Humanitext Reader

阿庇安 · 高卢人史 §I

凯尔特人的入侵与历代罗马将领的抵御

第 1 段,共 4 段 · 希腊语

内容简介

总结了卡米卢斯、马略和凯撒等历代罗马将领对凯尔特人、高卢人和日耳曼人各部落的战争与征服历史。

§I"Κελτοὶ Ῥωμαίοις ἐπεχείρησαν πρῶτοι, καὶ τὴν Ῥώμην εἷλον ἄνευ τοῦ Καπιτωλίου, καὶ ἐμπεπρήκασιν.
凯尔特人首先向罗马人发动进攻,占领了除卡皮托林以外的罗马城,并放火烧毁之。
Κάμιλλος δὲ αὐτοὺς ἐνίκησε καὶ ἐξήλασε, καὶ μετὰ χρόνον ἐπελθόντας αὖθις ἐνίκησε, καὶ ἐθριάμβευσεν ἀπʼ αὐτῶν ὀγδοήκοντα γεγονὼς ἔτη.
但卡米卢斯击败并驱逐了他们,并在一段时间后他们再次入侵时,再次击败了他们,并在八十岁时因战胜他们而举行了凯旋式。
καὶ τρίτη δὲ Κελτῶν στρατιὰ ἐμβέβληκεν ἐς τὴν Ἰταλίαν, ἣν καὶ αὐτὴν οἱ Ῥωμαῖοι διεφθάρκασιν ὑφʼ ἡγεμόνι Τίτῳ Κοϊντίῳ.
的确,第三支凯尔特人军队也入侵了意大利,罗马人在统帅提图斯·昆克蒂乌斯的率领下也将他们彻底击败。
μετὰ δὲ ταῦτα Βοιοί, Κελτικὸν ἔθνος θηριωδέστατον, ἐπῆλθε Ῥωμαίοις, καὶ αὐτοῖς Γάϊος Σουλπίκιος δικτάτωρ μετὰ στρατιᾶς ἀπήντα, ὅς τις καὶ στρατηγήματι τοιούτῳ χρήσασθαι λέγεται· ἐκέλευσε γὰρ τοὺς ἐπὶ τοῦ μετώπου τεταγμένους ἐξακοντίσαντας ὁμοῦ συγκαθίσαι τάχιστα, μέχρι βάλωσιν οἱ δεύτεροι καὶ τρίτοι καὶ τέταρτοι, τοὺς δʼ ἀφιέντας ἀεὶ συνίζειν, ἵνα μὴ κατʼ αὐτῶν ἐνεχθείη τὰ δόρατα· βαλόντων δὲ τῶν ὑστάτων ἀναπηδᾶν ἅπαντας ὁμοῦ, καὶ σὺν βοῇ τάχιστα ἐς χεῖρας ἰέναι· καταπλήξειν γὰρ ὧδε τοὺς πολεμίους τοσῶνδε δοράτων ἄφεσιν καὶ ἐπʼ αὐτῇ ταχεῖαν ἐπιχείρησιν.
此后,最野蛮的凯尔特部落波伊人袭击了罗马人,独裁官盖乌斯·苏尔皮基乌斯率军迎击,据说他使用了如下的战术:因为他命令部署在前排的人,一旦掷出标枪,就立刻一同蹲下,直到第二、第三和第四排的人投掷,而投掷过的人要一直俯身,免得长枪击中他们;当最后一排投掷完毕后,所有人要一同跃起,伴随着呐喊尽快投入肉搏战;因为这样一来,通过投掷如此多的长枪以及紧随其后的迅速冲锋,必能使敌人陷入恐慌。
τὰ δὲ δόρατα ἦν οὐκ ἀπεοικότα ἀκοντίοις· ἃ Ῥωμαῖοι καλοῦσιν ὑσσούς, ξύλου τετραγώνου τὸ ἥμισυ, καὶ τὸ ἄλλο σιδήρου, τετραγώνου καὶ τοῦδε καὶ μαλακοῦ χωρίς γε τῆς αἰχμῆς.
这些长枪与投枪并无二致,罗马人称之为“皮鲁姆(hyssoi)”,其一半是四方形的木头,另一半是铁,铁的部分也是四方形且质地柔软,只有尖端除外。
καὶ οἱ Βοιοὶ οὖν ὑπὸ Ῥωμαίων τότε ἐφθάρησαν πανστρατιᾷ.
因此,波伊人当时被罗马人全军歼灭。
ἄλλους δὲ πάλιν Κελτοὺς ἐνίκα Ποπίλλιος, καὶ μετʼ ἐκεῖνον τοὺς αὐτοὺς Κάμιλλος ὁ τοῦ Καμίλλου υἱός.
随后,波皮利乌斯再次击败了其他凯尔特人,在他之后,卡米卢斯(卡米卢斯之子)也击败了同一个敌人。
ἔστησε δὲ κατὰ Κελτῶν καὶ Πάππος Αἰμίλιος τρόπαια.
帕普斯·埃米利乌斯也因战胜凯尔特人而树立了战胜纪念碑。
πρὸ δὲ τῶν τοῦ Μαρίου ὑπατειῶν πλεῖστόν τι καὶ μαχιμώτατον, τῇ τε ἡλικίᾳ μάλιστα φοβερώτατον χρῆμα Κελτῶν ἐς τὴν Ἰταλίαν τε καὶ Γαλατίαν ἐσέβαλε, καί τινας ὑπάτους Ῥωμαίων ἐνίκησε καὶ στρατόπεδα κατέκοψεν· ἐφʼ οὓς ὁ Μάριος ἀποσταλεὶς ἅπαντας διέφθειρε.
