§745Ἰαπύγων δʼ ἐν πόλει Σαλαπίᾳ, Λιβύων ὑπηκόῳ, δύο ἤστην ἄνδρε τῶν μὲν ἄλλων γένει καὶ πλούτῳ καὶ δυνάμει διαφέροντε, ἀλλήλοιν δʼ ἐκ πολλοῦ διαφόρω.
ヤピュギア人の都市サラピア(リビア人に服属していた)に、血柄、富、権力において他を領駕しながらも、互いに長年激しく対立している二人の男がいた。
τούτοιν Δάσιος μὲν τὰ Λιβύων ᾑρεῖτο, Βλάτιος δὲ τὰ Ῥωμαίων.
このうち、ダシオスはリビア人の側を支持し、ブラティオスはローマ人の側を支持していた。
ἕως μὲν οὖν ἤκμαζε τὰ Ἀννίβου, ἐφʼ ἡσυχίας ἦν ὁ Βλάτιος·
ハンニバルの勢力が全盛であった間は、ブラティオスは静かにしていた。
ἐπεὶ δὲ ἠγείρετο τὸ Ῥωμαίων καὶ τὰ πολλὰ τῆς ἐσφετερισμένης ἀρχῆς ἀνελάμβανον, ἔπειθεν ὁ Βλάτιος τὸν ἐχθρὸν ὑπὲρ τῆς πατρίδος αὑτῷ συμφρονῆσαι μόνης, μή τι πάθοι, Ῥωμαίων αὐτὴν βίᾳ λαβόντων, ἀνήκεστον.
しかし、ローマ人の勢力が台頭し、奪われていた支配領域の大部分を奪還するようになると、ブラティオスは宿敵に対し、ローマ人が力ずくでこの都市を占領した際、取り返しのつかない惨禍に見舞われないよう、祖国のためだけに協力し合おうと説得を試みた。
ὁ δʼ ὑποκρινάμενος συντίθεσθαι, κατεμήνυσε τοῦτο Ἀννίβᾳ.
ダシオスは同意するふりをしながら、このことをハンニバルに密告した。
καὶ ἐδίκαζεν αὐτοῖς ὁ Ἀννίβας, Δασίου μὲν κατηγοροῦντος, Βλατίου δʼ ἀπολογουμένου καὶ συκοφαντεῖσθαι διὰ τὴν ἔχθραν λέγοντος·
そこでハンニバルは彼らを裁判にかけ、ダシオスが告発し、ブラティオスは弁明して、この確執ゆえに事実を歪めて告発されているのだと主張した。
ὃ καὶ τέως ἄρα προορῶν ἐτόλμησεν ἐχθρῷ προσενεγκεῖν λόγον τοιόνδε, ὡς ἀπίστῳ κατηγόρῳ διὰ τὴν ἔχθραν ἐσομένῳ.
ブラティオスはこのような事態をかねてより予期していたからこそ、敵対者に対してあえてそのような話を持ちかけたのであり、確執があるがゆえに告発者は信頼できないものとされるであろうと考えていたのである。
Ἀννίβας δʼ οὔτε ἀπορρῖψαι τὸ ἔργον οὔτε τῷ παρʼ ἐχθροῦ πιστεῦσαι ῥᾳδίως ἀξιῶν, μεθίστατο αὐτοὺς ὡς σκεψόμενος ἐφʼ ἑαυτοῦ.
ハンニバルは、この件を退けることも、敵からの告発を容易に信じることもよしとせず、自ら熟考するために彼らを下がらせた。
στενῆς δὲ τῆς ἐξόδου πάμπαν οὔσης, ὁ Βλάτιος ἔφη τῷ Δασίῳ, τοὺς ἄλλους λαθών,
οὐ σώσεις, ὦ ἀγαθέ, τὴν πατρίδα; ὁ δὲ καὶ τοῦτʼ εὐθὺς ἐκβοήσας ἐμήνυεν.
出口が極めて狭かったため、ブラティオスは他の者たちに気づかれないようにダシオスに言った。 「我が友よ、祖国を救おうとは思わないのか」ダシオスは即座にこれを大声で叫んで密告した。
§746καὶ ὁ Βλάτιος οἰκτισάμενος τότε μάλιστα ἀξιοπίστως εἶπεν ὡς ἐπιβουλεύοιτο ὑπʼ ἐχθροῦ τεχνίτου.
ブラティオスは深く嘆き悲しみ、その時、極めて説得力をもって、自分は狡猾な敵の陰謀に陥れられているのだと語った。
τοῦτο δʼ,
ἔφη,
τὸ νῦν ἐπιβούλευμα καὶ τῆς πρότερον ἀμφιλογίας, εἴ τις ἦν, ῥύσεταί με.
