§I"ὅτι Βομίλχας κατηγορούμενος ἔφυγε πρὸ δίκης, καὶ Ἰογόρθας σὺν αὐτῷ, τοῦτο δὴ τὸ περιφερόμενον ἐς τοὺς δωροδοκοῦντας εἰπών, ὅτι Ῥωμαίων ἡ πόλις ἐστὶν ὠνία πᾶσα, εἴ τις ὠνητὴς αὐτῆς εὑρεθείη. "
话说波米尔卡斯遭到指控,在审判前逃亡,朱古达也与他一同逃走,并对那些收受贿赂的人说了那句广为流传的话,即罗马人的城市若能找到买主,整个都是可以出售的。
§II"ὅτι Μέτελλος ἀνεζεύγνυεν ἐς Λιβύην τὴν ὑπὸ Ῥωμαίοις αἰτίαν ἔχων παρὰ τῷ στρατῷ βραδυτῆτος ἐς τοὺς πολεμίους καὶ ἐπὶ σφίσιν ὠμότητος· σφόδρα γὰρ τοὺς ἁμαρτάνοντας ἐκόλαζεν. "
话说梅特路斯撤军往利比亚,在军队中背负着对敌迟缓、对己残暴的指责;因为他对犯错的人处罚极为严厉。
§III"ὅτι Μέτελλος Βαγαίων ἀνῄρει τὴν βουλὴν ὅλην ὡς τὴν φρουρὰν προδόντας Ἰογόρθᾳ, καὶ τὸν φρούραρχον Τουρπίλιον, ἄνδρα Ῥωμαῖον οὐκ ἀνυπόπτως ἑαυτὸν ἐγχειρίσαντα τοῖς πολεμίοις, ἐπαπκέτεινε τῇ βουλῇ.
话说梅特路斯处死了瓦加人的整个元老院,指控他们将守备队出卖给朱古达;他还将守备队长图尔皮里乌斯——一个并非毫无可疑地向敌人投降的罗马人——在元老院之外一并杀害。
Θρᾷκας δὲ καὶ Λίγυας αὐτομόλους λαβὼν παρὰ Ἰογόρθα, τῶν μὲν τὰς χεῖρας ἀπέτεμνε, τοὺς δὲ ἐς τὴν γῆν μέχρι γαστρὸς κατώρυσσε, καὶ περιτοξεύων ἢ ἐσακοντίζων ἔτι ἐμπνέουσι πῦρ ὑπετίθει. "
他又从朱古达那里接收了色雷斯人和利古里亚人的逃兵,砍去其中一些人的双手,将另一些人埋入土中深至腹部,并在他们尚有喘息之时,在周围射箭或投枪,又在他们身下点火。
§IV"ὅτι τοῦ Μαρίου ἐς Κίρταν ἀφικομένου πρέσβεις Βόκχου παρῆσαν, οἳ πεμφθῆναί τινας ἐς λόγους Βόκχῳ παρεκάλουν.
话说当马略抵达奇尔塔时,波克胡斯的使者在场,请求派遣一些人与波克胡斯会谈。
καὶ ἐπέμφθησαν Αὖλός τε Μάλλιος ὁ πρεσβευτὴς καὶ Κορνήλιος Σύλλας ὁ ταμίας, οἷς ὁ Βόκχος ἔφη Ῥωμαίοις πολεμῆσαι διὰ Μάριον· γῆν γὰρ ἣν αὐτὸς Ἰογόρθαν ἀφείλετο, πρὸς Μαρίου νῦν ἀφῃρῆσθαι.
使者奥卢斯·曼利乌斯和财务官科尔内利乌斯·苏拉被派去,波克胡斯对他们说,他因为马略而对罗马人宣战;因为他自己从朱古达那里夺取的土地,如今却被马略夺走了。
Βόκχος μὲν δὴ ταῦτα ἐνεκάλει, Μάλλιος δʼ ἔφη τὴν γῆν τήνδε Ῥωμαίους ἀφελέσθαι Σύφακα πολέμου νόμῳ καὶ δοῦναι Μασσανάσσῃ δωρεάν, διδόναι δὲ Ῥωμαίους τὰς δωρεὰς ἔχειν τοῖς λαβοῦσιν ἕως ἂν τῇ βουλῇ καὶ τῷ δήμῳ δοκῇ.