在马略担任执政官之前,一支数量极多、极其好战且在年龄上最令人畏惧的凯尔特人庞大势力入侵了意大利和高卢,击败了数名罗马执政官并重创了他们的军队;马略被派去对抗他们,将他们全数消灭。
τελευταῖα δὲ καὶ μέγιστα τῶν ἐς Γαλάτας Ῥωμαίοις πεπραγμένων ἐστὶ τὰ ὑπὸ Γαΐῳ Καίσαρι στρατηγοῦντι γενόμενα.
罗马人对抗高卢人最后且最伟大的功绩,是在将领盖乌斯·凯撒统帅下取得的。
μυριάσι τε γὰρ ἀνδρῶν ἀγρίων, ἐν τοῖς δέκα ἔτεσιν ἐν οἷς ἐστρατήγησεν, ἐς χεῖρας ἦλθον, εἴ τις ὑφʼ ἓν τὰ μέρη συναγάγοι, τετρακοσίων πλείοσι, καὶ τούτων ἑκατὸν μὲν ἐζώγρησαν, ἑκατὸν δʼ ἐν τῷ πόνῳ κατέκανον.
因为在凯撒统帅的十年间,如果有人把各部分合而为一,他们与超过四百万的凶悍男子交战,并俘虏了其中一百万,在战斗中斩杀了一百万。
ἔθνη δὲ τετρακόσια καὶ πόλεις ὑπὲρ ὀκτακοσίας, τὰ μὲν ἀφιστάμενα σφῶν, τὰ δὲ προσεπιλαμβάνοντες, ἐκρατύναντο.
他们征服了四百个部族和八百多个城市,其中一些是叛离他们的,另一些是他们新占领的。
πρὸ δὲ τοῦ Μαρίου καὶ Φάβιος Μάξιμος ὁ Αἰμιλιανός, ὀλίγην κομιδῇ στρατιὰν ἔχων, ἐπολέμησε τοῖς Κελτοῖς, καὶ δώδεκα μυριάδας αὐτῶν ἐν μιᾷ μάχῃ κατέκανε, πεντεκαίδεκα μόνους τῶν ἰδίων ἀποβαλών.
在马略之前,法比乌斯·马克西姆斯·埃米利亚努斯也仅凭极少数的军队与凯尔特人作战,在一次战役中斩杀了他们十二万人,而己方仅损失了十五人。
καὶ ταῦτα μέντοι ἔπραξε πιεζόμενος ὑπὸ τραύματος ὑπογυίου, καὶ τὰ τάγματα ἐπιὼν καὶ παραθαρρύνων, καὶ διδάσκων ὅπως τοῖς βαρβάροις πολεμητέον, τὰ μὲν ἐπʼ ἀπήνης φερόμενος, τὰ δὲ καὶ βάδην χειραγωγούμενος.
而且他是在深受新伤折磨的情况下完成这一壮举的,他巡视军团并鼓舞士气,传授如何与蛮族作战,时而乘马车前行,时而由人搀扶着步行。
Καῖσαρ δὲ πολεμήσας αὐτοῖς πρῶτον μὲν Ἑλουητίους καὶ Τιγυρίους ἀμφὶ τὰς εἴκοσι μυριάδας ὄντας ἐνίκησεν.
凯撒与他们作战,首先击败了赫尔维蒂人和提古里尼人,他们大约有二十万人。
οἱ Τιγύριοι δʼ αὐτῶν χρόνῳ ἔμπροσθεν Πίσωνος καὶ Κασσίου τινὰ στρατὸν ἑλόντες ὑπὸ ζυγὸν ἐξεπεπόμφεσαν, ὡς ἐν χρονικαῖς συντάξεσι δοκεῖ Παύλῳ τῷ Κλαυδίῳ.
在较早的时候,提古里尼人曾俘获了皮索和卡西乌斯的一支军队并令其从轭下通过,正如保卢斯·克劳狄乌斯的年代记所载。
τοὺς μὲν οὖν Τιγυρίους ὑποστράτηγος αὐτοῦ Λαβιηνὸς ἐνίκησε, τοὺς δὲ ἄλλους ὁ Καῖσαρ, καὶ Τρικούρους ἀμύνοντας σφίσιν, ἔπειτα τοὺς μετʼ Ἀριοουίστου Γερμανούς, οἳ καὶ τὰ μεγέθη μείζους τῶν μεγίστων ὑπῆρχον καὶ τὸ ἦθος ἄγριοι καὶ τὴν τόλμαν θρασύτατοι, καὶ θανάτου καταφρονηταὶ διʼ ἐλπίδα ἀναβιώσεως, καὶ κρύος ὁμοίως ἔφερον θάλπει, καὶ πόᾳ ἐχρῶντο παρὰ τὰς ἀπορίας τροφῇ, καὶ ὁ ἵππος ξύλοις.
于是,凯撒的副将拉比埃努斯击败了提古里尼人,而凯撒击败了其余的人,以及协助他们的特里库里人;接着,他又击败了阿里奥维斯图斯率领的日耳曼人,这些人的身材比最高大的人还要高大,性格狂暴,胆大妄为,因有复生的希望而蔑视死亡,同样能耐寒暑,在食物匮乏时以草为食,给马喂食木头。
