§958Καρχηδονίων δʼ αὐτὸν μετακαλούντων κατὰ σπουδὴν ἐπικουρεῖν κινδυνευούσῃ τῇ πατρίδι ὑπὸ Σκιπίωνος, καὶ τὸν ναύαρχον Ἀσδρούβαν ἐπʼ αὐτόν, ἵνα μὴ βραδύνειε, πεμψάντων, ἤχθετο μὲν τῆς Καρχηδονίων ἐς τοὺς ἄρχοντας ἀπιστίας τε καὶ ἀχαριστίας ἐς πεῖραν ἐρχόμενος διὰ μακροῦ, καὶ τὴν αἰτίαν ἐδεδοίκει τοῦ τοσοῦδε πολέμου πρῶτος ἐμβαλὼν ἐν Ἰβηρίᾳ, ἐγνώκει δʼ ὑπʼ ἀνάγκης ὅμως ἕπεσθαι, καὶ ναῦς εἰργάζετο πολλάς, εὐξύλου τῆς Ἰταλίας οὔσης.
然而,当迦太基人紧急召回他,以救援因西庇阿而陷入危境的祖国,并派遣海军将官哈斯德鲁巴前去催促他不得延误时,他一方面因时隔许久再次亲身体会到迦太基统治者的不信任与忘恩负义而感到愤恨,另一方面也担心自己作为最初在伊比利亚点燃战火之人,会因引发这场大战而承担责任;但迫于无奈,他还是决定顺从,并由于意大利木材充足,建造了许多船只。
τῶν δʼ ἔτι ὑπηκόων οἱ πόλεων ὡς ἀλλοτρίων καταφρονῶν, ἔγνω διαρπάσαι πάσας, καὶ τὴν στρατιὰν πλουτίσας, εὔνουν ἐς τὰς ἐν Καρχηδόνι συκοφαντίας ἐπαγαγέσθαι.
由于他将那些仍臣服于他的城市的财产视如他人之物般予以蔑视,他决定洗劫所有这些城市,并通过使军队富裕,来争取他们支持自己去应对在迦太基等待着他的谗言。
αἰδούμενός τε αὐτὸς παρασπονδεῖν, Ἀσδρούβαν τὸν ναύαρχον ἐπὶ προφάσει περιέπεμπε, τοὺς φρουροῦντας ὀψόμενον.
由于他羞于亲自破坏协定,便以视察守军为借口,派海军将官哈斯德鲁巴四处巡视。
ὁ δὲ ἐς ἑκάστην πόλιν ἐσιὼν ἐκέλευσε τοῖς ἐνοικοῦσιν, αὐτούς τε καὶ δούλους αὐτῶν, ὅσα δύναιντο λαβόντας, ἐκ τῶν πόλεων μεθίστασθαι, καὶ τὰ λοιπὰ διήρπαζεν.
后者进入每座城市,命令居民携带自己和奴隶以及一切能拿走的东西迁出城市,随后便洗劫了其余的一切。
τούτων ἔνιοι πυνθανόμενοι, πρὶν τὸν Ἀσδρούβαν ἥκειν, τοῖς φρουροῖς ἐπετίθεντο, καὶ συνέβαινεν ὅπου μὲν κρατεῖν τὰς πόλεις ὅπου δὲ τοὺς φρουρούς, σφαγή τε ποικίλη καὶ γυναικῶν ὕβρις καὶ παρθένων ἀπαγωγαί, καὶ πάντα ὅσα ἐν πόλεσιν ἑαλωκυίαις, ἐγίγνοντο.
其中一些人在哈斯德鲁巴到来之前得知了消息,便袭击了驻军,结果有些地方城市占了上风,有些地方则是守军占了上风;各种屠杀、对妇女的施暴、对处女的劫持,以及在陷落城市中所发生的一切惨剧,都在此时上演了。
§959αὐτὸς δὲ ὁ Ἀννίβας τοὺς συστρατευομένους οἱ τῶν Ἰταλῶν εἰδὼς εὖ γεγυμνασμένους, ἔπειθε πολλαῖς ὑποσχέσεσιν ἐς τὴν Λιβύην αὑτῷ συστρατεῦσαι.
汉尼拔本人深知随他作战的意大利士兵训练有素,便以诸多许诺劝说他们同他一起去往利比亚参战。
καὶ τούτων οἱ μὲν τὰ ἡμαρτημένα σφίσιν ἐς τὰς πατρίδας δεδιότες εἵποντο, φεύγοντες τὴν οἰκείαν ἑκόντες, οἱ δὲ οὐδὲν ἁμαρτόντες ὤκνουν.
在这些人中,有些人因害怕自己对祖国犯下的罪行而跟随了他,甘愿逃离家园;而另一些没有犯过罪的人则犹豫不决。
ἀθροίσας οὖν τούσδε τοὺς ὑπομένειν ἀξιοῦντας ὡς δή τι λέξων αὐτοῖς ἢ χαριούμενος τῶν γεγονότων ἢ περὶ τοῦ μέλλοντος ἐπισκήψων, περιέστησε τὴν στρατιὰν ὡπλισμένην ἄφνω, καὶ προσέταξε τοῖς ἰδίοις ἀνδράποδα ἐξ αὐτῶν ὅσα θέλουσιν ἐπιλέξασθαι.
