§9.37.1οὐ μὴν ἀλλʼ εἰρήσθω μέν μοι ταῦτα, κρινέσθω δὲ παρὰ τοῖς φιλοτιμότερον διακειμένοις ἐκτὸς εἶναι τῶν ἐνεστώτων.
然而,这些话就由我言尽于此,至于那些好胜心切、认为这些话与眼前之事无关的人,就随他们去评判吧。
ἐπὶ δὲ τὸ συνέχον, ὡς οὗτοί φασιν, ἐπάνιμεν.
不过,让我们回到他们所谓的关键问题上。
§9.37.2τοῦτο δʼ ἦν, εἰ μὲν ὡμοίωται τὰ πράγματα νῦν καὶ καθʼ οὓς καιροὺς ἐποιεῖσθε τὴν πρὸς τούτους συμμαχίαν, διότι δεῖ μένειν καὶ τὴν ὑμετέραν αἵρεσιν ἐπὶ τῶν ὑποκειμένων· ταῦτα γὰρ ἐν ἀρχαῖς εἶναι· §9.37.3εἰ δʼ ὁλοσχερῶς ἠλλοίωται, διότι δίκαιόν ἐστι καὶ νῦν ὑμᾶς ἐξ ἀκεραίου βουλεύεσθαι περὶ τῶν παρακελευομένων.
而这一点就是:如果现在的局势与你们当时同他们结盟时的局势相似,那么你们的选择也应当保持在原有的前提之上,因为这些本是最初的原则;但如果局势已经完全改变,那么如今你们对别人所提议的事项重新进行审议,才是公正合理的。
§9.37.4ἐρωτῶ τοιγαροῦν ὑμᾶς, ὦ Κλεόνικε καὶ Χλαινέα, τίνας ἔχοντες συμμάχους τότε παρεκαλεῖτε τούτους εἰς τὴν κοινοπραγίαν;
因此我问你们,克莱奥尼库斯和克莱内亚斯,当时你们是携带着哪些同盟国,来邀请这些人参与共同行动的?
ἆρʼ οὐ πάντας Ἕλληνας;
难道不是全体希腊人吗?
§9.37.5τίσι δὲ νῦν κοινωνεῖτε τῶν ἐλπίδων, ἢ πρὸς ποίαν παρακαλεῖτε τούτους συμμαχίαν;
而现在你们与谁共享希望,又是在邀请这些人加入什么样的同盟?
§9.37.6ἆρʼ οὐ πρὸς τὴν τῶν βαρβάρων;
难道不正是蛮族的同盟吗?
ὅμοιά γε δοκεῖ τὰ πράγμαθʼ ὑμῖν ὑπάρχειν νῦν καὶ πρότερον, ἀλλʼ οὐ τἀναντία·
在你们看来,现在与过去的事态似乎极其相似,而不是截然相反!
§9.37.7τότε μὲν γὰρ ὑπὲρ ἡγεμονίας καὶ δόξης ἐφιλοτιμεῖσθε πρὸς Ἀχαιοὺς καὶ Μακεδόνας ὁμοφύλους καὶ τὸν τούτων ἡγεμόνα Φίλιππον· νῦν δὲ περὶ δουλείας ἐνίσταται πόλεμος τοῖς Ἕλλησι πρὸς ἀλλοφύλους ἀνθρώπους,
因为当时,你们是为了争夺霸权和荣耀,与同族的亚该亚人、马其顿人以及他们的领袖腓力竞争;而现在,希腊人所面临的,是一场针对异族人的、关系到奴役与否的战争。
§9.37.8οὓς ὑμεῖς δοκεῖτε μὲν ἐπισπᾶσθαι κατὰ Φιλίππου, λελήθατε δὲ κατὰ σφῶν αὐτῶν ἐπεσπασμένοι καὶ κατὰ πάσης Ἑλλάδος.
你们以为招来他们是为了对付腓力,却不知不觉中已经把他们引向了你们自己,引向了整个希腊。
§9.37.9ὥσπερ γὰρ οἱ κατὰ τὰς πολεμικὰς περιστάσεις βαρυτέρας ἐπαγόμενοι φυλακὰς εἰς τὰς πόλεις τῆς αὑτῶν δυνάμεως χάριν τῆς ἀσφαλείας ἅμα τὸν ἀπὸ τῶν ἐχθρῶν ἀπωθοῦνται φόβον καὶ ποιοῦσιν ὑποχειρίους σφᾶς αὐτοὺς ταῖς τῶν φίλων ἐξουσίαις, τὸν αὐτὸν τρόπον καὶ νῦν Αἰτωλοὶ διανοοῦνται.
因为正如那些在战争危局中,为了安全而将强于自身力量的卫戍部队引入城市的人一样,他们虽然驱散了对敌人的恐惧,同时却也使自己屈服于盟友的权力之下;如今的埃托利亚人也正是这样盘算的。
§9.37.10βουλόμενοι γὰρ περιγενέσθαι Φιλίππου καὶ ταπεινῶσαι Μακεδόνας, λελήθασιν αὑτοῖς ἐπισπασάμενοι τηλικοῦτο νέφος ἀπὸ τῆς ἑσπέρας, ὃ κατὰ μὲν τὸ παρὸν ἴσως πρώτοις ἐπισκοτήσει Μακεδόσι, κατὰ δὲ τὸ συνεχὲς πᾶσιν ἔσται τοῖς Ἕλλησι μεγάλων κακῶν αἴτιον.
因为他们一心想要战胜腓力、降伏马其顿人,却在不知不觉中为自己招来了来自西方的一片巨大乌云。 这片乌云在目前也许会先遮蔽马其顿人,但随之而来的,将是带给所有希腊人巨大的灾难。