Humanitext Reader

アッピアノス · ハンニバル戦記 §741-744

ハンニバルの夜襲撃退とカプアの降伏

14 / 19 箇所 · ギリシア語

要旨

ハンニバルは象と欺瞞を用いた夜襲でフルウィウスの陣営を攻撃するが、フルウィウスの機転によって撃退され、その結果カプアはローマに降伏する。その後、ブレッティウムのティシアで起きた離反劇とそれに対するハンニバルの報復が描かれる。

§741ὁ δʼ ἐπιτηρήσας νύκτα ἀσέληνον, καὶ χωρίον ἐν ᾧ Φούλουιος ἑσπερας τεῖχος μὲν οὐκ ἔφθανεν ἐγεῖραι, τάφρον δʼ ὀρυξάμενος καὶ διαστήματα ἀντὶ πυλῶν καταλιπὼν καὶ τὸ χῶμα προβαλὼν ἀντὶ τείχους ἡσύχαζεν, ἔς τε λόφον ὑπερκείμενον αὐτοῦ καρτερὸν ἔπεμψε λαθὼν ἱππέας, οἷς εἶρητο ἡσυχάζειν ἕως οἱ Ῥωμαῖοι τὸν λόφον ὡς ἔρημον ἀνδρῶν καταλαμβάνωσι, τοῖς δʼ ἐλέφασι τοὺς Ἰνδοὺς ἐπιβήσας ἐκέλευσεν ἐς τὸ τοῦ Φουλουίου στρατόπεδον ἐσβιάζεσθαι διά τε τῶν διαστημάτων καὶ διὰ τῶν χωμάτων, ὡς δύναιντο.
ハンニバルは月明かりのない夜を見計らい、またフルウィウスが夕方に壁を築く時間がなく、堀を掘り、門の代わりに隙間を残し、壁の代わりに土塁を前面に築いて静かに休んでいた場所を狙って、彼の上方にそびえる険しい丘へと密かに騎兵を派遣した。 その騎兵たちには、ローマ兵がその丘に人がいないと思って占領するまで静かにしているよう命じておいた。 また、象たちにはインド人の象使いを乗せ、隙間や土塁を通って、できる限りの方法でフルウィウスの陣営に力ずくで突入するよう命じた。
σαλπικτὰς δὲ αὐτοῖς καὶ βυκανητάς τινας ἐξ ὀλίγου διαστήματος ἕπεσθαι κελεύσας, προσέταξεν, ὅταν ἔνδον γένωνται, τοὺς μὲν θόρυβον πολὺν ἐγείρειν περιθέοντας, ἵνα πολλοὶ δόξωσιν εἶναι, τοὺς δε ῥωμαΐζοντας βοᾶν ὅτι Φούλουιος ὁ Ῥωμαίων στρατηγὸς κελεύει, τὸ στρατόπεδον ἐκλιπόντας, ἐπὶ τὸν ἐγγὺς λόφον ἀναπηδᾶν.
そして、彼らのすぐ後ろから何人かのラッパ手や角笛手を付き従わせ、彼らが陣営の内部に入ったときには、一方の者たちは大軍であると思わせるために走り回りながら大騒ぎを引き起こし、他方の者たちはローマの言葉を話して「ローマの将軍フルウィウスが、陣営を放棄して近くの丘へと退避するよう命じている」と叫ぶよう指示した。
τόδε μὲν ἦν τὸ στρατήγημα τοῦ Ἀννίβου, καὶ τούτων τὰ μὲν πρῶτα πάντα κατὰ νοῦν ἀπήντησεν·
これがハンニバルの計略であり、これらのうち最初の部分はすべて思い通りに運んだ。
οἵτε γὰρ ἐλέφαντες ἐσῆλθον τοὺς φύλακας καταπατήσαντες, καὶ οἱ σαλπικταὶ τὸ αὑτῶν ἐποίουν, καὶ ὁ θόρυβος Ῥωμαίοις ἐξ εὐνῆς ἀνισταμένοις ἐν μελαίνῃ νυκτὶ ἀδόκητος ἐμπεσὼν ἐπιφοβώτατος ἦν, τῶν τε ῥωμαϊζόντων ἀκούοντες ὅτι παρήγγελται φεύγειν ἐς τὸν λόφον, περὶ τοῦτʼ ἐγίγνοντο.
なぜなら象たちは番兵たちを踏みつぶして侵入し、ラッパ手たちも自らの役目を果たし、闇夜に寝床から起き上がったローマ兵たちにとって、不意に襲いかかった騒音は極めて恐ろしいものであり、ローマの言葉を話する者たちが丘へ逃げよと命じられているのを聞いて、そちらへと向かおうとしたからである。
§742Φούλουιος δὲ ἀεί τινα προσδοκῶν ἐνέδραν, καὶ τοῦτο ὑποπτεύων ἐν ἅπασι τοῖς Ἀννίβου, εἴθʼ ὑπʼ οἰκείας τότε συνέσεως, εἴτε θεολήπτῳ γνώμῃ προσπεσών, εἴτε παρʼ αἰχμαλώτου τὰ ἀκριβέστατα μαθών, τοὺς χιλιάρχους ὀξέως ἐπέστησε ταῖς ἐς τὸ λόφον ἀγούσαις ὁδοῖς, κωλύειν τοὺς διʼ αὐτῶν φερομένους, καὶ μεταδιδάσκειν ὅτι τοῦτʼ οὐχ ὁ στρατηγὸς Ῥωμαίων ἀλλʼ Ἀννίβας ἐκήρυξεν ἐνεδρεύων.
