§745Ἰαπύγων δʼ ἐν πόλει Σαλαπίᾳ, Λιβύων ὑπηκόῳ, δύο ἤστην ἄνδρε τῶν μὲν ἄλλων γένει καὶ πλούτῳ καὶ δυνάμει διαφέροντε, ἀλλήλοιν δʼ ἐκ πολλοῦ διαφόρω.
在雅皮吉亚人的城市萨拉皮亚(该城臣服于利比亚人),有两名男子在出身、财富和权力上都超越他人,但他们两人长期以来极其不和。
τούτοιν Δάσιος μὲν τὰ Λιβύων ᾑρεῖτο, Βλάτιος δὲ τὰ Ῥωμαίων.
在这两人中,达西乌斯支持利比亚人,而布拉蒂乌斯则支持罗马人。
ἕως μὲν οὖν ἤκμαζε τὰ Ἀννίβου, ἐφʼ ἡσυχίας ἦν ὁ Βλάτιος· ἐπεὶ δὲ ἠγείρετο τὸ Ῥωμαίων καὶ τὰ πολλὰ τῆς ἐσφετερισμένης ἀρχῆς ἀνελάμβανον, ἔπειθεν ὁ Βλάτιος τὸν ἐχθρὸν ὑπὲρ τῆς πατρίδος αὑτῷ συμφρονῆσαι μόνης, μή τι πάθοι, Ῥωμαίων αὐτὴν βίᾳ λαβόντων, ἀνήκεστον.
因此,只要汉尼拔的势力处于全盛时期,布拉蒂乌斯就保持沉默;但当罗马人的势力开始崛起,并夺回被篡夺的帝国的大部分领土时,布拉蒂乌斯便试图劝说他的仇敌与他一起仅为祖国着想,以免罗马人以武力占领该城时遭受无法挽回的灾难。
ὁ δʼ ὑποκρινάμενος συντίθεσθαι, κατεμήνυσε τοῦτο Ἀννίβᾳ.
后者假装同意,却将此事向汉尼拔告密。
καὶ ἐδίκαζεν αὐτοῖς ὁ Ἀννίβας, Δασίου μὲν κατηγοροῦντος, Βλατίου δʼ ἀπολογουμένου καὶ συκοφαντεῖσθαι διὰ τὴν ἔχθραν λέγοντος· ὃ καὶ τέως ἄρα προορῶν ἐτόλμησεν ἐχθρῷ προσενεγκεῖν λόγον τοιόνδε, ὡς ἀπίστῳ κατηγόρῳ διὰ τὴν ἔχθραν ἐσομένῳ.
汉尼拔对他们进行了审判,达西乌斯进行控告,布拉蒂乌斯则进行辩护,并称自己是因私怨而遭到诬告;布拉蒂乌斯其实早已预料到这一点,因此才敢向仇敌提出这样的建议,因为他知道由于两人的仇恨,对方将成为一个不可信的控告者。
Ἀννίβας δʼ οὔτε ἀπορρῖψαι τὸ ἔργον οὔτε τῷ παρʼ ἐχθροῦ πιστεῦσαι ῥᾳδίως ἀξιῶν, μεθίστατο αὐτοὺς ὡς σκεψόμενος ἐφʼ ἑαυτοῦ.
汉尼拔认为既不能轻易搁置此事,也不能轻易相信来自仇敌的控告,于是让他们退下,以便独自审议。
στενῆς δὲ τῆς ἐξόδου πάμπαν οὔσης, ὁ Βλάτιος ἔφη τῷ Δασίῳ, τοὺς ἄλλους λαθών,
οὐ σώσεις, ὦ ἀγαθέ, τὴν πατρίδα;
由于出口极其狭窄,布拉蒂乌斯避开其他人,对达西乌斯说:“我的挚友,难道你不想拯救祖国吗?
ὁ δὲ καὶ τοῦτʼ εὐθὺς ἐκβοήσας ἐμήνυεν.
”而达西乌斯立即将这句话大声喊了出来,并进行告密。
§746καὶ ὁ Βλάτιος οἰκτισάμενος τότε μάλιστα ἀξιοπίστως εἶπεν ὡς ἐπιβουλεύοιτο ὑπʼ ἐχθροῦ τεχνίτου.
布拉蒂乌斯当时极其悲伤,极其有说服力地辩解说,自己正遭到一个狡猾仇敌的阴谋陷害。
τοῦτο δʼ,
ἔφη,
τὸ νῦν ἐπιβούλευμα καὶ τῆς πρότερον ἀμφιλογίας, εἴ τις ἦν, ῥύσεταί με.
