Humanitext Reader

アッピアノス · ハンニバル戦記 §955-957

スキピオの遠征準備と神々の母の迎え入れ

18 / 19 箇所 · ギリシア語

要旨

ローマ執政官に選ばれたスキピオがアフリカ遠征を準備する一方、ローマではフリュギアから神々の母の神像が迎え入れられ、クラウディア・クィンタの奇跡が起きる。イタリアでは、ハンニバルが自身の劣勢に伴いブロッティイの諸都市への統制と略奪を強める。

§955καὶ ὁ μὲν ἐν τούτοις ἦν, ἐν δὲ Ῥώμη γίγνονται μὲν ὕπατοι Λικίνιός τε Κράσσος καὶ Πόπλιος Σκιπίων ὁ λαβὼν Ἰβηρίαν, τούτων δὲ Κράσσος μὲν ἀντεστρατοπέδευσεν Ἀννιβᾳ περὶ Ἰαπυγίαν, Σκιπίων δὲ τὸν δῆμον ἐδίδασκεν οὔ ποτε Καρχηδονίους οὐδʼ Ἀννίβαν ἀποστήσεσθαι σφίσιν ἐνοχλοῦντας ἀμφὶ τὴν Ἰταλίαν, εἰ μὴ Ῥωμαίων στρατὸς ἐς Λιβύην διέλθοι καὶ κίνδυνον αὐτοῖς ἐπιστήσειεν οἰκεῖον.
そして彼はこのような状況にあったが、ローマではリキニウス・クラッススと、イベリアを征服したプブリウス・スキピオが執政官になった。 彼らのうち、クラッススはヤピュギアの辺りでハンニバルに対して陣を敷き、スキピオは民衆に、ローマの軍勢がリビアへ渡って彼ら自身の土地に危険を突きつけない限り、カルタゴ人もハンニバルもイタリア周辺で自分たちを悩ますことを決してやめないだろうと説明した。
λιπαρήσας τε πάνυ καρτερῶς, καὶ πείσας ὀκνοῦντας, ᾑρέθη στρατηγὸς αὐτὸς ἐς Λιβύην, καὶ διέπλευσεν εὐθὺς ἐς Σικελίαν.
そして、非常に精力的に懇願し、躊躇する人々を説得して、彼自身がリビアへの将軍に選ばれ、すぐにシチリアへと渡った。
ἔνθα στρατὸν ἀγείρας τε καὶ γυμνάσας ἐπέπλευσε Λοκροῖς ἄφνω τοῖς ἐν Ἰταλίᾳ, φρουρουμένοις ὑπὸ Ἀννίβου·
そこで軍勢を集めて訓練し、ハンニバルによって守備隊が置かれていたイタリアのロクリを突如襲撃した。
καὶ τὴν φρουρὰν κατασφάξας τε, καὶ παραδοὺς Πλημινίῳ τὴν πόλιν, αὐτὸς ἐς Λιβύην διέπλευσεν.
そして守備隊を虐殺し、その町をプレミニウスに委ねると、自身はリビアへと渡った。
Πλημίνιος δὲ οὐδεμίαν ὕβριν ἢ ἀσέλγειαν ἢ ὠμότητα ἐς τοὺς Λοκροὺς ἐκλιπών, ἐσύλησε λήγων καὶ τὸ τῆς Φερσεφόνης ἱερόν.
プレミニウスはロクリの人々に対して、いかなる侮辱も放縦も残虐行為も惜しまず行い、最後にはペルセポネの神殿をも略奪した。
καὶ τόνδε μὲν Ῥωμαῖοι μετὰ τῶν συναμαρτόντων αὐτῷ φίλων διέφθειραν ἐν τῷ δεσμωτηρίῳ, καὶ τὰς περιουσίας αὐτῶν ἔδοσαν Λοκροῖς ἐς τὸν θησαυρὸν τῆς θεοῦ φέρειν·
ローマ人はこの者を、彼とともに罪を犯した友人たちとともに牢獄で処刑し、彼らの財産を、女神の宝庫に納めるためにロクリの人々に与えた。
ὅσα τε ἄλλα ἐδύναντο τῶν ἀπολωλότων ἀνευρόντες, τὸ λεῖπον ἐκ τοῦ κοινοῦ σφῶν ταμιείου τῇ θεῷ προσέθεσαν.
そして、失われたもののうち見つけ出せる限りの他のすべてのものを探し出し、不足分は彼らの公庫から女神のために補填した。
§956τοῦ δὲ αὐτοῦ χρόνου Κωνσεντίαν τε, μεγάλην πόλιν Βρεττίων, καὶ ἄλλας ἓξ ἐπʼ αὐτῇ περιέσπασεν ἀπὸ Ἀννίβου Κράσσος.
同じ時期に、クラッススはブロッティイの主要都市であるコンセンティアと、それに加えるに他の六つの都市をハンニバルから引き離した。
καὶ γιγνομένων ἐν Ῥώμῃ σημείων ἐκ Διὸς φοβερῶν, οἱ μὲν τὰ Σιβύλλεια ἐπισκεπτόμενοι δέκα ἄνδρες ἔφασαν ἐξ οὐρανοῦ τι ἐς Πεσινοῦντα τῆς Φρυγίας, ἔνθα σέβουσιν οἱ Φρύγες θεῶν μητέρα, πεσεῖσθαι τῶνδε τῶν ἡμερῶν, καὶ δεῖν αὐτὸ ἐς τὴν Ῥώμην ἐνεχθῆναι.
そしてローマでユピテルによる恐ろしい前兆が現れたとき、シビュラの書を調査する十人官たちが、フリュギア人が神々の母を崇拝しているフリュギアのペシヌスに、近日中に天から何かが落下するであろう、そしてそれをローマに運ばなければならない、と告げた。
μετʼ οὐ πολὺ δὲ πεσεῖν τε προσηγγέλθη καὶ ἐς Ῥώμην ἐκομίσθη τὸ βρέτας.
それから間もなく、それが落下したことが報告され、その神像がローマに運ばれた。
καὶ τὴν ἡμέραν ἑορτάζουσι καὶ νῦν μητρὶ θεῶν, ᾗ τότε ἐκομίσθη.
そして、それが運ばれたその日を、今でも神々の母の祝日として人々は祝っている。
λέγεται δὲ τὴν ναῦν, ἣ ἔφερεν αὐτό, ἰλύι τοῦ ποταμοῦ τοῦ Τιβέριος ἐνσχεθεῖσαν οὐδεμιᾷ μηχανῇ σαλεύεσθαι, μέχρι, τῶν μάντεων προειπόντων ἕψεσθαι μόνως εἰ γυνὴ καθαρεύουσα ξένων ἀνδρῶν ἑλκύσειε, Κλαυδίαν Κόινταν, μοιχείας ἔγκλημα ἔχουσαν ἔτι ἄκριτον, καὶ διʼ ἀσωτίαν ἐς αὐτὸ πιθανωτάτην οὖσαν, ἐπιθειάσαι τε πολλὰ περὶ τῆς ἀναμαρτησίας, καὶ ἀναδήσασθαι τῇ μίτρᾳ τὸ σκάφος.
