§9.5.1ἃ διανοηθεὶς ἐξέπεμψε γραμματοφόρον εἰς τὴν Καπύην, πείσας τινὰ τῶν Λιβύων αὐτομολῆσαι πρὸς τοὺς Ῥωμαίους, κἀκεῖθεν εἰς τὴν πόλιν, προνοηθεὶς τῆς τῶν γραμμάτων ἀσφαλείας·
汉尼拔考虑到这些,便派了一名信使去往卡普亚;为了确保信件的安全,他事先说服了一名利比亚人伪装投降到罗马人那里,再从罗马军营设法进入卡普亚城。
§9.5.2πάνυ γὰρ ἠγωνία μὴ θεωρήσαντες αὐτὸν ἀπαλλαττόμενον οἱ Καπυανοί, κἄπειτα διατραπέντες ὡς ἀπηλπισμένοι, παραδῶσι τοῖς Ῥωμαίοις ἑαυτούς.
因为他非常担心,如果卡普亚人看到他撤离,便会因绝望而丧失信心,从而向罗马人投降。
§9.5.3διὸ γράψας ὑπὲρ τῆς ἐπιβολῆς τῆς κατὰ τὴν ἀναζυγὴν ἀπέστειλε τὸν Λίβυν, ἵνα συνέντες τὴν πρόθεσιν αὐτοῦ καὶ τὸν χωρισμὸν εὐθαρσῶς ὑπομένοιεν τὴν πολιορκίαν.
因此,他写信说明了关于撤军的计划,并派出了这名利比亚人,以便卡普亚人理解他的意图和撤退的性质,从而能有勇气继续坚守围城。
§9.5.4τοῖς δʼ ἐν Ῥώμῃ προσπεπτωκότων τῶν περὶ τὴν Καπύην, διότι παρεστρατοπεδευκὼς Ἀννίβας πολιορκεῖ τὰς δυνάμεις αὐτῶν, ὀρθοὶ ταῖς διανοίαις καὶ περίφοβοι πάντες ἦσαν, ὡς καὶ πρὸς τὰ ὅλα διατεινούσης τῆς ἐνεστηκυίας κρίσεως·
与此同时,在罗马,关于卡普亚周边的消息传来,得知汉尼拔已在附近扎营并包围了他们的军队,所有人都人心惶惶、极度恐慌,认为眼前的危机关系到整个国家的存亡。
§9.5.5διὸ καὶ ταῖς ἐξαποστολαῖς καὶ ταῖς παρασκευαῖς πρὸς τοῦτο τὸ μέρος ὅλοι καὶ πάντες ἐνενεύκεισαν.
因此,他们竭尽全力地将全部精力投入到那个方向的兵力派遣和防御准备中。
§9.5.6οἱ δὲ Καπυανοὶ κομισάμενοι τὰ παρὰ τοῦ Λίβυος γράμματα καὶ γνόντες τὴν ἐπίνοιαν τῶν Καρχηδονίων, ἔμενον ἐπὶ τῶν ὑποκειμένων, κρίνοντες ἔτι ταύτην ἐξελέγξαι τὴν ἐλπίδα.
卡普亚人收到了利比亚人送来的信件,得知了迦太基人的意图,便决定继续坚守现有的立场,以检验这一希望是否能实现。
Ἀννίβας δὲ μετὰ πέμπτην ἡμέραν τῆς παρουσίας, §9.5.7δειπνοποιησάμενος καὶ καταλιπὼν τὰ πυρὰ καιόμενα, τοιαύτην ἐποίησε τὴν ἀναζυγὴν ὥστε μηδένα συνεῖναι τῶν πολεμίων τὸ συμβαῖνον.
而汉尼拔在到达后的第五天,让士兵吃完晚饭,并留下了燃烧着的篝火,以一种不让任何敌人察觉异样的方式实行了撤军。
§9.5.8χρησάμενος δὲ ταῖς πορείαις διὰ τῆς Σαυνίτιδος ἐνεργοῖς καὶ συνεχέσι καὶ τοὺς περὶ τὴν ὁδὸν τόπους αἰεὶ ταῖς προπορείαις ἐξερευνώμενος καὶ προκαταλαμβάνων,
他通过萨姆奈特地区进行了迅速且连续的行军,并始终通过先遣队侦察并预先占领沿途的地方。
§9.5.9ἔτι τῶν ἐν τῇ Ῥώμῃ ταῖς διανοίαις περὶ τὴν Καπύην καὶ τὰς ἐκεῖ πράξεις ὄντων ἔλαθε διαβὰς τὸν Ἀνίωνα ποταμὸν καὶ συνεγγίσας, ὥστε μὴ πλεῖον τετταράκοντα σταδίων ἀποσχὼν τῆς Ῥώμης ποιήσασθαι τὴν παρεμβολήν.
趁着罗马人的注意力仍集中在卡普亚和那里的战事上,他悄无声息地渡过了阿尼奥河并逼近,以至于在距离罗马不超过四十斯塔迪亚的地方安营扎营。