的赫伦尼乌斯——一个罗马人,你们的朋友和国宾,谁会相信斐尔修斯会利用他来向元老院下毒,仿佛他能通过此人消灭元老院,或者会因为那些被杀害的人而使幸存者对他更加友善?
ἀλλʼ Ἐρέννιος μὲν ἐψεύσατο τοῖς ἐπιτρίβουσιν ἐς τὸν πόλεμον ὑμᾶς πρόφασιν εὐσχήμονα διδούς, Εὐμένης δʼ ὑπʼ ἔχθρας τε καὶ φθόνου καὶ δέους οὐδὲ ταῦτʼ ὤκνησεν ἐγκαλέσαι Περσεῖ, ὅτι πολλοῖς ἔθνεσι κεχαρισμένος καὶ φιλέλλην, καὶ σωφρόνως ἀντὶ μέθης καὶ τρυφῆς ἄρχει.
但是赫伦尼乌斯撒了谎,给那些驱使你们走向战争的人提供了一个体面的借口,而欧墨尼斯出于敌意、嫉妒和恐惧,甚至毫不犹豫地以此来指责斐尔修斯,因为斐尔修斯深受许多民族的欢迎,热爱希腊人,并且以节制代替酗酒和奢靡进行统治。
καὶ ταῦθʼ ὑμεῖς αὐτοῦ λέγοντος ὑπέστητε ἀκροάσασθαι.
而当他说这些话时,你们竟然容忍并听取了。
τοιγάρτοι τὴν ἐκείνου διαβολὴν αὔξετε καθʼ ὑμῶν ὡς οὐ φέροντες σώφρονας καὶ δικαίους καὶ φιλοπόνους γείτονας.
因此,你们将他的诽谤放大到对你们不利的地步,仿佛你们无法容忍温和、公正且勤勉的邻国。
Περσεὺς δʼ Ἐρέννιον μὲν καὶ Εὐμένη, καὶ εἴ τις ἄλλος ἐθέλοι, προκαλεῖται παρʼ ὑμῖν ἐς ἐξέτασιν καὶ κρίσιν, ὑμᾶς δʼ ἀναμιμνήσκει μὲν τῆς ἐς Ἀντίοχον τὸν μέγαν τοῦ πατρὸς ἑαυτοῦ προθυμίας καὶ βοηθείας, ἧς ἐπιγιγνομένης καλῶς ᾐσθάνεσθε, αἰσχρὸν δὲ παρελθούσης ἐπιλαθέσθαι, προφέρει δὲ συνθήκας πατρῴας τε καὶ ἰδίας πρὸς αὐτὸν ὑμῖν γενομένας.
斐尔修斯要求在你们面前与赫伦尼乌斯、欧墨尼斯以及任何其他愿意的人进行调查和审判,并提醒你们,他的父亲在对抗大安条克时所表现出的热忱与援助,当这发生时你们曾深切感受到,而在事过境迁后将其遗忘则是可耻的;他还出示了你们与他的父亲以及他本人订立的盟约。
καὶ ἐπὶ τοῖσδε οὐκ ὀκνεῖ καὶ παρακαλεῖν ὑμᾶς, θεοὺς οὓς ὠμόσατε αἰδεῖσθαι, καὶ μὴ πολέμου κατάρχειν ἀδίκως ἐς φίλους, μηδʼ ἔγκλημα ποιεῖσθαι γειτνίασιν καὶ σωφροσύνην καὶ παρασκευήν, οὐ γὰρ ἄξιον, ὡς Εὐμένους, καὶ ὑμῶν ἅπτεσθαι φθόνον ἢ φόβον.
在此之上,他毫不犹豫地劝告你们,要敬畏你们曾宣誓的神明,不要不义地对朋友挑起战争,也不要将邻近、节制和军备作为指控的理由;因为像欧墨尼斯那样,让嫉妒或恐惧降临到你们身上是不相称的。
τὸ δὲ ἐναντίον ἐστὶ σῶφρον, φείδεσθαι γειτόνων ἐπιμελῶν, καὶ ὡς Εὐμένης φησίν, εὖ παρεσκευασμένων.
相反,放过那些细心的邻国,以及如欧墨尼斯所说,准备充分的邻国,才是明智的。
οἱ μὲν δὴ πρέσβεις τοιαῦτα εἶπον, οι δὲ οὐδὲν αὐτοῖς ἀποκρινάμενοι τὸν πόλεμον ἐς τὸ φανερὸν ἐκύρουν.
” 使节们如此说道,但他们未作任何答复,而是公开通过了战争决议。
καὶ ὁ ὕπατος ἐκέλευε τοὺς πρέσβεις ἐκ μεν τῆς πόλεως αὐτῆς ἡμέρας, ἐκ δὲ τῆς Ἰταλίας τριάκοντα ἄλλαις ἐξιέναι.
执政官命令使节们在当天离开该城市,并在三十天内离开意大利。
τὰ δὲ αὐτὰ καὶ τοῖς ἐπιδημοῦσι Μακεδόνων ἐκήρυττεν.
对于旅居于此的马其顿人,他也宣布了同样的命令。
καὶ θόρυβος αὐτίκα μετὰ τὸ βουλευτήριον ἐπίφθονος ἦν, ἐν ὀλίγαις ὥραις ἐλαυνομένων τοσῶνδε ὁμοῦ, καὶ οὐδὲ ὑποζύγια εὑρεῖν ἐν οὕτω βραχεῖ διαστήματι, οὐδὲ πάντα φέρειν δυναμένων.
在元老院会议之后,立刻引起了令人反感的混乱,这么多人在短短几个小时内一同被驱逐,在如此短的时间内甚至无法找到驮畜,也无法带走所有的东西。
ὑπὸ δὲ σπουδῆς οἱ μὲν οὐκ ἔφθανον ἐπὶ τοὺς σταθμούς, ἀλλʼ ἐν μέσαις ἀνεπαύοντο ταῖς ὁδοῖς, οἱ δὲ παρὰ ταῖς πύλαις μετὰ παίδων ἑαυτοὺς ἐρρίπτουν καὶ μετὰ γυναικῶν.
由于仓促,有些人未能及时到达驿站,只能在路中间休息,而另一些人则带着妻子和孩子瘫倒在城门旁。
πάντα τε ἐγίγνετο ὅσα εἰκος ἐν αἰφνιδίῳ καὶ τοιῷδε κηρύγματι· αἰφνίδιον γὰρ αὐτοῖς ἐφαίνετο διὰ τὰς ἔτι πρεσβείας. "
凡是在这种突然的宣布中可能发生的一切都发生了;因为由于使节团的活动仍在进行,这对他们来说显得十分突然。