于是,他召集了这些要求留下来的人,假装要对他们说些什么,或对过去的事施予恩惠,或对未来进行交代,却突然用全副武装的军队包围了他们,并命令自己的部下从他们中挑选任意数量的人作为奴隶。
ὡς δὲ οἱ μὲν ἐπελέξαντο, οἱ δὲ ᾐδοῦντο συστρατιώτας πολλὰ συνειργασμένους σφίσιν ἀνδραποδίσασθαι, τοὺς λοιποὺς κατηκόντισεν ἅπαντας, τοῦ μὴ τοιούσδε ἄνδρας ποτὲ Ῥωμαίοις γενέσθαι χρησίμους.
当有些人挑选了奴隶,而另一些人则因羞于奴役曾与自己同甘共苦的战友而未动手时,他下令用标枪将剩下的人全部刺死,以免这些健壮的男子日后为罗马人所用。
ἐπικατέσφαξε δʼ αὐτοῖς καὶ ἵππους ἐς τετρακισχιλίους καὶ πλῆθος ὑποζυγίων, οὐ δυνάμενος ἐς Λιβύην ἐπάγεσθαι.
此外,由于无法带往利比亚,他还顺带屠宰了约四千匹战马和大量的驮畜。
§960μετὰ δὲ τοῦτο ἐς τὰς ναῦς τὸ πλῆθος ἐμβιβάσας τὸ πνεῦμα ἀνέμενεν, ὀλίγους ἐς φυλακὴν ἐπὶ τῆς γῆς καταλιπών.
此后,他让众人登船,留下少数人在陆上防守,随后便静待风向。
οἱ δὲ Πετηλῖνοι καὶ σὺν αὐτοῖς ἕτεροι Ἰταλοὶ ἐπέθεντο, καί τινας αὐτῶν κατασφάξαντες ἀπέδρασαν.
但佩特利亚人以及同他们在一起的其他意大利人发动了袭击,斩杀了其中一些人并逃脱了。
Ἀννίβας δʼ ἐπὶ Λιβύης ἀνήγετο, ἑκκαίδεκα ἔτεσιν ὁμαλῶς πορθήσας τε τὴν Ἰταλίαν, καὶ τοὺς ἄνδρας ἐμπλήσας κακῶν μυρίων καὶ ἐς κίνδυνον ἔσχατον πολλάκις συναγαγών, τοῖς τε ὑπηκόοις αὑτοῦ καὶ συμμάχοις ἐνυβρίσας ὡς πολεμίοις·
汉尼拔随后启航前往利比亚。
ἅτε γὰρ καὶ τέως αὐτοῖς οὐκ ἐπʼ εὐνοίᾳ μᾶλλον ἢ χρείᾳ χρώμενος, οὐδὲν ἔχων ἔτι πρὸς αὐτῶν ὠφελεῖσθαι κατεφρόνησεν ὡς πολεμίων.
在过去的十六年里,他持续蹂躏着意大利,使这里的民众深陷无数苦难之中,屡次将他们置于极端的危险境地,甚至像对待敌人一样羞辱自己的臣属和盟友;因为他此前利用他们并非出于好意,而仅仅是出于需要,一旦无法再从他们身上获得任何好处,便将他们视作敌人般予以唾弃。
§961Ἀννίβου δʼ ἀποπλεύσαντος ἡ βουλὴ τοῖς μὲν ἄλλοις ἔθνεσι τῆς Ἰταλίας, ὅσοι μετέθεντο πρὸς ἐκεῖνον, συνέγνω τῶν γεγονότων καὶ ἀμνηστίαν ἐψηφίσατο, Βρεττίων δὲ μόνων, οἳ μέχρι τέλους αὐτῷ προθυμότατοι ἐγεγένηντο, χώραν τε πολλὴν ἀφείλετο καὶ ὅπλα, εἴ τινα ἦν ἔτι χωρὶς ὧν Ἀννίβας ἀφῄρητο·
汉尼拔乘船离去后,元老院原谅了意大利其他倒向他的各部族,对其过去的行为投票决定予以大赦,唯独对于直到最后都对他最忠诚的布鲁蒂乌斯人,没收了他们的大片土地和武器(如果除了汉尼拔已经夺走的之外还剩下什么的话)。
ἔς τε τὸ μέλλον ἀπεῖπεν αὐτοῖς μὴ στρατεύεσθαι ὡς οὐδʼ ἐλευθέροις οὖσιν, ὑπηρέτας δὲ τοῖς τε ὑπάτοις καὶ στρατηγοῖς τοῖς ἐς τὰς τῶν ἐθνῶν ἡγεμονίας ἀπιοῦσιν ἐς τὰς δημοσίας ὑπηρεσίας, οἷα θεράποντας, ἀκολουθεῖν.
并禁止他们今后服兵役(视其不再属于自由民),而命令他们作为公仆,像奴隶一样,随侍那些前往各行省执政的执政官和副执政官(法务官)。
τοῦτο τὸ τέλος ἦν Ἀννίβου τῆς ἐς τὴν Ἰταλίαν γενομένης ἐσβολῆς.
这就是汉尼拔入侵意大利的最终结局。