Humanitext Reader

阿庇安 · 马其顿篇 §XVIII-XIX

斐尔修斯的同盟破裂与保卢斯的凯旋

第 9 段,共 9 段 · 希腊语

内容简介

斐尔修斯因极其吝啬和反复无常,亲自破坏了与伊利里亚国王健希乌斯及盖塔人的关键同盟;与此同时,征服马其顿的罗马将领保卢斯在凯旋式前后痛失两个幼子,并向罗马市民发表关于神灵嫉妒与自身悲剧的演说。

§XVIII"ὅτι Γένθιος βασιλεὺς Ἰλλυριῶν ἑνὸς ἔθνους προσοίκου Μακεδόσι, Περσεῖ συμμαχῶν ἐπὶ τριακοσίοις ταλάντοις, ὧν τι καὶ προειλήθει, ἐσέβαλεν ἐς τὴν ὑπὸ Ῥωμαίοις Ἰλλυρίδα, καὶ πρέσβεις περὶ τούτων πρὸς αὐτὸν ἐλθόντας Περπένναν καὶ Πετίλιον ἔδησεν.
健希乌斯是伊利里亚人的国王,该民族与马其顿人相邻。 他以三百塔兰托的代价与斐尔修斯结盟,并已预先收到了一部分。 他侵入了罗马人统治下的伊利里亚地区,并拘留了为此事来见他的罗马使节佩尔朋纳和佩蒂利乌斯。
ὧν ὁ Περσεὺς αἰσθόμενος οὐκέτι τὰ λοιπὰ τῶν χρημάτων ἔπεμπεν ὡς ἤδη καὶ διʼ αὐτὸν Ῥωμαίοις πεπολεμωμένον.
斐尔修斯得知此事后,不再发送余下的款项,认为健希乌斯自己已经与罗马人处于开战状态。
ἐς δὲ Γέτας ἔπεμπε τοὺς ὑπὲρ Ἴστρον, καὶ Εὐμένους ἀπεπείρασεν ἐπὶ χρήμασιν ἢ μεταθέσθαι πρὸς αὑτόν, ἢ διαλῦσαι τὸν πόλεμον, ἢ ἀμφοτέροις ἐκστῆναι τοῦ ἀγῶνος, εὖ μὲν εἰδὼς οὐ λησόμενα ταῦτα Ῥωμαίους, ἐλπίζων δʼ ἢ πράξειν τι αὐτῶν ἢ τῇ πείρᾳ διαβαλεῖν τὸν Εὐμένη.
他还向伊斯特河彼岸的盖塔人派遣了使者,并用金钱去试探欧墨尼斯,看他是否愿意投奔自己,或者调停战争,或者双方都退出争端。 他深知这些事情不会瞒过罗马人,但他希望要么能实现其中之一,要么通过这一尝试使欧墨尼斯受到怀疑。
ὁ δὲ μεταθήσεσθαι μὲν οὐκ ἔφη, τάλαντα δʼ ᾔτει τῆς μὲν διαλύσεως χίλια καὶ πεντακόσια, τῆς δὲ ἡσυχίας χίλια.
欧墨尼斯表示不愿投敌,但要求以一千五百塔兰托作为调停的代价,一千塔兰托作为中立的代价。
καὶ ὁ Περσεὺς ἤδη Γετῶν αὑτῷ προσιέναι μισθοφόρους μυρίους ἱππέας καὶ μυρίους πεζοὺς πυθόμενος, αὐτίκα τοῦ Εὐμένους κατεφρόνει, καὶ τῆς μὲν ἡσυχίας οὐκ ἔφη δώσειν οὐδέν (αἰσχύνην γὰρ φέρειν ἀμφοῖν), τὰ δὲ τῆς διαλύσεως οὐ προδώσειν, ἀλλʼ ἐν Σαμοθρᾴκῃ καταθήσειν μέχρι γένοιτο ἡ διάλυσις, εὐμετάβολος ἤδη καὶ μικρολόγος ὑπὸ θεοβλαβείας ἐς πάντα γενόμενος.
斐尔修斯得知有一万骑兵和一万步兵的盖塔佣兵正向他走来,便立刻看不起欧墨尼斯,声称对于中立不会支付任何费用(因为这会给双方带来耻辱),而对于调停的费用,他不会预先支付,而是要存在萨莫色雷斯,直到调停达成。 由于神罚的狂热,他在所有事情上都变得反复无常且极其吝啬。
ἑνὸς δὲ ὧν ἤλπισεν ὅμως οὐκ ἀπέτυχε, Ῥωμαίοις Εὐμένους ὑπόπτου γενομένου.