しかしフルウィウスは、常に何らかの待ち伏せを予期しており、ハンニバルのあらゆる行動においてこれを疑っていたため、それが当時の彼自身の聡明さによるものか、あるいは神に啓発された判断がひらめいたためか、もしくは捕虜から極めて正確な事実を聞き知っていたためかは定かではないが、ただちに千人隊長たちを丘へと通じる道に配置し、そこを通って逃げていく者たちを制止させ、「これはローマの将軍ではなく、待ち伏せをしているハンニバルが布告したのだ」と改めて教え込ませた。
αὐτὸς δὲ τοῖς χώμασι φυλακὰς ἀκριβεῖς ἐπιστήσας, μή τις ἔφοδος ἔξωθεν ἄλλη γένοιτο, ἐβοηδρόμει μεθʼ ἑτέρων ἀνὰ τὸ στρατόπεδον ἅπαντα ἔχειν ἀσφαλῶς, καὶ ὀλίγους τοὺς μετὰ τῶν ἐλεφάντων ἐσελθόντας εἶναι.
彼自身は、外部から他の攻撃が仕掛けられないよう、土塁に厳重な警備兵を配置し、他の者たちとともに陣営内を駆け回ってすべてが安全に保たれていることを確認し、象を伴って侵入してきた者たちは少数であると告げ知らせた。
δᾷδάς τε ἧπτε καὶ πῦρ πανταχόθεν ἤγειρε, καὶ καταφανὴς ἦν ἡ τῶν ἐσελθόντων ὀλιγότης, ὥστε αὐτῶν πάνυ καταφρονήσαντες οἱ Ῥωμαῖοι, ἐς ὀργὴν ἐκ τοῦ πρὶν δέους μεταβαλόντες, εὐμαρῶς οἷα ψιλοὺς καὶ ὀλίγους διέφθειραν.
彼は松明を灯し、いたるところで火を起こさせたので、侵入してきた者たちの少なさが一目瞭然となった。 そのため、ローマ兵たちは彼らをすっかり侮り、以前の恐怖から怒りへと転じて、軽装で少数である彼らを容易に打ち倒した。
οἱ δὲ ἐλέφαντες οὐκ ἔχοντες εὐρύχωρον οὐδὲν ἐς ἀναστροφήν, εἰλούμενοι περὶ σκηνὰς καὶ φάτνας, ἐβάλλοντο πρὸς ἁπάντων ἐπιτυχῶς διὰ τὴν στενότητα τοῦ χωρίου καὶ τὸ μέγεθος τῶν σωμάτων, μέχρι περιαλγοῦντές τε καὶ ἀγανακτοῦντες, καὶ ἐπιδραμεῖν ἐς τοὺς πολεμίους οὐκ ἔχοντες, τοὺς ἐπιβάτας σφῶν ἀπεσείοντο καὶ κατεπάτουν σὺν ὀργῇ καὶ βοῇ πάνυ ἠγριωμένοι, καὶ ἐξεπήδων ἐκ τοῦ στρατοπέδου.
一方、象たちは方向転換するための広い空間を持たず、テントや飼い葉桶の周囲で身動きが取れなくなり、場所の狭さとその体の大きさゆえに、あらゆる者から効果的に攻撃を浴びせられた。 ついにひどい痛みと憤りを感じ、敵に向かって突進することもできなくなったため、象たちは自らの乗り手たちを振り落として怒りと叫びとともに踏みつぶし、すっかり狂暴化して陣営から飛び出していった。
Φούλουιος μὲν δὴ Φλάκκος εὐσταθῶς καὶ εὐμηχάνως αἰφνιδίῳ συνενεχθεὶς ἐνέδρᾳ περιῆν τοῦ Ἀννίβου, καὶ τὸν στρατὸν περιέσωζεν ἀεὶ πεφρικότα τὰς Ἀννίβου μηχανάς·
こうしてフルウィウス・フラックスは、冷静かつ巧みに不意の待ち伏せに対処してハンニバルを破り、ハンニバルの計略を常に恐れていた軍勢を救い出したのである。
§743ὁ δʼ Ἀννίβας ἐπεὶ τῆς πείρας ἀπέτυχεν, ἐς Λευκανοὺς διελθὼν ἐχείμαζε, καὶ ἐπὶ τρυφῆς ἦν οὐ συνήθους, ἐρωμένην τε εἶχεν ἄγριος ἀνήρ.
一方ハンニバルは、この試みに失敗すると、レウカニア人の地へと移動して冬営に入ったが、そこでは普段とは異なる贅沢な生活を送り、粗野な男でありながら愛人を囲っていた。
καὶ εὐθὺς αὐτῷ κατʼ ὀλίγον ἐτρέπετο πάντα.
そしてただちに、彼にとってはあらゆる事態が少しずつ悪化していった。
Φούλουιος δʼ ἐς Καπύην πρὸς τὸν συστράτηγον ἐπανῄει, καὶ τοῖς Καπυαίοις προσέβαλλον ἄμφω καρτερῶς, ἐπειγόμενοι χειμῶνος ἑλεῖν τὴν πόλιν, ἕως Ἀννίβας ἠρεμεῖ.