それを運んでいた船が、ティベリス川の泥に阻まれて、どのような手段を用いても動かせなかったと言われているが、占い師たちが、もし他人の男から貞潔を保っている女性が引くならば、船は唯一そのときにのみ従うであろう、と予言したところ、まだ裁判の決着がついていない姦通の嫌疑をかけられており、またその奔放な生活のせいでその嫌疑が極めてもっともらしく思われていたクラウディア・クィンタが、自身の無実について神々に深く祈り、自分のヘッドバンドで船を結びつけた。
καὶ ἡ θεὸς ἕσπετο.
すると女神は従った。
Κλαυδία μὲν δὴ ἐξ αἰσχίστης δόξης ἐς ἀρίστην μετέβαλε, Ῥωμαίοις δὲ καὶ πρὸ τῆς Κλαυδίας ἐκέλευε τὰ Σιβύλλεια διὰ τοῦ παρὰ σφίσιν ἀρίστου τὸ βρέτας ἐκ Φρυγίας μεταγαγεῖν, καὶ τὸν ἄριστον ἐν τῷ τότε σφίσι δοκοῦντα εἶναι, Σκιπίωνα τὸν Νασικᾶν ἐπίκλην, ἐπεπόμφεσαν, υἱὸν μὲν ὄντα Γναίου Σκιπίωνος τοῦ στρατηγήσαντος ἐν Ἰβηρίᾳ καὶ ἐν αὐτῇ πεσόντος, ἀνεψιὸν δὲ Σκιπίωνος τοῦ Καρχηδονίους ἀφελομένου τὴν ἡγεμονίαν καὶ πρώτου κληθέντος Ἀφρικανοῦ.
こうしてクラウディアは、最悪の評判から最高の評判へと一変し、ローマ人に対しては、クラウディアの奇跡の前からも、シビュラの書が、市民の中で最も優れた人物を通じてフリュギアから神像を迎えるよう命じていたため、当時彼らの間で最も優れていると思われていた人物、ナシカというあだ名のスキピオを送っていた。 彼はイベリアで将軍を務めそこで戦死したグナエウス・スキピオの息子であり、カルタゴ人から覇権を奪い、最初にアフリカヌスと呼ばれたスキピオの従兄弟であった。
ὧδε μὲν ἡ θεὸς ἐς Ῥώμην διʼ ἀνδρῶν καὶ γυναικῶν ἀρίστων ἀφικνεῖτο.
このようにして、女神は最も優れた男女を通じてローマへと到着した。
§957ἐν δὲ Λιβύῃ Καρχηδονίων συνεχῶς ὑπὸ τοῦδε τοῦ Σκιπίωνος ἡττωμένων, ὅσοι Βρεττίων ταῦτʼ ἐγίγνωσκον, ἀφίσταντο ἀπὸ τοῦ Ἀννίβου, καὶ τὰς φρουρὰς οἱ μὲν ἔκτεινον, οἱ δʼ ἐξέβαλλον.
他方、リビアでカルタゴ人がこのスキピオによって絶えず敗北を喫していたため、ブロッティイ人のうちこれを知った者たちはハンニバルから離反し、ある者は守備隊を殺し、ある者は追放した。
οἱ δὲ οὐδέτερα τούτων δυνάμενοι λάθρᾳ πρὸς τὴν σύγκλητον ἐπρέσβευον, τὴν μὲν ἀνάγκην αὑτῶν καὶ τὴν προαίρεσιν ὑποδεικνύοντες.
そのどちらもできない者たちは、自らの窮状と本意を示しながら、密かに元老院に使節を送った。
Ἀννίβας δὲ ἐς μὲν Πετηλίαν ἔνοπλος παρῆλθεν, οὐκέτι Πετηλίνων ἐχόντων αὐτήν·
ハンニバルはペテリアに武装して入ったが、そこはもはやペテリア人が所有していなかった。
ἐκβαλὼν γὰρ αὐτοὺς ἐδεδώκει Βρεττίοις.
というのも、彼は彼らを追い出して、ブロッティイ人に与えていたからである。
ᾐτιᾶτο δʼ ὅτι ἐπρέσβευσαν ἐς Ῥώμην, ἀρνουμένων δʼ ἐκείνων ὑπεκρίνετο πιστεύειν.
彼は彼らがローマに使節を送ったと告発したが、彼らがそれを否定すると、信じているふりをした。
ἵνα δʼ, ἔφη, μηδʼ ὑπονοῆσθε, τοὺς μὲν δυνατοὺς παρέδωκε τοῖς Νομάσι, κεχωρισμένως τηρεῖν αὐτῶν ἕκαστον, τοῦ δὲ πλήθους τὰ ὅπλα παρείλετο, τοὺς δὲ δούλους καθοπλίσας ἐπέστησε τῇ πόλει φύλακας.
「〜するために、と彼は言った、お前たちが疑われることすらないように」有力者たちをヌミディア人に引き渡し、彼らを一人ずつ引き離して監視させ、一般の人々からは武器を奪い、奴隷たちを武装させて町に番兵として置いた。
καὶ τούτοις ὅμοια τὰς ἄλλας πόλεις ἐπιὼν ἐποίει.
そして彼は他の都市をも巡りながら、これらと同様のことを行った。
Θουρίων δὲ τρισχιλίους Καρχηδονίοις μάλιστα εὔνους ἐξελόμενος, καὶ πεντακοσίους ἄλλους ἀπὸ τῶν ἀγρῶν, τὰ λοιπὰ τῇ στρατιᾷ διαρπάζειν ἔδωκεν.
トゥリの住民のうち、最もカルタゴ人に好意的な三千人を選び出し、さらに地方から五百人を選んで、残りの部分を軍勢に略奪させた。
καὶ τῆς πόλεως ἐγκρατῆ φρουρὰν καταλιπών, ἐς Κρότωνα τοὺς τρισχιλίους καὶ πεντακοσίους μετῴκιζε, τὴν πόλιν εὔκαιρον ἡγούμενος εἶναι, καὶ ταμιεῖον αὐτὴν ἑαυτῷ καὶ ὁρμητήριον ἐπὶ τὰς ἄλλας τιθεμενος.
そして町に強力な守備隊を残し、その三千五百人をクロトンへと移住させた。 その町が好都合な場所であると考え、そこを自分自身の兵站基地であり、他の都市に対する出撃拠点としたのである。

