§11ὅσα δὲ Ἀννίβας ὁ Καρχηδόνιος ἐξ Ἰβηρίας ἐς Ἰταλίαν ἐσβαλών, ἑκκαίδεκα ἔτεσιν οἷς ἐπέμεινε πολεμῶν, ἔδρασέ τε καὶ ἔπαθεν ὑπὸ Ῥωμαίων, ἕως αὐτὸν Καρχηδόνιοί τε κινδυνεύοντες περὶ τῇ πόλει ἐπὶ τὰ σφέτερα μετεπέμψαντο καὶ Ῥωμαῖοι τῆς Ἰταλίας ἐξήλασαν, ἥδε ἡ γραφὴ δηλοῖ.
カルタゴ人ハンニバルがイベリアからイタリアに侵入し、とどまって戦った十六年間に何を行い、ローマ人から何を被ったか、そしてついに彼をカルタゴ人たちが市の危機に際して自国へ召喚し、ローマ人がイタリアから追い出すに至るまでについては、この書が明らかにする。
ἥ τις δὲ τῷ Ἀννίβᾳ γέγονε τῆς ἐσβολῆς αἰτία τε ἀληθὴς καὶ πρόφασις ἐς τὸ φανερόν, ἀκριβέστατα μὲν ἐν τῇ Ἰβηρικῇ συγγραφῇ δεδήλωται, συγγράψω δὲ καὶ νῦν ὅσον ἐς ἀνάμνησιν.
ハンニバルにとってこの侵入の真の理由、および表向きの口実が何であったかについては、イベリア書において極めて正確に示されているが、今も記憶を呼び起こすために必要なだけ記そう。
§12Ἀμίλχαρ ᾧ Βάρκας ἐπικλησις ἦν, Ἀννίβου τοῦδε πατήρ, ἐστρατήγει Καρχηδονίων ἐν Σικελίᾳ, ὅτε Ῥωμαῖοι καὶ Καρχηδόνιοι περὶ αὐτῆς ἀλλήλοις ἐπολέμουν.
バルカとあだ名されたアミルカル、このハンニバルの父は、ローマ人とカルタゴ人がシケリアをめぐって互いに戦っていたとき、シケリアでカルタゴの将軍を務めていた。
δόξας δὲ πρᾶξαι κακῶς ὑπὸ τῶν ἐχθρῶν ἐδιώκετο, καὶ δεδιὼς ἔπραξεν ἐς τοὺς Νομάδας αἱρεθῆναι στρατηγὸς πρὸ τῶν εὐθυνῶν.
しかし、不首尾に終わったとみなされて政敵から告発され、恐れた彼は、会計監査の前にヌミディア人に対する将軍に選出されるよう取り計らった。
γενόμενος δὲ χρήσιμος ἐν τῷδε, καὶ τὴν στρατιὰν θεραπεύσας ἁρπαγαῖς καὶ δωρεαῖς, ἤγαγεν ἄνευ τοῦ κοινοῦ Καρχηδονίων ἐπὶ Γάδειρα, καὶ ἐπέρασε τὸν πορθμὸν ἐς Ἰβηρίαν, ὅθεν λάφυρα πολλὰ διέπεμπεν ἐς Καρχηδόνα, θεραπεύων τὸ πλῆθος, εἰ δύναιτο μὴ χαλεπαίνειν αὐτῷ τῆς στρατηγίας τῆς ἐν Σικελίᾳ, χώραν δʼ αὐτοῦ κατακτωμένου πολλὴν κλέος τε μέγα ἦν, καὶ Καρχηδονίοις ἐπιθυμία πάσης Ἰβηρίας ὡς εὐμαροῦς ἔργου.
ここで有能さを示し、また略奪品や贈り物で兵士たちを手なづけると、カルタゴの民会の許可なくガデイラへと率い、海峡を渡ってイベリアへ入った。 そこから多くの戦利品をカルタゴへ送り、シケリアでの将軍職について民衆が自分に腹を立てないようにと懐柔した。 彼がその地の多くを獲得すると大きな名声が生まれ、カルタゴ人にはイベリア全土が容易な仕事であるかのように手に入れたいという欲望が生じた。
Ζακανθαῖοι δέ, καὶ ὅσοι ἄλλοι Ἕλληνες ἐν Ἰβηρίᾳ, καταφεύγουσιν ἐπὶ Ῥωμαίους, καὶ γίγνεται Καρχηδονίοις ὅρος Ἰβηρίας, μὴ διαβαίνειν τὸν Ἴβηρα ποταμόν·
ザカンテア人およびイベリアにいる他のギリシア人たちはローマ人に助けを求め、カルタゴ人にとってイベリアにおける境界はイベロス川を越えないことと定められた。
καὶ τόδε ταῖς Ῥωμαίων καὶ Καρχηδονίων σπονδαῖς ἐνεγράφη.
