§9.38.1ἅπαντας μὲν οὖν δεῖ τοὺς Ἕλληνας προϊδέσθαι τὸν ἐπιφερόμενον καιρόν, μάλιστα δὲ Λακεδαιμονίους.
因此,所有希腊人都应当预见那正在逼近的危机,尤其是拉凯达伊蒙人。
§9.38.2ἐπεὶ τίνος χάριν ὑπολαμβάνετε τοὺς ὑμετέρους προγόνους, ἄνδρες Λακεδαιμόνιοι, καθʼ οὓς καιροὺς ὁ Ξέρξης ἀπέστειλε πρεσβευτὴν πρὸς ὑμᾶς, ὕδωρ καὶ γῆν αἰτούμενος, ἀπώσαντας εἰς τὸ φρέαρ τὸν παραγεγονότα καὶ προσεπιβαλόντας τῆς γῆς κελεύειν ἀπαγγεῖλαι τῷ Ξέρξῃ διότι παρὰ Λακεδαιμονίων ἔχει τὰ κατὰ τὴν ἐπαγγελίαν, ὕδωρ καὶ γῆν;
否则,拉凯达伊蒙人啊,你们以为你们的祖先——在薛西斯派遣使者到你们那里要求水和土的那个时期——把到来的使者推进井里,并在他身上撒上土,命令他去向薛西斯报告说他已经从拉凯达伊蒙人那里得到了要求的东西,即水和土,是为了什么原因呢?
§9.38.3τίνος πάλιν ἐθελοντὴν καὶ προδήλως ἐξορμᾶν ἀποθανουμένους τοὺς περὶ Λεωνίδην;
又或者是为了什么原因,你们以为列奥尼达及其部下们,自愿且明知必死地出击去迎接死亡呢?
§9.38.4ἆρʼ οὐχ ἵνα δόξωσι μὴ μόνον ὑπὲρ τῆς αὑτῶν, ἀλλὰ καὶ περὶ τῆς τῶν ἄλλων Ἑλλήνων ἐλευθερίας προκινδυνεύειν;
难道不正是为了让人觉得,他们不仅是在为自己的自由,也是在为其他希腊人的自由而挺身涉险吗?
§9.38.5ἄξιόν γε τοιούτων ἀνδρῶν ἀπογόνους ὑπάρχοντας, κἄπειτα νῦν συμμαχίαν ποιησαμένους τοῖς βαρβάροις, στρατεύειν μετʼ ἐκείνων καὶ πολεμεῖν Ἠπειρώταις, Ἀχαιοῖς, Ἀκαρνᾶσι, Βοιωτοῖς, Θετταλοῖς σχεδὸν πᾶσι τοῖς Ἕλλησι πλὴν Αἰτωλῶν.
作为如此伟人的后代,如今却与蛮族结盟,与他们一同出征,并向伊庇鲁斯人、亚该亚人、阿卡纳尼亚人、玻俄提亚人、色萨利人,乃至除埃托利亚人之外几乎所有的希腊人开战,这可真是太配得上他们了!
§9.38.6τούτοις μὲν οὖν ἔθος ἐστὶ ταῦτα πράττειν καὶ μηδὲν αἰσχρὸν νομίζειν, εἰ μόνον πρόσεστι τὸ πλεονεκτεῖν, οὐ μὴν ὑμῖν.
对于这些人来说,做这种事并且只要有利可图就不觉得有什么可耻,乃是他们的常态,但对你们来说绝非如此。
§9.38.7καὶ τί δήποτε προσδοκᾶν δεῖ τούτους ἀπεργασομένους, ἐπεὶ τὴν Ῥωμαίων προσειλήφασι συμμαχίαν;
那么,既然他们已经得到了罗马人的同盟,我们究竟应该预期他们会做出什么样的事情来呢?
§9.38.8οἵ γε τῆς Ἰλλυριῶν ἐπιλαβόμενοι ῥοπῆς καὶ βοηθείας κατὰ μὲν θάλατταν βιάζεσθαι καὶ παρασπονδεῖν ἐπεβάλοντο Πύλον, κατὰ δὲ γῆν ἐπολιόρκησαν μὲν τὴν Κλειτορίων πόλιν, ἐξηνδραποδίσαντο δὲ τὴν Κυναιθέων.
他们仅凭依靠伊利里亚人的权势和援助,在海上就企图强占并背约袭取皮洛斯,在陆上则包围了克莱托尔人的城市,并将库奈塔人的城市居民卖为奴隶。
§9.38.9καὶ πρότερον μὲν Ἀντιγόνῳ, καθάπερ ἐπάνω προεῖπον, ἐποιήσαντο συνθήκας οὗτοι περί τε τοῦ τῶν Ἀχαιῶν καὶ τοῦ τῶν Ἀκαρνάνων ἔθνους, νῦν δὲ πεποίηνται πρὸς Ῥωμαίους κατὰ πάσης τῆς Ἑλλάδος.
而且,正如我上面所说,以前他们曾与安提柯就亚该亚人和阿卡纳尼亚人部族的领地达成过条约,而现在,他们却与罗马人达成了针对整个希腊的协定。