Humanitext Reader

波利比奥斯 · 历史 §9.33.1-9.33.12

劝告斯巴达保持中立与为菲利普二世辩护

第 634 段,共 1311 段 · 希腊语

内容简介

阿卡纳尼亚使节吕基斯科斯主张,若斯巴达拒绝结盟,目前应保持中立;他驳斥了莱尼亚斯对马其顿的指责,颂扬了菲利普二世拯救希腊并在斯巴达争端中推行和平仲裁的功绩。

§9.33.1μή, τούτων τὴν ἡσυχίαν ἔχειν κατὰ τὸ παρόν.
[ 或者如果] 并非如此,目前对这些事情保持沉默。
ἐπεὶ δʼ ἀνέκαθεν οὗτοι κατηγορεῖν ἐτόλμησαν τῆς Μακεδόνων οἰκίας, ἀναγκαῖον εἶναί μοι δοκεῖ πρότερον ὑπὲρ τούτων βραχέα διαλεχθέντʼ ἀφελέσθαι τὴν ἄγνοιαν τῶν πεπιστευκότων τοῖς εἰρημένοις.
但既然这些人从以前起就敢于指责马其顿王室,在我自己先就这些问题进行简短的论述之后,消除那些相信了这些话的人的无知,在我看来是必要的。
§9.33.2ἔφη τοιγαροῦν Χλαινέας Φίλιππον τὸν Ἀμύντου διὰ τῆς Ὀλυνθίων ἀτυχίας κύριον γενέσθαι Θετταλίας.
诚然,莱尼亚斯曾说,阿米恩塔斯之子菲利普因奥林索斯人的不幸而成了色萨利的主宰。
§9.33.3ἐγὼ δὲ διὰ Φίλιππον οὐ μόνον Θετταλούς, ἀλλὰ καὶ τοὺς λοιποὺς Ἕλληνας ὑπολαμβάνω σεσῶσθαι.
但我认为,由于菲利普,不仅色萨利人,而且其余的希腊人都得到了拯救。
§9.33.4καθʼ οὓς γὰρ καιροὺς Ὀνόμαρχος καὶ Φιλόμηλος καταλαβόμενοι Δελφοὺς ἀσεβῶς καὶ παρανόμως ἐγένοντο κύριοι τῶν τοῦ θεοῦ χρημάτων, τότε τίς ὑμῶν οὐκ οἶδε διότι τηλικαύτην συνεστήσαντο δύναμιν, πρὸς ἣν οὐδεὶς ἔτι τῶν Ἑλλήνων ἀντοφθαλμεῖν δυνατὸς ἦν;
因为在奥诺马科斯和菲洛梅洛斯不敬且非法地占领德尔斐、成为神明财产的主宰的那个时期,你们中谁不知道他们组织了多么庞大的力量,以至于希腊人中再没有人能够与之抗衡?
§9.33.5ἀλλʼ ἐκινδύνευον ἅμα ταῖς εἰς τὸ θεῖον ἀσεβείαις καὶ τῆς Ἑλλάδος γενέσθαι κύριοι πάσης.
甚至,他们在对神明犯下不敬之罪的同时,还有可能成为全希腊的主宰。
§9.33.6ἐν οἷς καιροῖς Φίλιππος ἐθελοντὴν αὑτὸν ἐπιδοὺς ἐπανείλετο μὲν τοὺς τυράννους, ἠσφαλίσατο δὲ τὰ κατὰ τὸ ἱερόν, αἴτιος δʼ ἐγένετο τοῖς Ἕλλησι τῆς ἐλευθερίας, ὡς αὐτὰ τὰ πράγματα μεμαρτύρηκε καὶ τοῖς ἐπιγενομένοις.
在那个危急时刻,菲利普自愿挺身而出,消灭了僭主,确保了神庙的安全,并成了希腊人获得自由的原因,正如事实本身甚至向后世证明的那样。
§9.33.7οὐ γὰρ ὡς ἠδικηκότα Φίλιππον Θετταλούς, καθάπερ οὗτος ἐτόλμα λέγειν, ἀλλʼ ὡς εὐεργέτην ὄντα τῆς Ἑλλάδος, καὶ κατὰ γῆν αὐτὸν ἡγεμόνα καὶ κατὰ θάλατταν εἵλοντο πάντες· οὗ πρότερον ἀνθρώπων οὐδεὶς ἔτυχε.
