← アッピアノス

ヌミディア事件

§I-V

ユグルタ戦争とボックスの策略

ユグルタ戦争期におけるボミルカスの逃亡とメテッルスの過酷な軍事行動、およびマリオスとスッラに対するボックスの和平交渉と罠について記述されている。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§I

"ὅτι1 Βομίλχας κατηγορούμενος ἔφυγε πρὸ δίκης, καὶ Ἰογόρθας σὺν αὐτῷ, τοῦτο δὴ τὸ περιφερόμενον ἐς τοὺς δωροδοκοῦντας εἰπών, ὅτι Ῥωμαίων ἡ πόλις ἐστὶν ὠνία πᾶσα, εἴ τις ὠνητὴς αὐτῆς εὑρεθείη.2"

ボミルカスが告発されて裁判の前に逃亡し、ユグルタも彼とともに逃げたこと。その際、贈収賄を行う者たちに対して広く流布しているあの言葉、すなわち、もし買い手が見つかるなら、ローマ人の市はすべて売り物である、と言って。

§II

"ὅτι Μέτελλος ἀνεζεύγνυεν ἐς Λιβύην τὴν ὑπὸ Ῥωμαίοις αἰτίαν ἔχων παρὰ τῷ στρατῷ βραδυτῆτος ἐς τοὺς πολεμίους καὶ ἐπὶ σφίσιν ὠμότητος·3 σφόδρα γὰρ τοὺς ἁμαρτάνοντας ἐκόλαζεν."

メテッルスが、敵に対しては遅鈍であること、自軍に対しては残虐であることの非難を兵士たちの間で受けつつ、ローマ人の支配下にあるリビアへ向けて撤退したこと。なぜなら、彼は過ちを犯した者たちを激しく罰したからである。

§III

"ὅτι Μέτελλος Βαγαίων ἀνῄρει τὴν βουλὴν ὅλην ὡς τὴν φρουρὰν προδόντας4 Ἰογόρθᾳ, καὶ τὸν φρούραρχον Τουρπίλιον, ἄνδρα Ῥωμαῖον οὐκ ἀνυπόπτως ἑαυτὸν ἐγχειρίσαντα τοῖς πολεμίοις, ἐπαπέκτεινε τῇ βουλῇ.5 Θρᾷκας δὲ καὶ Λίγυας αὐτομόλους λαβὼν παρὰ Ἰογόρθα, τῶν μὲν τὰς χεῖρας ἀπέτεμνε, τοὺς δὲ ἐς τὴν γῆν μέχρι γαστρὸς κατώρυσσε, καὶ περιτοξεύων ἢ ἐσακοντίζων ἔτι ἐμπνέουσι πῦρ ὑπετίθει."

メテッルスが、守備隊をユグルタに引き渡したとしてバガ市民の元老院全体を処刑し、守備隊長トゥルピリウス(ローマ人であり、疑わしくないやり方ではなく敵に身を委ねた者)を、元老院の処刑に加えて殺害したこと。また、ユグルタから脱走してきたトラキア人とリグリア人を受け取ると、一方の者たちの両手を切り落とし、他方の者たちを腰まで土に埋め、さらに彼らがまだ息を引き取っていないうちに、周囲から弓を射たり槍を投げたりして、その下に火を放ったこと。