然而,在他所期望的事情中,他至少没有漏掉一件,因为欧墨尼斯确实受到了罗马人的怀疑。
Γετῶν δὲ τὸν Ἴστρον περασάντων, ἐδόκει Κλοιλίῳ μὲν τῷ ἡγεμόνι δοθῆναι χιλίους χρυσοῦς στατῆρας, ἱππεῖ δʼ ἑκάστῳ δέκα, καὶ τὰ ἡμίσεα πεζῷ· καὶ τοῦτο σύμπαν ἦν ὀλίγῳ πλέον πεντεκαίδεκα μυριάδων χρυσίου.
当盖塔人渡过伊斯特河时,本已商定给其领袖克洛伊利乌斯一千金斯塔特,每名骑兵十个,步兵则给其半数;这一切总计略多于十五万金币。
ὁ δὲ χλαμύδας μέν τινας ἐπήγετο καὶ ψέλια χρυσᾶ καὶ ἵππους ἐς δωρεὰν τοῖς ἡγουμένοις, καὶ στατῆρας φερομένους μυρίους, καὶ πλησιάσας μετεπέμπετο Κλοίλιον.
但斐尔修斯只带了一些外套、金手镯和马匹作为给领袖们礼物,以及一万斯塔特现金,并在接近时派人去召克洛伊利乌斯。
ὁ δὲ τοὺς ἐλθόντας, εἰ φέρουσι τὸ χρυσίον, ἤρετο, καὶ μαθὼν οὐκ ἔχοντας ἀναστρέφειν ἐπʼ αὐτὸν ἐκέλευσεν.
后者询问前来的人是否带来了金子,得知他们没有带时,便命令他们返回斐尔修斯那里。
ὧν ὁ Περσεὺς πυθόμενος, πάλιν αὐτὸν ἐλαύνοντος θεοῦ, κατηγόρει τῶν Γετῶν ἐν τοῖς φίλοις ἐκ μεταβολῆς ὡς φύσεως ἀπίστου, καὶ ὑπεκρίνετο μὴ θαρρεῖν δισμυρίους αὐτῶν ἐς τὸ στρατόπεδον ὑποδέξασθαι, μόλις δʼ ἔφη μυρίους, ὧν καὶ νεωτεριζόντων κρατῆσαι δύνασθαι.
斐尔修斯听说后,在神灵的再次驱使下,改变了态度,在朋友面前指责盖塔人天性不可信,并假装不敢将他们中的两万人接纳进营地,而是说一万人勉强足够,因为即使他们反叛,自己也能控制住。
ταῦτα δὲ τοῖς φίλοις εἰπὼν ἕτερα τοῖς Γέταις ἐπλάττετο, καὶ τὸ ἥμισυ τῆς στρατιᾶς ᾔτει, τὸ χρυσίον τὸ γιγνόμενον ὑπισχνούμενος δώσειν.
他对朋友们说了这些,却对盖塔人编造了另一个谎言,要求只要一半的军队,并承诺支付相应的金子。
τοσαύτης ἀνωμαλίας ἔγεμε, φροντίζων χρημάτων τῶν πρὸ βραχέος ἐς θάλασσαν μεθειμένων.
他充满了这种反复无常,为不久前扔进海里的钱财感到惋惜。
ὁ δὲ Κλοίλιος τοὺς ἀφικομένους ἰδὼν ἤρετο μετὰ βοῆς εἰ τὸ χρυσίον κεκομίκασι, καὶ βουλομένους τι λέγειν ἐκέλευε πρῶτον εἰπεῖν περὶ τοῦ χρυσίου.
克洛伊利乌斯看到到来的人,大声询问他们是否带来了金子,当他们想要辩解时,他命令他们先说金子的事。
ὡς δʼ ἔμαθεν οὐκ ἔχοντας, οὐκ ἀνασχόμενος αὐτῶν οὐδʼ ἀκοῦσαι, τὴν στρατιὰν ἀπῆγεν ὀπίσω.
当他得知他们没有带时,连听都不听他们解释,便带领军队返回。
καὶ Περσεὺς ἀφῄρητο καὶ τῆσδε συμμαχίας, πολλῆς τε καὶ κατὰ καιρὸν ἐλθούσης.
斐尔修斯因此也失去了这个庞大而及时的盟军。