因为所有人选择他为陆上和海上的领袖,并不是因为他像这个人敢说的那样伤害了色萨利人,而是因为他是希腊的恩人;在此之前,没有任何人获得过这样的荣誉。
§9.33.8νὴ Δίʼ, ἀλλὰ παρεγένετο μετὰ τῆς δυνάμεως εἰς τὴν Λακωνικήν·
“但是,天哪,他确实带着军队进入了拉科尼亚”——有人可能会这样说。
§9.33.9οὐ κατά γε τὴν αὑτοῦ προαίρεσιν, ὡς ὑμεῖς ἴστε, καλούμενος δὲ καὶ πολλάκις ὀνομαζόμενος ὑπὸ τῶν ἐν Πελοποννήσῳ φίλων καὶ συμμάχων μόλις αὑτὸν ἐπέδωκε.
然而,正如你们所知,这并非出于他自己的意愿,而是在伯罗奔尼撒的朋友和盟友的不断呼吁和点名下,他才勉强答应了。
§9.33.10καὶ παραγενόμενος πῶς τοῖς πράγμασιν ἐχρήσατο, ὦ Χλαινέα, σκόπει.
而到达之后,他是如何处理局势的? 莱尼亚斯,你看吧!
δυνάμενος γὰρ συγχρήσασθαι ταῖς τῶν ἀστυγειτόνων ὁρμαῖς πρός τε τὴν τῆς χώρας τῆς τούτων καταφθορὰν καὶ τὴν τῆς πόλεως ταπείνωσιν, καὶ τοῦτο πρᾶξαι μετὰ τῆς μεγίστης χάριτος, §9.33.11ἐπὶ μὲν τὴν τοιαύτην αἵρεσιν οὐδαμῶς αὑτὸν ἐνέδωκε, καταπληξάμενος δὲ κἀκείνους καὶ τούτους ἐπὶ τῷ κοινῇ συμφέροντι διὰ λόγου τὴν ἐξαγωγὴν ἀμφοτέρους ἠνάγκασε ποιήσασθαι περὶ τῶν ἀμφισβητουμένων, §9.33.12οὐχ αὑτὸν ἀποδείξας κριτὴν ὑπὲρ τῶν ἀντιλεγομένων, ἀλλὰ κοινὸν ἐκ πάντων τῶν Ἑλλήνων καθίσας κριτήριον.
因为他本可以利用邻国的冲动,既摧毁你们的领土,又贬低你们的城市,而且还能在获得极大感激的情况下做到这一点,但他绝没有投向这样的选择,而是为了共同的利益而震慑了他们和你们双方,通过谈判强迫双方就争议问题进行仲裁解决,他并没有让自己成为争端中的裁判,而是设立了一个由全体希腊人组成的共同裁判所。
ἄξιόν γε τὸ γεγονὸς ὀνείδους καὶ προφορᾶς.
难道这一行为值得指责和非议吗?

词汇与语法注释

  1. 9.33.1διαλεχθέντʼ — 此处的分词διαλεχθέντα(缩略形式)与不定式ἀφελέσθαι省略的逻辑主语(如表示“我”的宾格代词με)一致,而没有与受δοκεῖ支配的与格代词μοι一致。这种即使前有与格、不定式主语仍被吸引为宾格的现象在古典希腊语中十分常见。
  2. 9.33.8νὴ Δίʼ, ἀλλὰ — 一种用于引入对手或听众预期反驳(预期反驳,prohypophora)的固定表达。它起到演说者自问自答、先替对方说出反驳意见(“但是,天哪,有人会说……”)以便在接下来的句子中予以驳斥的作用。
  3. 9.33.11τὴν ἐξαγωγὴν ... ποιήσασθαι — 波里比阿作品中的一种惯用表达,指将未决争端(如领土冲突)诉诸或移交给司法仲裁或解决。与前文的διὰ λόγου(通过讨论)相结合,表示选择和平、外交和法律手段,而非诉诸武力冲突。

引用这一段

波利比奥斯, 历史 §9.33.1-9.33.12. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:9.33.1-9.33.12

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。