§IV

"ὅτι τοῦ Μαρίου ἐς Κίρταν ἀφικομένου πρέσβεις Βόκχου παρῆσαν, οἳ πεμφθῆναί τινας ἐς λόγους Βόκχῳ παρεκάλουν. καὶ ἐπέμφθησαν Αὖλός τε Μάλλιος ὁ πρεσβευτὴς καὶ Κορνήλιος Σύλλας ὁ ταμίας, οἷς ὁ Βόκχος ἔφη Ῥωμαίοις πολεμῆσαι διὰ Μάριον· γῆν γὰρ ἣν αὐτὸς Ἰογόρθαν ἀφείλετο, πρὸς Μαρίου νῦν ἀφῃρῆσθαι. Βόκχος μὲν δὴ ταῦτα ἐνεκάλει, Μάλλιος δʼ ἔφη τὴν γῆν τήνδε Ῥωμαίους ἀφελέσθαι Σύφακα πολέμου νόμῳ καὶ δοῦναι Μασσανάσσῃ δωρεάν, διδόναι δὲ Ῥωμαίους τὰς δωρεὰς ἔχειν τοῖς λαβοῦσιν ἕως ἂν τῇ βουλῇ καὶ τῷ δήμῳ δοκῇ. οὐ μὴν ἀλόγως μεταγνῶναι· Μασσανάσσην τε γὰρ ἀποθανεῖν, καὶ τοὺς Μασσανάσσου παῖδας Ἰογόρθαν κατακαίνοντα Ῥωμαίοις πολέμιον γενέσθαι. οὐκ οὖν ἔτι εἶναι δίκαιον οὔτε τὸν πολέμιον ἔχειν δωρεὰν ἣν ἔδομεν φίλῳ, οὔτε σὲ δοκεῖν Ἰογόρθαν ἀφαιρεῖσθαι τὰ Ῥωμαίων.6 καὶ Μάλλιος μὲν τάδε περὶ τῆς γῆς ἔλεξεν."

マリウスがキルタに到着したとき、ボッコスの使節たちが居合わせ、ボッコスと会談するために誰かを派遣するよう求めたこと。そして、使節アウルス・マンリウスと財務官コーネリウス・スッラが派遣され、彼らに対してボッコスは、自分がローマ人と戦争をしたのはマリウスのせいである、なぜなら自分がユグルタから奪った土地を、いまやマリウスによって奪われたからだ、と言ったこと。ボックスは確かにこのような抗議をしたが、マンリウスは、この土地はローマ人が戦争の法によってシュファクスから奪い、マシニッサに贈り物として与えたものであり、ローマ人が贈り物を与えるのは、元老院と民衆がよいと認める限り、受け取った者がそれを保持するためであると言ったこと。もっとも、考えを変えたのには理由がないわけではない。マシニッサは亡くなり、マシニッサの息子たちを殺したユグルタはローマ人の敵となったからである。したがって、我々が友に与えた贈り物を今や敵が保持することも、あなたがユグルタからローマ人のものを奪っていると思われることも、もはや正しくはない。マンリウスは土地についてこのように語ったこと。

§V

"ὅτι ὁ Βόκχος ἑτέρους ἔπεμψε πρέσβεις, οἳ Μαρίου μὲν ἔμελλον περὶ εἰρήνης δεήσεσθαι, Σύλλα δὲ ἵνα συμπράξειεν ἐς τὰς διαλύσεις. λῃστευθέντας δʼ ἐν ὁδῷ τοὺς πρέσβεις τούσδε ὁ Σύλλας ὑπεδέξατο, καὶ ξενίζει μέχρι Μάριον ἀπὸ Γαιτούλων ἐπανελθεῖν. παρῄνει δὲ Βόκχον διδάσκειν ὅτι χρὴ Σύλλᾳ πείθεσθαι περὶ ἁπάντων. ἐνδιδοὺς οὖν ἤδη πρὸς τὴν τοῦ Ἰογόρθα προδοσίαν ὁ Βόκχος, ἐς μὲν ὑπόκρισιν ἐπʼ ἄλλον στρατὸν περιέπεμπεν ἐς Αἰθίοπας τοὺς γείτονας, οἳ ἐπὶ ἑσπέραν ἀπὸ τῶν ἑώων Αἰθιόπων διήκουσιν ἐς τὸ Μαυρούσιον ὄρος ὃ καλοῦσιν Ἄτλαντα, Μάριον δʼ ἠξίου Σύλλαν οἱ πέμψαι συνελθεῖν ἐς λόγους. καὶ Μάριος μὲν ἔπεμπε τὸν Σύλλαν, Ἄψαρα δὲ Ἰογόρθα φίλον, ἐν Βόκχου καταλελειμμένον ἐφορᾶν τὰ γιγνόμενα, αὐτός τε Βόκχος καὶ Μαγδάλσης φίλος Βόκχου, καί τις ἐξελεύθερος ἀνδρὸς Καρχηδονίου, Κορνήλιος, ἐνήδρευσαν ὧδε."