“而眼下的这个阴谋,”他说,“将会把我从先前的争执(如果曾有的话)中解救出来。
τίς γὰρ ἂν ἢ πρότερον ἐχθρῷ περὶ τοιῶνδε διεπίστευσεν, ἢ νῦν, εἰ καὶ τέως ἐπεπλάνητο, ἀπίστῳ καὶ κατηγόρῳ περὶ ἐκεῖνα γεγενημένῳ, κινδυνεύων ἔτι καὶ κρινόμενος καὶ ἀρνούμενος, αὖθις ἂν τὰ δεύτερα ταῦτʼ ἐθάρρησεν εἰπεῖν, καὶ μάλιστʼ ἐν τῷ δικαστηρίῳ, πολλῶν μὲν ἀκοῦσαι δυναμένων, τοῦ δὲ κατηγόρου καὶ τόδε μέλλοντος εὐθὺς ὁμοίως ἐρεῖν;
因为谁会在以前就为了这种事去信任一个仇敌呢? 或者现在,即使他在此之前曾被蒙蔽,当那个人在这些事情上已经成为一个不可信的告密者和控告者时,在自己依然面临危险、接受审判并予以否认的情况下,又怎会再次有勇气说出这第二次的话,而且还是在法庭上,在众人皆能听见、且控告者也准备立刻同样告发的情况下?
εἰ δὲ δὴ καὶ ἐγεγένητο,
ἔφη,
χρηστὸς ἐξαίφνης καὶ φίλος, τί μοι συλλαβεῖν ὑπὲρ τῆς πατρίδος ἔτι δυνατὸς ἦν;
退一步说,”他说,“即使他突然变得善良并成为朋友,他又还有什么能力为祖国协助我呢?
τί δʼ ἂν ἐδεόμην ἐγὼ μηδὲν ἐπικουρεῖν δυναμένου;
我为什么要向一个无法提供任何帮助的人求助呢?
ἅ μοι δοκεῖ προϊδὼν πάλιν ὁ Βλάτιος ψιθύρως ἐντυχεῖν τῷ Δασίῳ, καὶ ἐς ἀπιστίαν αὐτὸν ἐμβαλεῖν μείζονα, ἐπαγαγέσθαι δʼ ἐκ τοῦδε καὶ Ἀννίβαν ἐς ἀπιστίαν τῶν πρότερον εἰρημένων.
”在我看来,布拉蒂乌斯正是预见到了这些,才再次故意对达西乌斯附耳低语,以便使他陷入更大的不可信之中,并以此引导汉尼拔也对先前所告发的话产生不信。
οὐ μὴν οὐδὲ ἐκφυγὼν τὴν δίκην ὁ Βλάτιος ἀφίστατο μὴ μεταπείθειν τὸν ἐχθρόν, καταφρονῶν ἄρα ὡς ἐς πάντα γεγονότος ἀπίστου.
然而,布拉蒂乌斯即使在逃脱审判后,也没有放弃说服他的仇敌,显然是鄙视他已经成了一个在所有事情上都不足信的人。
ὁ δὲ αὖθις ὑπεκρίνετο συντίθεσθαι, καὶ τὴν ἐπίνοιαν τῆς ἀποστάσεως ᾔτει μαθεῖν.
达西乌斯再次假装同意,并要求得知起义的具体计划。
ὁ δὲ οὐδὲν ὀκνήσας ἔφη,
διαδραμοῦμαι μὲν ἐπί τι τῶν στρατοπέδων ἐγὼ τῶν Ῥωμαϊκῶν (μηνύσας αὐτῷ τὸ πάνυ πορρωτάτω) καὶ στρατιὰν ἄξω λαβών· ἔστι γάρ μοι φίλος ὁ στρατηγὸς ἐκείνου τοῦ στρατοῦ·
布拉蒂乌斯毫不犹豫地说道:“我将奔赴罗马人的一个军营(他告诉他一个极其遥远的军营),并带回一支军队;因为那支军队的将军是我的朋友。
σὺ δʼ ὑπομένειν μοι δεῦρο, καὶ τὰ ἔνδον ἐπιτηρεῖν.
你则留在这里等我,并监视内部的情况。
§747ὁ μὲν εἶπεν οὕτω, καὶ εὐθὺς ἐξέδραμε, λαθὼν Δάσιον, οὐκ ἐς ἐκεῖνο τὸ στρατόπεδον ἀλλʼ ἐς Ῥώμην, ὁδὸν ἐλάσσονα.
