§I"ὅτι Ῥωμαῖοι τοῦ Φιλίππου τοῦ Μακεδόνος τοῦ πολεμήσαντος αὐτοῖς πέρι πάμπαν ἐπολυπραγμόνουν οὐδέν, οὐδὲ σφίσιν ἐνθύμιος ἦν ὅλως πονουμένης ἔτι τῆς Ἰταλίας ὑπὸ Ἀννίβου τοῦ Καρχηδονίων στρατηγοῦ, καὶ αὐτοὶ μεγάλοις στρατοῖς Λιβύην καὶ Καρχηδόνα καὶ Ἰβηρίαν περικαθήμενοι, καὶ καθιστάμενοι Σικελίαν.
罗马人对于曾与他们作战的马其顿人腓力毫无顾忌,在意大利仍受到迦太基将军汉尼拔的重压之下,他们完全没有把腓力放在心上,因为他们自己正率领大军围困利比亚、迦太基和伊比利亚,并正在平定西西里。
αὐτὸς δὲ Φίλιππος ἀρχῆς ἐπιθυμίᾳ μείζονος, οὐδέν τι προπαθών, ἔπεμπε πρὸς Ἀννίβαν ἐς τὴν Ἰταλίαν πρέσβεις, ὧν ἡγεῖτο Ξενοφάνης, ὑπισχνούμενος αὐτῷ συμμαχήσειν ἐπὶ τὴν Ἰταλίαν, εἰ κἀκεῖνος αὐτῷ σύνθοιτο κατεργάσασθαι τὴν Ἑλλάδα.
但腓力本人出于对更大统治权的渴望,在并未遭受任何先前伤害的情况下,派遣了以色诺芬尼为首的使者前往意大利的汉尼拔处,许诺如果汉尼拔同意协助他征服希腊,他将在进攻意大利时与他结盟。
συμβάντος δʼ ἐς ταῦτα τοῦ Ἀννίβου καὶ ἐπὶ τῇ συνθήκῃ ὀμόσαντος, πρέσβεις τε ἀντιπέμψαντος ἐπὶ τοὺς ὅρκους τοῦ Φιλίππου, Ῥωμαίων τριήρης ἔλαβε τοὺς ἑκατέρων πρέσβεις ἀναπλέοντας, καὶ ἐς Ῥώμην ἐκόμισεν.
汉尼拔同意了这些条件并对条约宣誓,同时派回使者以接受腓力的誓言,一艘罗马三列桨战船俘获了正在乘船返回的两国使者,并将他们带回罗马。
ἐφʼ ᾧ Φίλιππος ἀγανακτῶν Κερκύρᾳ προσέβαλεν, ἣ Ῥωμαίοις συνεμάχει. "
为此,生气的腓力袭击了与罗马结盟的科尔库拉。
§II"ότι ἐνῆγε τοὺς Ῥωμαίους τὰ Σιβύλλεια εἰς τὸν Φιλίππου πόλεμον. ἔστι δὲ ταῦτα·
西比拉神谕驱使罗马人投入与腓力的战争。
"αὐχοῦντες βασιλεῦσι Μακηδόνες Ἀργεάδῃσιν, ὑμῖν κοιρανέων ἀγαθὸν καὶ πῆμα Φίλιππος.
其内容如下: “以阿吉德王朝国王自豪的马其顿人啊,对你们而言,统治者腓力既是福泽也是祸害。
ἤτοι ὁ μὲν πρότερος πόλεσιν λαοῖσί τʼ ἄνακτας θήσει, ὁ δʼ ὁπλότερος τιμὴν ἀπὸ πᾶσαν ὀλέσσει, δμηθεὶς δʼ ἑσπερίοισιν ὑπʼ ἀνδράσιν ἐνθάδʼ ὀλεῖται. "
"
确实,前者将为城邦和人民确立统治者,而后者则将丧失一切荣誉,且被西方之人征服,在此覆灭。
§III"ὅτι Πτολεμαίου τοῦ βασιλεύοντος Αἰγύπτου πρέσβεις, καὶ σὺν αὐτοῖς ἕτεροι παρά τε Χίων καὶ Μιτυληναίων καὶ Ἀμυνάνδρου τοῦ Ἀθαμάνων βασιλέως, δίς, ἔνθα περ οἱ Αἰτωλοὶ τὰς πόλεις ἐπισκεψομένας ἐκάλουν, συνῆλθον ἐπὶ διαλλαγῇ Ῥωμαίων καὶ Αἰτωλῶν καὶ Φιλίππου.