フルウィウスはカプアにいる共同の将軍のもとへと戻り、両者はハンニバルが静かにしている間に、冬のうちに街を攻略しようと急いで、カプア人に対して激しく攻撃を加えた。
Καπυαῖοι δέ, τῶν τροφῶν σφᾶς ἐπιλειπουσῶν καὶ οὐδαμόθεν ἄλλων ἐπεισαγομένων, ἐνεχείρισαν ἑαυτοὺς τοῖς στρατηγοῖς·
カプア人は、食料が尽き、他からは何も運び込むことができなくなったため、将軍たちに降伏した。
ἐνεχείρισαν δὲ καὶ ὅσοι Λιβύων αὐτοὺς ἐφρούρουν, αὐτοῖς στρατηγοῖς, Ἄννωνι ἑτέρῳ καὶ Βώσταρι.
また、彼らを守備していたリビア人たちも、彼らの将軍たち、すなわち別のアンノンとボスタルとともに降伏した。
Ῥωμαῖοι δὲ τῇ μὲν πόλει φρουρὰν ἐπέστησαν, καὶ ὅσους ηὗρον αὐτομολοῦντας, χεῖρας αὐτῶν ἀπέτεμον·
ローマ人はこの都市に守備隊を配置し、脱走してきた者たちの中で見つけた者の手を切り落とした。
Λιβύων δὲ τοὺς μὲν ἐπιφανεῖς ἐς Ῥώμην ἔπεμψαν, τοὺς δὲ λοιποὺς ἀπέδοντο.
リビア人のうち身分の高い者たちはローマに送り、残りの者たちは奴隷として売却した。
καὶ Καπυαίων αὐτῶν τοὺς μὲν αἰτίους μάλιστα τῆς ἀποστάσεως ἀπέκτειναν, τῶν δʼ ἄλλων τὴν γῆν ἀφείλοντο μόνον.
そしてカプア人のうち、離反の主導者たちを処刑し、他の者たちからは土地だけを没収した。
εὔφορος δʼ ἐστὶν ἐς σῖτον ἡ περὶ τὴν Καπύην πᾶσα·
カプアの周辺一帯はすべて穀物の実りが豊かである。
πεδιὰς γάρ ἐστιν.
平野だからである。
Καπύη μὲν δὴ πάλιν ἐς Ῥωμαίους ἐπανῆκτο, καὶ μέγα τοῦτο Λιβύων ἐς τὴν Ἰταλίαν πλεονέκτημα περιῄρητο.
こうしてカプアは再びローマ人の手に戻り、イタリアにおけるリビア人のこの大きな強みが奪い去られた。
§744ἐν δὲ Βρεττίοις, οἳ μέρος εἰσὶ τῆς Ἰταλίας, ἀνὴρ ἐκ πόλεως Τισίας φρουρουμένης ὑπὸ τῶν Λιβύων, ἐθίσας ἀεί τι λῄζεσθαι καὶ φέρειν τῷ φρουράρχῳ, καὶ παρὰ τοῦτο αὐτῷ συνήθης ἐς πάντα γεγονὼς καὶ σχεδὸν συστράτηγος, ἤλγει τῶν φρουρῶν ἐς τὴν πατρίδα ὑβριζόντων συνθέμενος οὖν τῷ Ῥωμαίων στρατηγῷ, καὶ πιστὰ δοὺς καὶ λαβών, ἑκάστοτέ τινας ὡς αἰχμαλώτους ἐσῆγεν ἐς τὴν ἄκραν, καὶ τὰ ὅπλα αὐτῶν ἐσέφερεν ὡς σκῦλα.
イタリアの一部であるブレッティウムにおいて、リビア人によって守備されていたティシアという都市の男が、常に何かを略奪しては守備隊長に届けることを習慣にしており、このことから彼とあらゆる点で親しくなり、事実上の副将のようになっていたが、守備兵たちが彼の祖国に対して無道な振る舞いをすることに心を痛めていた。 そこで彼はローマの将軍と内通し、誓約を交わし合って、毎回何人かを捕虜と称して砦に連れ込み、彼らの武器を戦利品として運び込んだ。
ἐπεὶ δὲ πλέονες ἐγένοντο, ἐξέλυσεν αὐτοὺς καὶ ὥπλισε, καὶ τὴν Λιβύων φρουρὰν ἀνεῖλε, καὶ παρὰ Ῥωμαίων ἄλλην ἐσηγάγετο.
彼らの数が多くなると、彼は彼らを解放して武装させ、リビア人の守備隊を殲滅し、ローマ人から別の守備隊を呼び入れた。
Ἀννίβου δὲ οὐ πολὺ ὕστερον παροδεύοντος αὐτούς, οἱ μὲν φρουροὶ καταπλαγέντες ὑπὸ τοῦ δέους ἐξέφυγον ἐς Ῥήγιον, οἱ δὲ Τισιᾶται παρέδωκαν αὑτοὺς τῷ Ἀννίβᾳ.
しかしその後間もなく、ハンニバルが彼らの近くを通りかかると、守備隊は恐ろしさのあまり驚愕してレギオンへと逃亡し、ティシアの住民たちはハンニバルに自らを明け渡した。
καὶ ὁ Ἀννίβας τοὺς μὲν αἰτίους τῆς ἀποστάσεως ἔκαυσε, τῇ δὲ πόλει φρουρὰν ἐπέστησεν ἄλλην.
するとハンニバルは離反の責任者たちを焼き殺し、都市に別の守備隊を配置した。