ὑπὸ δʼ ἀφροσύνης, ἐν Φίλᾳ χειμάζων καὶ στρατὸν ἔχων πολὺν Θεσσαλίαν μὲν οὐκ ἐπέτρεχεν, ἣ Ῥωμαίοις ἐχορήγει τροφάς, ἐς δὲ τὴν Ἰωνίαν ἔπεμπε κωλύειν τὴν ἀγορὰν τὴν ἐκεῖθεν αὐτοῖς φερομένην. "
由于愚蠢,他虽然在菲拉过冬并拥有一支大军,却没有袭击为罗马人提供粮食的色萨利,反而派人去爱奥尼亚,以阻止从那里运送给他们的物资。
§XIX"ὅτι Παύλῳ ἐπʼ εὐτυχίας τοσῆσδε γενομένῳ τὸ δαιμόνιον ἐφθόνησε τῆς εὐτυχίας.
当保卢斯处于如此巨大的好运之中时,神圣的力量嫉妒了他的幸运。
καί οἱ τεσσάρων παίδων ὄντων τοὺς μὲν πρεσβυτέρους αὐτῶν ἐς θέσιν ἄλλοις ἐδεδώκει, Μάξιμόν τε καὶ Σκιπίωνα, τοὺς δὲ νεωτέρους ἄμφω συνέβη, τὸν μὲν πρὸ τριῶν ἡμερῶν τοῦ θριάμβου τὸν δὲ μετὰ πέντε, ἀποθανεῖν.
尽管他有四个儿子,他已将其中较年长的两个,即马克西穆斯和西庇阿,过继给他人,但较年幼的两个儿子却都遭遇不幸,一个在凯旋式前三天去世,另一个在凯旋式后五天去世。
καὶ τοῦτʼ οὐδενὸς ἧττον ὁ Παῦλος κατελογίσατο τῷ δήμῳ.
保卢斯向民众陈述此事,认为其重要性不亚于任何其他事情。
ἔθους γὰρ ὄντος τοῖς στρατηγοῖς καταλέγειν τὰ πεπραγμένα, παρελθὼν ἐς τὴν ἀγορὰν εἶπεν ἐς μὲν Κέρκυραν ἐκ Βρεντεσίου διαπλεῦσαι μιᾶς ἡμέρας, ἐκ δὲ Κερκύρας πέντε μὲν ἐς Δελφοὺς ὁδεῦσαι καὶ θῦσαι τῷ θεῷ, πέντε δὲ ἄλλαις ἐς Θεσσαλίαν παραγενέσθαι καὶ παραλαβεῖν τὸν στρατόν, ἀπὸ δὲ ταύτης πεντεκαίδεκα ἄλλαις ἑλεῖν Περσέα καὶ Μακεδόνας παραλαβεῖν.
因为将军们有陈述自己功绩的惯例,他来到广场上说:“我用一天时间从布伦特西乌姆航行到克基拉,从克基拉用五天时间行军到德尔斐并向神献祭,又用五天时间到达色萨利并接管军队,从那里又用十五天时间俘获了斐尔修斯并接管了马其顿。
οὕτω δὲ ὀξέως ἁπάντων ἐπιτυχὼν δεῖσαι μή τι τῷ στρατῷ συμπέσοι πρὸς ὑμᾶς ἐπανιόντι.
由于在所有事情上都如此迅速地获得成功,我曾害怕军队在返回你们这里的途中会遭遇不幸。
διασωθέντος δὲ τοῦ στρατοῦ περὶ ὑμῶν ἐδεδοίκειν, ἔφη· φθονερὸς γὰρ ὁ δαίμων.
但当军队平安无事时,我曾为你们担忧,”他说,“因为神灵是嫉妒的。
ἐς ἐμὲ δὲ ἀποσκήψαντος τοῦ κακοῦ, καὶ ἀθρόως μοι τῶν δύο παίδων ἀποθανόντων, ἐπʼ ἐμαυτῷ μέν εἰμι βαρυσυμφορώτατος, ἐπὶ δὲ ὑμῖν ἀμέριμνος.
但现在灾祸降临到了我身上,我的两个孩子接连去世,对于我自己来说,我确实是最不幸的,但对于你们,我已经无所忧虑了。
ταῦτʼ εἰπών, καὶ καταθαυμαζόμενος ἐπὶ πᾶσιν, οἰκτιζόμενος δὲ ἐπὶ τοῖς τέκνοις, μετʼ οὐ πολὺν χρόνον ἀπέθανεν. "
”说了这些话,他因一切而受到人们极大的钦佩,也因失去孩子而受到同情,此后不久便去世了。