そしてこのことがローマ人とカルタゴ人の条約に書き込まれた。
ἐπὶ δὲ τούτῳ Βάρκας μὲν τὴν ὑπὸ Καρχηδονίοις Ἰβηρίαν καθιστάμενος ἔν τινι μάχῃ πεσὼν ἀποθνήσκει, καὶ στρατηγὸς Ἀσδρούβας ἐπʼ αὐτῷ γίγνεται, ὃς ἐκήδευε τῷ Βάρκᾳ.
これに続いて、バルカはカルタゴ配下のイベリアを平定していたが、ある戦闘で戦死し、彼の後に彼の娘婿であったハスドルバルが将軍となった。
καὶ τόνδε μὲν κτείνει θεράπων ἐν κυνηγεσίοις, οὗ τὸν δεσπότην ἀνῃρήκει.
そしてこのハスドルバルを、ある従者が狩猟中に殺害した。 その主君をハスドルバルが殺していたからである。
§13τρίτος δὲ ἐπὶ τοῖσδε στρατηγὸς Ἰβήρων ὑπὸ τῆς στρατιᾶς ἀποδείκνυται, φιλοπόλεμος καὶ συνετὸς εἶναι δοκῶν, Ἀννίβας ὅδε, Βάρκα μὲν υἱὸς ὤν, Ἀσδρούβου δὲ τῆς γυναικὸς ἀδελφός, νέος δὲ κομιδῇ, καὶ ὡς μειράκιον ἔτι τῷ πατρὶ καὶ τῷ κηδεστῇ συνών.
これらに続く三人目のイベリアの将軍として、軍隊によって任命されたのが、好戦的で思慮深いとみなされていたこのハンニバルであった。 彼はバルカの息子であり、ハスドルバルの妻の兄弟であって、きわめて若く、まだ少年のころから父や義兄とともに行動していた。
καὶ ὁ δῆμος ὁ Καρχηδονίων αὐτῷ τὴν στρατηγίαν ἐπεψήφισεν.
そしてカルタゴの民衆も、彼に対する将軍職を承認した。
οὕτω μὲν Ἀννίβας, περὶ οὗ τάδε συγγράφω, γίγνεται στρατηγὸς Καρχηδονίων ἐπʼ Ἴβηρσι·
こうして、私がこれより記すハンニバルが、イベリアにおけるカルタゴ人の将軍となった。
τῶν δʼ ἐχθρῶν τῶν Βάρκα τε καὶ Ἀσδρούβου τοὺς φίλους τοὺς ἐκείνων διωκόντων, καὶ Ἀννίβου τοῦδε καταφρονούντων ὡς ἔτι νέου, ἀρχὴν εἶναι τοῦθʼ ὁ Ἀννίβας ἐφʼ ἑαυτὸν ἡγούμενος, καὶ νομίζων οἱ τὸ ἀσφαλὲς ἐκ τῶν τῆς πατρίδος φόβων περιέσεσθαι, ἐς πόλεμον αὐτοὺς μέγαν ἐμβαλεῖν ἐπενόει.
しかし、バルカとハスドルバルの政敵たちが彼らの友人たちを追及し、またこのハンニバルをまだ若いとして侮っていたため、ハンニバルはこれが自分に対する攻撃の始まりであると考え、祖国における恐怖から自らの安全を得ることができると信じて、彼らを大戦争に巻き込むことを企てた。
ὑπολαβὼν δʼ, ὥσπερ ἦν, τὸ Ῥωμαίοις ἐπιχειρῆσαι χρόνιόν τε Καρχηδονίοις ἔσεσθαι, καὶ μεγάλην αὐτῷ δόξαν, εἰ καὶ τύχοι πταίσας, τό γε ἐγχείρημα οἴσειν, λεγόμενος δὲ καὶ ὑπὸ τοῦ πατρὸς ἐπὶ βωμῶν ἔτι παῖς ὁρκωθῆναι Ῥωμαίοις ἐπιβουλεύων οὔ ποτʼ ἐκλείψειν, ἐπενόει παρὰ τὰς σπονδὰς τὸν Ἴβηρα διαβῆναι, καὶ παρεσκεύαζέ τινας ἐς πρόφασιν κατηγορεῖν Ζακανθαίων.
ローマ人への攻撃は、その通りであったが、カルタゴ人にとって長期に及ぶものとなり、また自分にとっては、たとえ失敗したとしても、その企て自体が大きな名声をもたらすであろうと考えた。 また、まだ子供のころに父によって祭壇において、ローマ人に対する敵意を生涯決して捨てないと誓わされたと言われていることもあり、条約に反してイベロス川を渡ることを企て、ザカンテア人を告発する口実を作るためにある者たちを準備した。
γράφων τε ταῦτα συνεχῶς ἐς Καρχηδόνα, καὶ προστιθεὶς ὅτι Ῥωμαῖοι κρύφα τὴν Ἰβηρίαν αὐτῶν ἀφιστᾶσιν, ἔτυχε παρὰ Καρχηδονίων πράσσειν ὅ τι δοκιμάσειεν.