波克胡斯确实提出了这些指责,但曼利乌斯说,这片土地是罗马人根据战争法从西法克斯手中夺取,并作为礼物赠予马西尼萨的,而罗马人赠予礼物,是让接受者持有,直到元老院和人民认为合适为止。
οὐ μὴν ἀλόγως μεταγνῶναι· Μασσανάσσην τε γὰρ ἀποθανεῖν, καὶ τοὺς Μασσανάσσου παῖδας Ἰογόρθαν κατακαίνοντα Ῥωμαίοις πολέμιον γενέσθαι.
然而,他们改变主意并非没有道理;因为马西尼萨已经去世,而朱古达烧死了马西尼萨的孩子,从而成为了罗马人的敌人。
οὐκ οὖν ἔτι εἶναι δίκαιον οὔτε τὸν πολέμιον ἔχειν δωρεὰν ἣν ἔδομεν φίλῳ, οὔτε σὲ δοκεῖν Ἰογόρθαν ἀφαιρεῖσθαι τὰ Ῥωμαίων.
因此,既不应由敌人持有我们赐予朋友的礼物,也不应让你看起来在剥夺罗马人从朱古达那里得来的财产。
καὶ Μάλλιος μὲν τάδε περὶ τῆς γῆς ἔλεξεν. "
曼利乌斯关于土地的事情便说了这些。
§V"ὅτι ὁ Βόκχος ἑτέρους ἔπεμψε πρέσβεις, οἳ Μαρίου μὲν ἔμελλον περὶ εἰρήνης δεήσεσθαι, Σύλλα δὲ ἵνα συμπράξειεν ἐς τὰς διαλύσεις.
话说波克胡斯派遣了另一批使者,他们将向马略请求和平,并请求苏拉协助达成和解。
λῃστευθέντας δʼ ἐν ὁδῷ τοὺς πρέσβεις τούσδε ὁ Σύλλας ὑπεδέξατο, καὶ ξενίζει μέχρι Μάριον ἀπὸ Γαιτούλων ἐπανελθεῖν.
苏拉接待了这些在途中遭遇劫掠的使者,并款待他们,直到马略从盖图利人那里返回。
παρῄνει δὲ Βόκχον διδάσκειν ὅτι χρὴ Σύλλᾳ πείθεσθαι περὶ ἁπάντων.
苏拉还建议他们转告波克胡斯,应该在一切事上听从苏拉。
ἐνδιδοὺς οὖν ἤδη πρὸς τὴν τοῦ Ἰογόρθα προδοσίαν ὁ Βόκχος, ἐς μὲν ὑπόκρισιν ἐπʼ ἄλλον στρατὸν περιέπεμπεν ἐς Αἰθίοπας τοὺς γείτονας, οἳ ἐπὶ ἑσπέραν ἀπὸ τῶν ἑώων Αἰθιόπων διήκουσιν ἐς τὸ Μαυρούσιον ὄρος ὃ καλοῦσιν Ἄτλαντα, Μάριον δʼ ἠξίου Σύλλαν οἱ πέμψαι συνελθεῖν ἐς λόγους.
于是,已经倾向于背叛朱古达的波克胡斯,为了假装,派人前往邻近的埃塞俄比亚人那里招募另一支军队,这些人从东部的埃塞俄比亚人向西延伸,直达他们称为阿特拉斯的毛鲁西亚山。 波克胡斯请求马略派苏拉来与他会谈。
καὶ Μάριος μὲν ἔπεμπε τὸν Σύλλαν, Ἄψαρα δὲ Ἰογόρθα φίλον, ἐν Βόκχου καταλελειμμένον ἐφορᾶν τὰ γιγνόμενα, αὐτός τε Βόκχος καὶ Μαγδάλσης φίλος Βόκχου, καί τις ἐξελεύθερος ἀνδρὸς Καρχηδονίου, Κορνήλιος, ἐνήδρευσαν ὧδε. "
马略派去了苏拉,然而朱古达之友阿普萨拉斯(被留在波克胡斯处监视事态发展)、波克胡斯本人、波克胡斯之友马格达尔塞斯,以及一名卡太基人的释奴科尔内利乌斯,像这样设下了埋伏。