§9.35.1καὶ πρὸς οὐδὲν τούτων ἀπολογηθῆναι δυνάμενοι σεμνύνεσθε, διότι τὴν ἐπὶ Δελφοὺς ἔφοδον τῶν βαρβάρων ὑπέστητε, καὶ φατὲ δεῖν διὰ ταῦτα χάριν ἔχειν ὑμῖν τοὺς Ἕλληνας.
既然你们无法对这些指责中的任何一项进行辩解,却还因抵抗了蛮族对德尔斐的入侵而自夸,并声称希腊人应当为此向你们表示感谢。
§9.35.2ἀλλʼ εἰ διὰ μίαν ταύτην χρείαν Αἰτωλοῖς χάρις ὀφείλεται, τίνος καὶ πηλίκης δεῖ τιμῆς ἀξιοῦσθαι Μακεδόνας, οἳ τὸν πλείω τοῦ βίου χρόνον οὐ παύονται διαγωνιζόμενοι πρὸς τοὺς βαρβάρους ὑπὲρ τῆς τῶν Ἑλλήνων ἀσφαλείας;
但是,如果仅因这一项功绩就应当向埃托利亚人表示感谢,那么,在他们存在的大部分时间里,为了希腊人的安全而从未停止过与蛮族战斗的马其顿人,又该配得上何等样及何等巨大的荣誉呢?
§9.35.3ὅτι γὰρ αἰεί ποτʼ ἂν ἐν μεγάλοις ἦν κινδύνοις τὰ κατὰ τοὺς Ἕλληνας, εἰ μὴ Μακεδόνας εἴχομεν πρόφραγμα καὶ τὰς τῶν παρὰ τούτοις βασιλέων φιλοτιμίας, τίς οὐ γινώσκει;
因为,如果我们没有马其顿人以及他们国王的抱负作为屏障,希腊人的处境就会一直处于巨大的危险之中,这件事有谁不知道呢?
§9.35.4μέγιστον δὲ τούτου σημεῖον· ἅμα γὰρ τῷ Γαλάτας καταφρονῆσαι Μακεδόνων νικήσαντας Πτολεμαῖον τὸν Κεραυνὸν ἐπικαλούμενον, εὐθέως καταγνόντες τῶν ἄλλων ἧκον οἱ περὶ Βρέννον εἰς μέσην τὴν Ἑλλάδα μετὰ δυνάμεως.
而这最大的证据就是:高卢人在击败了绰号为“雷霆”的托勒密之后,一轻视马其顿人,便立刻看不起其余的人,并在布伦努斯的率领下带着军队直抵希腊腹地。
ὃ πολλάκις ἂν συνέβαινε γίνεσθαι μὴ προκαθημένων Μακεδόνων.
如果不是马其顿人驻守在前,这种事情早就屡次发生了。
§9.35.5οὐ μὴν ἀλλὰ περὶ μὲν τῶν γεγονότων ἔχων πολλὰ λέγειν ἀρκεῖν ἡγοῦμαι·
尽管如此,虽然关于过去发生的事我有许多可说,但我认为这已经足够了。
§9.35.6τῶν δὲ Φιλίππῳ πεπραγμένων εἰς ἀσέβειαν ὠνείδισαν τὴν τοῦ ναοῦ καταφθοράν, οὐ προσθέντες τὴν αὑτῶν ὕβριν καὶ παρανομίαν, ἣν ἐπετελέσαντο περὶ τοὺς ἐν Δίῳ καὶ Δωδώνῃ ναοὺς καὶ τὰ τεμένη τῶν θεῶν.
然而,在腓力所做的那些事中,他们指责他毁坏神庙是不敬之举,却未提及他们自己先前对迪翁和多多纳的神庙以及神明圣域所犯下的傲慢与无法无天的罪行。
§9.35.7ἐχρῆν δὲ λέγειν τοῦτο πρῶτον.
但本该最先说明这一点的。
ὑμεῖς δʼ ἃ μὲν ἐπάθετε, τούτοις ἐξηγήσασθε, μείζω ποιοῦντες τῶν γεγονότων, ἃ δʼ ἐποιήσατε πρότεροι, πολλαπλάσια γεγονότα παρεσιωπήσατε, §9.35.8σαφῶς εἰδότες ὅτι τὰς ἀδικίας καὶ ζημίας ἅπαντες ἀεὶ τοῖς ἄρχουσι χειρῶν ἀδίκων ἐπιφέρουσι.
然而,对于你们所遭受的痛苦,你们在详述时将其夸大,使其超出了实际发生的情况;而对于你们自己先做出的、规模大得多的恶行,你们却保持沉默而予以隐瞒,因为你们清楚地知道,所有人总是将不公与损害归咎于那些首先动手行不义之人。