ἦσαν δέ, ὡς ἔοικεν, οὐ φερέπονοι ἐν ταῖς μάχαις, οὐδὲ λογισμῷ ἢ ἐπιστήμῃ τινὶ ἀλλὰ θυμῷ χρώμενοι καθάπερ θηρία, διὸ καὶ ὑπὸ τῆς Ῥωμαίων ἐπιστήμης καὶ φερεπονίας ἡσσῶντο.
他们在战斗中似乎缺乏耐力,不凭借理性或任何技巧,而是像野兽一样凭着狂怒作战,因此被罗马人的技巧和耐力击败。
οἱ μὲν γὰρ μετὰ ὁρμῆς βαρυτάτης ἐπεπήδων αὐτοῖς, καὶ ὅλην ὁμοῦ τὴν φάλαγγα ἀνεώθουν· Ῥωμαῖοι δʼ ὑπέμενον ἐν τάξει, καὶ κατεστρατήγουν αὐτούς, καὶ ὀκτακισμυρίους αὐτῶν τελευτῶντες ἀπέκτειναν.
因为他们以极猛烈的势头冲向罗马人,并一度将整个方阵往后推;但罗马人保持队列坚守岗位,以智谋战胜了他们,最终杀死了他们中的八万人。
μετὰ τούτους ὁ Καῖσαρ τοῖς καλουμένοις Βέλγαις ἐπιπεσὼν ποταμόν τινα περῶσι, τοσούτους ἀπέκτεινεν ὡς τὸν ποταμὸν γεφυρωθέντα τοῖς σώμασι περᾶσαι.
在这些人之后,凯撒袭击了正渡过某条河流的、被称为比利时人的部落,斩杀了如此多的人,以至于他是踩着由尸体架成的桥渡过河的。
Νέρβιοι δὲ αὐτὸν ἐτρέψαντο, ἄρτι στρατόπεδον ἐξ ὁδοιπορίας κατασκευάζοντι αἰφνιδίως ἐπιπεσόντες, καὶ παμπόλλους ἐφόνευσαν, τοὺς δὲ ταξιάρχας καὶ λοχαγοὺς ἅπαντας· καὶ αὐτὸν ἐκεῖνον ἐς λόφον τινὰ μετὰ τῶν ὑπασπιστῶν πεφευγότα περιέσχον κύκλῳ.
但内尔维人乘他在行军后刚刚建立营地时突然发动袭击,将他击退,并杀戮了极多的人,以及所有的部将和百夫长;他们将退避到某座山丘上且仅有卫兵护卫的凯撒本人包围起来。
ὑπὸ δὲ τοῦ δεκάτου τάγματος αὐτοῖς ἐξόπισθεν ἐπιπεσόντος ἐφθάρησαν, ἑξακισμύριοι ὄντες.
但由于第十军团从后方袭击了他们,这支六万人的军队被全歼。
ἦσαν δὲ τῶν Κίμβρων καὶ Τευτόνων ἀπόγονοι.
他们是金布里人和特奥托尼人的后裔。
ἐκράτησε δὲ καὶ Ἀλλοβρίγων ὁ Καῖσαρ.
凯撒也征服了阿洛布罗基人。
Οὐσιπετῶν δὲ καὶ Ταγχαρέων τεσσαράκοντα μυριάδες, στρατεύσιμοί τε καὶ ἀστράτευτοι, συνεκόπησαν.
乌西佩特人和坦克特里人的四十万人,无论男女老幼,尽遭屠杀。
Σούκαμβροι δὲ πεντακοσίοις ἱππεῦσι τοὺς πεντακισχιλίους ἱππεῖς τοῦ Καίσαρος ἔτρεψαν, ἐξαίφνης ἐπιπεσόντες, καὶ δίκην ἔδοσαν ἡττηθέντες μετὰ ταῦτα.
苏甘布里人仅凭五百名骑兵就击退了凯撒的五千名骑兵,因为他们是突然袭击的,但此后他们战败并付出了代价。
ἐπέρασε καὶ τὸν Ῥῆνον πρῶτος Ῥωμαίων ὁ Καῖσαρ, καὶ ἐς τὴν Βρεττανίδα νῆσον, ἠπείρου τε μείζονα οὖσαν μεγίστης καὶ τοῖς τῇδε ἀνθρώποις ἄγνωστον ἔτι.
凯撒还是罗马人中第一个渡过莱茵河的人,并渡海到了不列颠岛,该岛比最大的陆地还要大,且对当地的人们来说仍然是未知的。
ἐπέρασε δὲ κατὰ τὸν καιρὸν τῆς ἀμπώτεως· ἄρτι γὰρ τὸ πάθος ἥπτετο τῆς θαλάσσης, καὶ ὁ στόλος ἐσαλεύετο, ἠρέμα πρῶτον, εἶτα ὀξύτερον, μέχρι σὺν βιαίῳ τάχει διέπλευσεν ὁ Καῖσαρ ἐς τὴν Βρεττανίαν. "
他在落潮时渡海;因为海洋的这种现象刚刚开始起作用,舰队在摇晃,起初很轻微,接着更加剧烈,直到凯撒以极快的速度航行到了不列颠。