「今回の陰謀は、」と彼は言った。 「仮に以前に何らかの不和があったとしても、その疑いから私を救い出してくれるだろう。
τίς γὰρ ἂν ἢ πρότερον ἐχθρῷ περὶ τοιῶνδε διεπίστευσεν, ἢ νῦν, εἰ καὶ τέως ἐπεπλάνητο, ἀπίστῳ καὶ κατηγόρῳ περὶ ἐκεῖνα γεγενημένῳ, κινδυνεύων ἔτι καὶ κρινόμενος καὶ ἀρνούμενος, αὖθις ἂν τὰ δεύτερα ταῦτʼ ἐθάρρησεν εἰπεῖν, καὶ μάλιστʼ ἐν τῷ δικαστηρίῳ, πολλῶν μὲν ἀκοῦσαι δυναμένων, τοῦ δὲ κατηγόρου καὶ τόδε μέλλοντος εὐθὺς ὁμοίως ἐρεῖν;
なぜなら、以前にこのようなことについて敵を信頼する者がいただろうか。 あるいは現在、仮にそれまで判断を誤っていたとしても、あの件で不実な告発者となった者に対し、自身が依然として危険にさらされ、裁判にかけられ、容疑を否認している身でありながら、多くの人々が聞き取れる法廷において、しかも告発者がこの言葉をも即座に同様に暴露するであろう状況で、どうして再びこのような無謀な言葉を重ねて口にする勇気があるだろうか。
εἰ δὲ δὴ καὶ ἐγεγένητο,
ἔφη,
χρηστὸς ἐξαίφνης καὶ φίλος, τί μοι συλλαβεῖν ὑπὲρ τῆς πατρίδος ἔτι δυνατὸς ἦν;
また、仮に彼が」と彼は言った。 「突然善人となり、友人になったとしても、もはや祖国のために私を助けるどんな力があるというのか。
τί δʼ ἂν ἐδεόμην ἐγὼ μηδὲν ἐπικουρεῖν δυναμένου; ἅ μοι δοκεῖ προϊδὼν πάλιν ὁ Βλάτιος ψιθύρως ἐντυχεῖν τῷ Δασίῳ, καὶ ἐς ἀπιστίαν αὐτὸν ἐμβαλεῖν μείζονα, ἐπαγαγέσθαι δʼ ἐκ τοῦδε καὶ Ἀννίβαν ἐς ἀπιστίαν τῶν πρότερον εἰρημένων.
何の助けにもならない者を、どうして私が頼る必要があろうか」ブラティオスはこれらを見越した上で、あえてダシオスに耳打ちをし、彼をさらに大きな不信に陥れ、これによってハンニバルにも以前の告発に対する不信感を抱かせようとしたのだと私には思われる。
οὐ μὴν οὐδὲ ἐκφυγὼν τὴν δίκην ὁ Βλάτιος ἀφίστατο μὴ μεταπείθειν τὸν ἐχθρόν, καταφρονῶν ἄρα ὡς ἐς πάντα γεγονότος ἀπίστου.
しかし、ブラティオスは裁判を免れた後も、敵が万事において信頼できない者になり果てたことを見下しながら、彼を説得することを諦めなかった。
ὁ δὲ αὖθις ὑπεκρίνετο συντίθεσθαι, καὶ τὴν ἐπίνοιαν τῆς ἀποστάσεως ᾔτει μαθεῖν.
ダシオスは再び同意するふりをして、離反の具体的な計画を教えるよう要求した。
ὁ δὲ οὐδὲν ὀκνήσας ἔφη,
διαδραμοῦμαι μὲν ἐπί τι τῶν στρατοπέδων ἐγὼ τῶν Ῥωμαϊκῶν (μηνύσας αὐτῷ τὸ πάνυ πορρωτάτω) καὶ στρατιὰν ἄξω λαβών·
ブラティオスは少しも躊躇することなく言った。 「私はローマの陣営の一つへ急行し(彼は極めて遠方の陣営を告げた)、軍勢を率いて戻ってくる。
ἔστι γάρ μοι φίλος ὁ στρατηγὸς ἐκείνου τοῦ στρατοῦ·
その軍の将軍は私の友人だからだ。
σὺ δʼ ὑπομένειν μοι δεῦρο, καὶ τὰ ἔνδον ἐπιτηρεῖν. §747ὁ μὲν εἶπεν οὕτω, καὶ εὐθὺς ἐξέδραμε, λαθὼν Δάσιον, οὐκ ἐς ἐκεῖνο τὸ στρατόπεδον ἀλλʼ ἐς Ῥώμην, ὁδὸν ἐλάσσονα.