词汇与语法注释

  1. 1ὡς ἤδη καὶ διʼ αὐτὸν Ῥωμαίοις πεπολεμωμένον — 由主观原因标记 `ὡς` 引导的无人称宾格绝对独立结构(使用完成时被动分词 `πεπολεμωμένον`)。意为“就好像他(健希乌斯)自己已经与罗马人处于开战状态一样”,作为斐尔修斯赖账的借口。
  2. 1εὖ μὲν εἰδὼς οὐ λησόμενα ταῦτα Ῥωμαίους — `λησόμενα` 是 `λανθάνω` 的将来中动分词(中性复数,与主语 `ταῦτα` 一致,并以第一格/第四格的 `Ῥωμαίους` 为宾语)。此分词短语具有让步含义,意为“虽然他深知这些事情绝不会瞒过罗马人”。
  3. 1ἑνὸς δὲ ὧν ἤλπισεν ὅμως οὐκ ἀπέτυχε — 关系代名词 `ὧν` 的属格吸引现象(genitive attraction)。原本结构应为 `τούτων ἃ ἤλπισεν`(在他所期望的事情中),由于先行词被省略,且关系代名词被主句中支配属格的动词 `ἀπέτυχε` 所吸引,因而变为属格 `ὧν`。
  4. 2ἐδόκει Κλοιλίῳ μὲν τῷ ἡγεμόνι δοθῆναι — `ἐδόκει` 为无人称未完成过去时,在此意为“本已商定/决定”。被动不定式 `δοθῆναι`(被给予)作为该无人称动词的主语。
  5. §XIXτοὺς δὲ νεωτέρους ἄμφω συνέβη ... ἀποθανεῖν — 无人称动词 `συνέβη`(发生/结果是)在此结构中以对格不定式短语 `τοὺς δὲ νεωτέρους ἄμφω ... ἀποθανεῖν`(较幼的两个儿子均去世)作为其主语。

引用这一段

阿庇安, 马其顿篇 §XVIII-XIX. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0551.tlg011.humanitext-grc2:XVIII-XIX

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。