词汇与语法注释

  1. 1ἵνα μὴ κατʼ αὐτῶν ἐνεχθείη τὰ δόρατα — 目的从句(ἵνα μή)中使用了祈愿语气。由于主句动词为过去时(ἐκέλευσε),根据历史时态的顺应规则,这里选用了祈愿语气(ἐνεχθείη,φέρω 的不定过去时被动)而非虚拟语气。
  2. 1καταπλήξειν γὰρ ὧδε τοὺς πολεμίους τοσῶνδε δοράτων ἄφεσιν... — 间接引语中的将来时不定式,表达独裁官苏尔皮基乌斯的战术意图或想法。该不定式的生格主语为宾格短语 τοσῶνδε δοράτων ἄφεσιν καὶ ἐπʼ αὐτῇ ταχεῖαν ἐπιχείρησιν(投掷如此多的长枪以及紧随其后的迅速冲锋),动词为将来时不定式 καταπλήξειν,宾格宾语为 τοὺς πολεμίους。
  3. 2μυριάσι τε γὰρ ἀνδρῶν ἀγρίων... ἐς χεῖρας ἦλθον... τετρακοσίων πλείοσι — 动词短语 ἐς χεῖρας ἔρχομαι(进行肉搏、交战)支配与之交战的对象(与格)。此处表示数量“万”的与格 μυριάσι 与比较级与格 πλείοσι 以及作为比较对象的属格数词 τετρακοσίων 结合,形成了“超过四百万(野蛮男子)”的意思。
  4. 3καὶ ὁ ἵππος ξύλοις — 动词省略结构。承接前一个分句 καὶ πόᾳ ἐχρῶντο...,省略了动词 ἐχρῶντο(在此处与单数主语 ὁ ἵππος 一致,理解为单数 ἐχρῆτο)。与格 ξύλοις(木头)是动词 χράομαι 的宾语。

引用这一段

阿庇安, 高卢人史 §I. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0551.tlg005.humanitext-grc2:I

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。