語釈・文法注

  1. §955ἀποστήσεσθαι — 不定詞 `ἀποστήσεσθαι`(`ἀφίστημι` の未来中動態)は、動詞 `ἀφίσταμαι` が「〜するのをやめる」という意味で補足分詞を伴う用法。ここでは対格分詞 `ἐνοχλοῦντας` が補足分詞として機能しており、「(悩ませることを)やめることはないだろう」という意味になる。主語は対格の `Καρχηδονίους οὐδʼ Ἀννίβαν`、目的語は与格の `σφίσιν`(ローマ人たち)。
  2. §956μέχρι, τῶν μάντεων προειπόντων ἕψεσθαι μόνως εἰ γυνὴ καθαρεύουσα ξένων ἀνδρῶν ἑλκύσειε — 接続詞 `μέχρι` の後に属格独立句 `τῶν μάντεων προειπόντων` が挿入され、さらに `ἕψεσθαι`(未来不定詞、主語は船 `τὴν ναῦν`)と条件節 `εἰ ... ἑλκύσειε`(希求法、過去における仮定または間接話法)が続く。全体として、主動詞 `λέγεται`(〜と言われている)の支配下にある。
  3. §957ἵνα δʼ, ἔφη, μηδʼ ὑπονοῆσθε — 直接話法(「あなたがたが疑われないようにするために」)として発話された目的節 `ἵνα ... μηδʼ ὑπονοῆσθε` の途中に `ἔφη`(彼は言った)が挿入されているが、主節(`τοὺς μὲν δυνατοὺς παρέδωκε...`)からは三人称による客観的な記述に戻るという、破格(アナコルートン)の構造を持っている。

この箇所を引用する

アッピアノス, ハンニバル戦記 §955-957. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0551.tlg008.humanitext-grc2:955-957

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。