そしてこれらのことを絶えずカルタゴへ書き送り、ローマ人が密かに彼らのイベリアを離反させようとしていると付け加え、自分が正しいと思うことを行う許可をカルタゴ人から得た。
ὁ μὲν δὴ τὸν Ἴβηρα διαβὰς τὴν Ζακανθαίων πόλιν ἡβηδὸν διέφθειρε, Ῥωμαίοις δὲ καὶ Καρχηδονίοις ἐπὶ τῷδε ἐλέλυντο αἱ σπονδαὶ αἱ γενόμεναι αὐτοῖς μετὰ τὸν πόλεμον τὸν ἐν Σικελίᾳ.
そこで彼はイベロス川を渡り、ザカンテア人の市を根こそぎ破壊した。 これによりローマ人とカルタゴ人の間で、シケリアでの戦争の後に結ばれた条約は破棄された。
§14Ἀννίβας δὲ ὅσα μὲν αὐτὸς καὶ οἱ μετʼ αὐτὸν ἄλλοι Καρχηδονίων τε καὶ Ῥωμαίων στρατηγοὶ περὶ Ἰβηρίαν ἔπραξαν, ἡ Ἰβηρικὴ γραφὴ δηλοῖ·
ハンニバル自身やその後のカルタゴ人およびローマ人の将軍たちがイベリアにおいて何を行ったかは、イベリア書が示している。
ἐπιλεξάμενος δὲ Κελτιβήρων τε καὶ Λιβύων καὶ ἑτέρων ἐθνῶν ὅτι πλείστους, καὶ τὰ ἐν Ἰβηρίᾳ παραδοὺς Ἀσδρούβᾳ τῷ ἀδελφῷ, τὰ Πυρηναῖα ὄρη διέβαινεν ἐς τὴν Κελτικὴν τὴν νῦν λεγομένην Γαλατίαν, ἄγων πεζοὺς ἐνακισμυρίους καὶ ἱππέας ἐς δισχιλίους ἐπὶ μυρίοις καὶ ἐλέφαντας ἑπτὰ καὶ τριάκοντα.
しかし、彼はケルティベリア人やリビア人、その他の諸民族からできるだけ多くの者を選び抜き、イベリアの事柄を兄弟のハスドルバルに委ねると、ピレネー山脈を越えて、現在ガリアと呼ばれるケルティカへと向かい、歩兵九万、騎兵一万二千、そして象三十七頭を率いた。
Γαλατῶν δὲ τοὺς μὲν ὠνούμενος, τοὺς δὲ πείθων, τοὺς δὲ καὶ βιαζόμενος, διώδευε τὴν χώραν.
ガリア人たちのうち、ある者たちを買収し、ある者たちを説得し、またある者たちには力づくで臨みながら、その地を通過した。
ἐλθὼν δὲ ἐπὶ τὰ Ἄλπεια ὄρη, καὶ μηδεμίαν μήτε δίοδον μήτε ἄνοδον εὑρών (ἀπόκρημνα γάρ ἐστιν ἰσχυρῶς), ἐπέβαινε κἀκείνοις ὑπὸ τόλμης, κακοπαθῶν χιονος τε πολλῆς οὔσης καὶ κρύους, τὴν μὲν ὕλην τέμνων τε καὶ κατακαίων, τὴν δὲ τέφραν σβεννὺς ὕδατι καὶ ὄξει, καὶ τὴν πέτραν ἐκ τοῦδε ψαφαρὰν γιγνομένην σφύραις σιδηραῖς θραύων, καὶ ὁδὸν ποιῶν ἣ καὶ νῦν ἐστιν ἐπὶ τῶν ὀρῶν ἐντριβὴς καὶ καλεῖται δίοδος Ἀννίβου.
そしてアルプス山脈に至ったが、通路も登り道も見出せなかったため(というのも極めて険しかったからである)、勇気をもってそこを登り始め、多くの雪と寒さに苦しみながら、森を伐採しては燃やし、その灰を水と酢で消し、これによって脆くなった岩を鉄の槌で砕き、山の上に今なお使われている道を作り、それは「ハンニバルの通路」と呼ばれている。
τῶν δὲ τροφῶν αὐτὸν ἐπιλειπουσῶν ἠπείγετο μέν, ἔτι λανθάνων ὅτι καὶ πάρεστιν ἐς τὴν Ἰταλίαν, ἕκτῳ δὲ μόλις ἀπὸ τῆς ἐξ Ἰβήρων ἀναστάσεως μηνί, πλείστους ἀποβαλών, ἐς τὸ πεδίον ἐκ τῶν ὀρῶν κατέβαινε.
食糧が尽きかけていたため、彼は自分がイタリアに到着することすらまだ気付かれないよう急いだが、イベリアからの出発からかろうじて六ヶ月目に、極めて多くの者を失いながらも、山から平原へと下りて行った。