語釈・文法注

  1. §741ἐπιτηρήσας νύκτα ἀσέληνον, καὶ χωρίον ἐν ᾧ — 分詞 ἐπιτηρήσας の目的語として、対格の名詞句 νύκτα ἀσέληνον(月明かりのない夜)と、関係節 ἐν ᾧ... に導かれる場所を表す名詞 χωρίον(場所)が、等位接続詞 καὶ によって並列されている。
  2. §741οὐκ ἔφθανεν ἐγεῖραι — 動詞 φθάνω と不定詞の組み合わせで「〜するのが間に合わない」「〜するより前に〜する」を意味する。ここでは、夕方の時間内にフルウィウスが壁を築き上げることができなかったという時間的切迫を示している。
  3. §742θεολήπτῳ γνώμῃ προσπεσών — アオリスト活性分詞 προσπεσών(主語のフルウィウスと一致)が、手段または性質を示す与格の男性名詞句 θεολήπτῳ γνώμῃ と結びつき、「神に啓発された判断(考え)に至って」あるいは「神に掴まれた心によって」という意味を表す。
  4. §743ἐτρέπετο πάντα — 自動詞(中受動相)τρέπω の未完了過去で、事態が変化・転向することを示す。前後の文脈(直前に不慣れな贅沢や愛人に溺れる描写があり、直後にカプアの降伏が続く)から、ハンニバルにとって万事が「徐々に悪化していった」とする解釈が最も合理的である。
  5. §744ἐθίσας ἀεί τι λῄζεσθαι — 他動詞 ἐθίζω(習慣づける)のアオリスト分詞能動 ἐθίσας が、再帰代名詞を省略した形で「自ら習慣にして」「〜を習慣として」という自動詞的・中動態的意味で用いられている。

この箇所を引用する

アッピアノス, ハンニバル戦記 §741-744. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0551.tlg008.humanitext-grc2:741-744

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。