” 埃及国王托勒密的使者,以及与他们一同来自希奥斯、米蒂利尼和阿萨马尼亚国王阿米南德的其他使者,在埃托利亚人召集各城邦进行访问集会的地方,为了罗马人、埃托利亚人同腓力的和解,曾两度集会。
Σουλπικίου δʼ εἰπόντος οὐκ εἶναι κυρίου περὶ τῆς εἰρήνης τι κρῖναι, καὶ ἐς τὴν βουλὴν κρύφα ἐπιστέλλοντος ὅτι Ῥωμαίοις συμφέρει πολεμεῖν Αἰτωλοὺς Φιλίππῳ, ἡ μὲν βουλὴ τὰς συνθήκας ἐκώλυσε, καὶ τοῖς Αἰτωλοῖς ἔπεμπε συμμαχίαν πεζοὺς μυρίους καὶ ἱππέας χιλίους, μεθʼ ὧν οἱ Αἰτωλοὶ κατέλαβον Ἀμβρακίαν, ἣν οὐ πολὺ ὕστερον αὐτῶν Φίλιππος ἀποπλευσάντων ἀνέλαβεν.
当时苏尔皮基乌斯声称自己无权对和平做出任何决定,同时秘密致信元老院称埃托利亚人与腓力交战对罗马人有利,元老院遂阻止了合约,并向埃托利亚人派遣了步兵一万和骑兵一千的盟军,埃托利亚人依靠这支军队攻占了安布拉基亚,但在他们乘船撤离后不久,腓力便重新夺回了该地。
οἱ δὲ πρέσβεις αὖθις συνῆλθον, καὶ πολλὰ φανερῶς ἔλεγον, ὅτι Φίλιππος καὶ Αἰτωλοὶ διαφερόμενοι τοὺς Ἕλληνας ἐς δουλείαν Ῥωμαίοις ὑποβάλλουσιν, ἐθίζοντες αὐτοὺς τῆς Ἑλλάδος θαμινὰ πειρᾶσθαι.
使者们再次聚集,并在公开场合痛陈:腓力和埃托利亚人因相互争执而将希腊人置于罗马人的奴役之下,使他们习惯于频繁对希腊下手。
ἐφʼ οἷς ὁ μὲν Σουλπίκιος ἀντιλέξων ἀνίστατο, τὸ δὲ πλῆθος οὐκ ἤκουσεν, ἀλλʼ ἐκεκράγεσαν τοὺς πρέσβεις εὖ λέγειν.
为此苏尔皮基乌斯站起来准备反驳,但民众不予理睬,反而大喊使者们说得对。
καὶ τέλος Αἰτωλοί τε πρῶτοι κατὰ σφᾶς, ἄνευ Ῥωμαίων, Φιλίππῳ συνέβησαν, καὶ πρέσβεις αὐτοῦ Φιλίππου καὶ Ῥωμαίων ἐπὶ διαλλαγαῖς ἀφίκοντο ἐς Ῥώμην.
最终,埃托利亚人首先在没有罗马人参与的情况下,自行与腓力达成了和解,随后腓力本人和罗马人的使者为进行和解也抵达了罗马。
καὶ ἐγένοντο συνθῆκαι Ῥωμαίοις καὶ Φιλίππῳ, μηδετέρους ἀδικεῖν τοὺς ἑκατέρωθεν φίλους.
罗马人与腓力之间达成了条约,规定任何一方都不得侵犯对方的盟友。
ἐς μὲν δὴ τοῦτʼ ἔληξεν ἡ Φιλίππου καὶ Ῥωμαίων ἐς ἀλλήλους πεῖρα πρώτη, καὶ τὰς συνθήκας οὐδέτεροι βεβαίους, οὐδʼ ἀπʼ εὐνοίας, ἐδόκουν πεποιῆσθαι. "
腓力与罗马人之间的首次交锋至此宣告结束,但双方似乎都没有将这一条约视为牢固的、或是基于善意而缔结的。