” 他如此说完,便立即出发,在达西乌斯不知情的情况下,没有去那个军营,而是去了罗马,走了一条较近的路。
καὶ δοὺς τῇ βουλῇ τὸν υἱὸν ὅμηρον, ἱππέας ᾔτει χιλίους, μεθʼ ὧν ἠπείγετο κατὰ σπουδήν, τὸ μέλλον ἔσεσθαι προορώμενος.
他向元老院献出儿子作为人质,请求派遣一千名骑兵,并与他们一起火速赶回,因为他预见到了未来将会发生的事情。
ὁ δὲ Δάσιος ταῖς ἐπιούσαις ἡμέραις τὸν ἐχθρὸν οὐχ ὁρῶν, εἴκασεν αὐτὸν ἐγχειρεῖν τοῖς ἐγνωσμένοις ὡς ἤδη πιστεύοντα αὐτῷ.
而达西乌斯在接下来的几天里没有见到他的仇敌,便推测他已经开始着手实行所决定的计划,以为布拉蒂乌斯现在已经信任了他。
νομίσας οὖν ἐς ἐκεῖνο τῷ ὄντι τὸ πορρωτέρω στρατόπεδον αὐτὸν οἴχεσθαι, διέδραμε πρὸς Ἀννίβαν, καταφρονῶν ὅτι φθάσει ἐκεῖνον ἐπανελθών, καὶ
νῦν μέν,
ἔφη,
παραδώσω σοι τὸν Βλάτιον ἐπʼ αὐτοφώρῳ στρατιὰν ἐπάγοντα τῇ πόλει.
因此,他认为布拉蒂乌斯确实去了那个较远的军营,便奔向汉尼拔,自负地认为自己会在对方返回之前赶到,并说道:“现在,我将把带兵逼近城市的布拉蒂乌斯人赃俱获地交到你手中。
καὶ τὸ γεγονὸς ἐκθέμενος, καὶ λαβών τινας, ἐπανῆγεν ἐς τὴν πατρίδα μετὰ σπουδῆς ὡς οὔπω τοῦ Βλατίου πλησιάζοντος.
”在陈述了所发生的事情后,他带了一些人,急忙返回祖国,以为布拉蒂乌斯尚未临近。
ὁ δʼ ἔνδον τε ἦν ἄρτι, καὶ τὴν φρουρὰν τὴν Λιβύων ὀλίγην οὖσαν ἀνελὼν ἐφύλασσε μηδένα παρελθεῖν, καὶ πύλας τὰς μὲν ἄλλας ἐκεκλείκει, τὰς δʼ ἐς τὴν ἐπάνοδον Δασίου μόνας εἴασεν ἀνεῷχθαι.
然而布拉蒂乌斯早已在城内,并消灭了人数稀少的利比亚驻军,严密防守以防任何人通过,并关闭了其他城门,仅留下供达西乌斯返回的那扇城门敞开。
καὶ τὸ κατʼ ἐκείνας μέρος ἅπαν εἶχεν ἀνυπόπτως· τὰ δʼ ἐντὸς ἐξετετάφρευτο καὶ διείληπτο, ὡς μὴ δύνασθαι τοὺς ἐμπεσόντας ἐς ὅλην διαδραμεῖν.
该门附近的一切都显得毫无可疑之处;但内部已被挖掘了壕沟并设置了障碍,以使闯入者无法跑遍全城。
Δάσιος δὲ ἐπεὶ τὰς πύλας εἶδεν ἀνεῳγμένας, ἥσθη νομίσας προλαβεῖν τὸν ἐχθρόν, καὶ ἐσήλατο γεγηθώς.
达西乌斯看到城门敞开,因以为自己抢在仇敌之前而大喜,欣然冲了进去。
ὁ δʼ ἐπικλείσας διέφθειρεν αὐτόν τε καὶ τοὺς ἐσδραμόντας, ὠθουμένους ἐν στενῷ καὶ διαδρομὴν διὰ τὰς τάφρους οὐκ ἔχοντας.
而布拉蒂乌斯关上城门,将他和那些冲入的人一同消灭,他们被挤在狭窄的地方,且因壕沟而无路可逃。
ὀλίγοι δʼ αὐτῶν διὰ τοῦ τείχους ἐξαλόμενοι διέφυγον.
他们中只有少数人跳过城墙逃走了。