ボッコスが別の使節たちを派遣したこと。彼らはマリウスには平和を懇願し、スッラには和平交渉に協力してくれるよう頼むつもりであった。道中で強盗に襲われたこの使節たちをスッラは温かく迎え入れ、マリウスがゲトゥリから帰還するまで彼らをもてなした。また彼は、あらゆることにおいてスッラに従うべきだとボッコスに伝えるよう勧めた。そこでボッコスは、すでにユグルタの裏切りへと傾きつつ、見せかけとして、東のエチオピア人から西へ延びてマウリタニアの山、彼らがアトラスと呼ぶ山に至る近隣のエチオピア人たちへ別の軍勢を募るために使者を巡らせていた。そしてマリウスに対しては、会談のためにスッラを自分のもとへ派遣するよう求めた。マリウスはスッラを派遣したが、ユグルタの友人で、動向を監視するためにボッコスの宮廷に留め置かれたアプサラスと、ボッコス自身、そしてボッコスの友マグダルセス、さらにカルタゴ人の解放奴隷であるコルネリウスは、次のように罠を仕掛けたこと。

構文注6 件
  1. Iὅτι

    抜粋写本(Excerpta)において各エピソードの要約を開始するために用いられる導入の小辞。文頭の ὅτι に対応して、主動詞を「〜こと」のように訳出する。

  2. Iεἴ τις ὠνητὴς αὐτῆς εὑρεθείη

    条件文の帰結節に過去の二次時制(ἐστίν は歴史的現在)があるため、条件節が希求法(εὑρεθείη)の斜格となっている。潜在的な仮定「もし仮に買い手が見つかるならば」を表す。

  3. IIαἰτίαν ἔχων ... βραδυτῆτος ... καὶ ... ὠμότητος

    名詞 αἰτίαν(非難、罪)に対して、非難の内容を表す属格 βραδυτῆτος(遅鈍さ)および ὠμότητος(残虐さ)が並列で係っている。「〜という非難を受けて」。

  4. IIIὡς τὴν φρουρὰν προδόντας

    接続詞 ὡς は分詞(προδόντας)を伴って、主節の主語(メテッルス)が考えている主観的な理由、あるいは告発の根拠(「〜したという理由で」)を表す。

  5. IIIἐπαπκέτεινε τῇ βουλῇ

    写本の ἐπαπκέτεινε は ἐπαπέκτεινε(ἐπαποκτείνω のアオリスト)の誤記。前置詞 ἐπί の複合成としての「〜に加えて」の意味と、与格 τῇ βουλῇ が結合し、「元老院[の処刑]に加えて[トゥルピリウスを]殺害した」の意となる。

  6. IVἸογόρθαν ἀφαιρεῖσθαι τὰ Ῥωμαίων

    不定詞 ἀφαιρεῖσθαι は中間態(〜を奪う)または受動態(〜を奪われる)のいずれとも解釈できる。ここでは前段の γῆν γὰρ ἣν αὐτὸς Ἰογόρθαν ἀφείλετο(彼自身がユグルタから奪った土地)を受け、ἀφαιρεῖσθαι が二重対格(Ἰογόρθαν と τὰ Ῥωμαίων)をとる中間態として用いられており、「あなたがユグルタからローマ人のものを奪っていると思われること」を意味する。

翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(9 件・最終 2026-11-15)
  • 2026-11-15 AI校閲 — 注 2 件
  • 2026-11-15 AI校閲 — 訳文 4 件
  • 2026-09-21 AI校閲 — 原文 1 件
  • 2026-09-21 AI校閲 — 訳文 2 件
urn:cts:greekLit:tlg0551.tlg010.humanitext-grc2:I-V