§9.10.1οὐκ ἐκ τῶν ἔξω κοσμεῖται πόλις, ἀλλʼ ἐκ τῆς τῶν οἰκούντων ἀρετῆς.
城市并非因外部事物而增辉,而是因居民的德行而彰显。
§9.10.2ἐκρίθη μὲν οὖν διὰ τοῦτο τοῖς Ῥωμαίοις τὰ προειρημένα μετακομίζειν εἰς τὴν ἑαυτῶν πατρίδα καὶ μηδὲν ἀπολιπεῖν·
因此,罗马人决定将上述物品移运至自己的祖国,不留下一件。
§9.10.3πότερα δʼ ὀρθῶς τοῦτο καὶ συμφερόντως αὑτοῖς ἔπραξαν ἢ τἀναντία, πολὺς ἂν εἴη λόγος, πλείων γε μὴν εἰς τὸ μὴ δεόντως σφίσι πεπρᾶχθαι μηδʼ ἀκμὴν νῦν πράττεσθαι τοῦτο τοὔργον.
然而,他们这样做对自己而言是正确且有益,还是恰恰相反,这大可讨论,但更多的论据则倾向于:此举对他们来说是不妥当的,且即便在今天也不应效法。
§9.10.4εἰ μὲν γὰρ ἐκ τοιούτων ὁρμηθέντες προεβίβασαν τὴν πατρίδα, δῆλον ὡς εἰκότως ταῦτα μετέφερον εἰς τὴν οἰκείαν, διʼ ὧν ηὐξήθησαν.
因为,如果他们最初是依靠这些东西来壮大祖国的,那么他们自然应当将这些使他们得以强盛的东西运回本国。
§9.10.5εἰ δʼ ἁπλουστάτοις χρώμενοι βίοις καὶ πορρωτάτω τῆς ἐν τούτοις περιττότητος καὶ πολυτελείας ἀφεστῶτες ὅμως ἐπεκράτουν τούτων αἰεὶ παρʼ οἷς ὑπῆρχε πλεῖστα καὶ κάλλιστα τὰ τοιαῦτα, πῶς οὐ νομιστέον εἶναι τὸ γινόμενον ὑπʼ αὐτῶν ἁμάρτημα;
但如果他们过着极度简朴的生活,与这些事物的奢华和过剩相距最远,却依然总是战胜那些拥有最多、最美此类物品的人,那么怎能不认为他们所做的是一个错误呢?
§9.10.6τὸ γὰρ ἀπολιπόντας τὰ τῶν νικώντων ἔθη τὸν τῶν ἡττωμένων ζῆλον ἀναλαμβάνειν, προσεπιδραττομένους ἅμα καὶ τὸν ἐξακολουθοῦντα τοῖς τοιούτοις φθόνον, ὃ πάντων ἐστὶ φοβερώτατον ταῖς ὑπεροχαῖς, ὁμολογούμενον ἂν εἴποι τις εἶναι τῶν πραττόντων παράπτωμα.
因为抛弃战胜者的习惯而采纳战败者的狂热,同时又攫取伴随这些事物而来的嫉妒(这对处于支配地位者而言是最可怕的事),这无疑是行为者的过失。
§9.10.7οὐ γὰρ οὕτως ὁ θεώμενος οὐδέποτε μακαρίζει τοὺς τἀλλότρια κεκτημένους, ὡς ἐν τῷ φθονεῖν ἅμα καί τις ἔλεος αὐτὸν ὑποτρέχει τῶν ἐξ ἀρχῆς ἀποβαλόντων.
因为旁观者绝不会因他人占有不属于自己的东西而赞美他们,反而在嫉妒的同时,会对最初失去这些东西的人产生某种怜悯之情。
§9.10.8ἐπὰν δὲ καὶ προβαίνῃ τὰ τῆς εὐκαιρίας καὶ πάντα συνάγῃ πρὸς αὑτὸν τὰ τῶν ἄλλων, καὶ ταῦτα συγκαλῇ τρόπον τινὰ τοὺς ἐστερημένους ἐπὶ θέαν, διπλάσιον γίνεται τὸ κακόν.
而当好运不断发展,将他人的一切物品都聚集在自己这里,并在某种程度上召集那些被剥夺者前来观看时,这种弊端便加倍了。
§9.10.9οὐ γὰρ ἔτι τοὺς πέλας ἐλεεῖν συμβαίνει τοὺς θεωμένους, ἀλλὰ σφᾶς αὐτούς, ἀναμιμνησκομένους τῶν οἰκείων συμπτωμάτων.
因为旁观者此时不再是怜悯邻人,而是怜悯他们自己,因为这让他们想起了自己的不幸。
§9.10.10ἐξ ὧν οὐ μόνον φθόνος, ἀλλʼ οἷον ὀργή τις ἐκκαίεται πρὸς τοὺς εὐτυχοῦντας· ἡ γὰρ τῶν ἰδίων περιπετειῶν ἀνάμνησις ὡς ἂν εἰ προτροπή τις ἐστι πρὸς τὸ κατὰ τῶν πραξάντων μῖσος.
由此不仅燃起嫉妒,更燃起对成功者某种愤怒;因为对自身灾祸的回忆,无异于对加害者产生恨意的驱使。
§9.10.11τὸ μὲν οὖν τὸν χρυσὸν καὶ τὸν ἄργυρον ἁθροίζειν πρὸς αὑτοὺς ἴσως ἔχει τινὰ λόγον· οὐ γὰρ οἷόν τε τῶν καθόλου πραγμάτων ἀντιποιήσασθαι μὴ οὐ τοῖς μὲν ἄλλοις ἀδυναμίαν ἐνεργασαμένους, σφίσι δὲ τὴν τοιαύτην δύναμιν ἑτοιμάσαντας.
因此,将金银聚敛于自己手中也许还有一定道理;因为如果不使他人陷入无能,并为自己准备好这样的力量,就不可能争夺天下霸权。
§9.10.12τὰ δʼ ἐκτὸς ὑπάρχοντα τῆς προειρημένης δυνάμεως ἦν ἐν τοῖς ἐξ ἀρχῆς τόποις ἅμα τῷ φθόνῳ καταλιπόντας ἐνδοξοτέραν ποιεῖν τὴν σφετέραν πατρίδα, μὴ γραφαῖς καὶ τύποις, ἀλλὰ σεμνότητι καὶ μεγαλοψυχίᾳ κοσμοῦντας αὐτήν.
至于上述力量之外的外部事物,他们本应将其连同嫉妒一起留在原来的地方,并使自己的祖国更加荣耀,不用绘画和雕塑,而用庄严与宽宏大度来装点它。
§9.10.13οὐ μὴν ἀλλὰ ταῦτα μὲν εἰρήσθω μοι χάριν τῶν μεταλαμβανόντων ἀεὶ τὰς δυναστείας, ἵνα μὴ σκυλεύοντες τὰς πόλεις κόσμον ὑπολαμβάνωσιν εἶναι ταῖς ἑαυτῶν πατρίσι τὰς ἀλλοτρίας συμφοράς· Ῥωμαῖοι δὲ μετακομίσαντες τὰ προειρημένα ταῖς μὲν ἰδιωτικαῖς κατασκευαῖς τοὺς αὑτῶν ἐκόσμησαν βίους, ταῖς δὲ δημοσίαις τὰ κοινὰ τῆς πόλεως.
不过,这些话姑且算是我为那些不断继承霸权的人而说的,免得他们掠夺城市,并把别人的不幸误当成自己祖国的装饰;无论如何,罗马人在移运了上述物品后,用私人摆设装点了他们自己的生活,用公共摆设装点了城市的共有财产。