お前はここで私を待ち、内部の様子をうかがっていてくれ」彼はそう言うと、ダシオスに気づかれることなく、直ちにその陣営ではなく、より近道であるローマへと急いで出発した。
καὶ δοὺς τῇ βουλῇ τὸν υἱὸν ὅμηρον, ἱππέας ᾔτει χιλίους, μεθʼ ὧν ἠπείγετο κατὰ σπουδήν, τὸ μέλλον ἔσεσθαι προορώμενος.
そして元老院に息子を人質として差し出し、騎兵千人を要求して、これからの展開を予期しつつ大急ぎで引き返した。
ὁ δὲ Δάσιος ταῖς ἐπιούσαις ἡμέραις τὸν ἐχθρὸν οὐχ ὁρῶν, εἴκασεν αὐτὸν ἐγχειρεῖν τοῖς ἐγνωσμένοις ὡς ἤδη πιστεύοντα αὐτῷ.
ダシオスはその後数日間、敵の姿が見えないことから、彼が自分をすでに信頼して、合意した計画を実行に移しているのだと推測した。
νομίσας οὖν ἐς ἐκεῖνο τῷ ὄντι τὸ πορρωτέρω στρατόπεδον αὐτὸν οἴχεσθαι, διέδραμε πρὸς Ἀννίβαν, καταφρονῶν ὅτι φθάσει ἐκεῖνον ἐπανελθών, καὶ
νῦν μέν,
ἔφη,
παραδώσω σοι τὸν Βλάτιον ἐπʼ αὐτοφώρῳ στρατιὰν ἐπάγοντα τῇ πόλει. καὶ τὸ γεγονὸς ἐκθέμενος, καὶ λαβών τινας, ἐπανῆγεν ἐς τὴν πατρίδα μετὰ σπουδῆς ὡς οὔπω τοῦ Βλατίου πλησιάζοντος.
ブラティオスが本当にあの遠方の陣営へと向かったと考えたダシオスは、自分が先に引き返して待ち伏せできると高をくくってハンニバルのもとへと駆けつけ、こう言った。 「今こそ、軍勢を率いて都市に迫りつつあるブラティオスを現行犯であなたに引き渡しましょう」そして事情を説明し、何人かの手下を連れて、ブラティオスはまだ近づいていないと考え、大急ぎで祖国へと引き返した。
ὁ δʼ ἔνδον τε ἦν ἄρτι, καὶ τὴν φρουρὰν τὴν Λιβύων ὀλίγην οὖσαν ἀνελὼν ἐφύλασσε μηδένα παρελθεῖν, καὶ πύλας τὰς μὲν ἄλλας ἐκεκλείκει, τὰς δʼ ἐς τὴν ἐπάνοδον Δασίου μόνας εἴασεν ἀνεῷχθαι.
しかし、ブラティオスはすでに内部に入り込んでおり、小規模であったリビア人の守備隊を殲滅して、誰も通り抜けられないよう警戒を強めていた。 また、他の門はすべて閉ざし、ダシオスが帰還するための門だけを開けておいた。
καὶ τὸ κατʼ ἐκείνας μέρος ἅπαν εἶχεν ἀνυπόπτως· τὰ δʼ ἐντὸς ἐξετετάφρευτο καὶ διείληπτο, ὡς μὴ δύνασθαι τοὺς ἐμπεσόντας ἐς ὅλην διαδραμεῖν.
その門の周辺はまったく怪しまれることのない様子であったが、内部には堀が掘られ、障壁が築かれて、侵入した者が都市全体に逃げ回ることができないようにされていた。
Δάσιος δὲ ἐπεὶ τὰς πύλας εἶδεν ἀνεῳγμένας, ἥσθη νομίσας προλαβεῖν τὸν ἐχθρόν, καὶ ἐσήλατο γεγηθώς.
ダシオスは門が開いているのを見ると、敵を出し抜いたと喜んで、意気揚々と中へ駆け込んだ。
ὁ δʼ ἐπικλείσας διέφθειρεν αὐτόν τε καὶ τοὺς ἐσδραμόντας, ὠθουμένους ἐν στενῷ καὶ διαδρομὴν διὰ τὰς τάφρους οὐκ ἔχοντας.
しかしブラティオスは門を閉ざし、ダシオスと、狭い場所に押し込められて堀のせいで逃げ道のない侵入者たちを掃討した。
ὀλίγοι δʼ αὐτῶν διὰ τοῦ τείχους ἐξαλόμενοι διέφυγον.
彼らのうち少数は壁を飛び越えて逃げ延びた。