§9.31.1ταῦτα μὲν οὖν εἰρήσθω μοι κατὰ τὴν ἐξ ἀρχῆς πρόθεσιν χάριν τοῦ γνῶναι πάντας ὑμᾶς διότι καὶ μὴ προεισδεδεμένους, ἀλλʼ ἐξ ἀκεραίου βουλευομένους, μᾶλλον Αἰτωλοῖς ἡμᾶς ἢ Μακεδόσιν ἐχρῆν συμμαχεῖν.
因此,这些话就当作是我按照最初的意图而说的,为的是让你们大家知道,即使你们之前未曾受到束缚,而是从头开始审议,你们也更应该与艾托利亚人而非马其顿人结盟。
§9.31.2εἰ δὲ καὶ προκατέχεσθε καὶ προδιειλήφατε περὶ τούτων, τίς ἔτι καταλείπεται λόγος;
但是,如果你们对这些事已经心存成见、早有定论,那么还剩下什么话可说呢?
§9.31.3εἰ γὰρ συνέθεσθε τὴν νῦν ὑπάρχουσαν ὑμῖν πρὸς ἡμᾶς συμμαχίαν πρότερον τῶν ὑπʼ Ἀντιγόνου γεγονότων εἰς ὑμᾶς εὐεργετημάτων, ἴσως ἦν εἰκὸς διαπορεῖν, εἰ δέον ἐστί, τοῖς ἐπιγεγονόσιν εἴκοντας παριδεῖν τι τῶν πρότερον ὑπαρχόντων.
因为如果你们在安提柯对你们施加恩惠之前,就已经缔结了现今你们与我们之间的同盟,那么在屈从于后来的情势时,去怀疑是否应该忽视先前已存在的一些约定,或许还算合乎情理。
§9.31.4ἐπεὶ δὲ συντετελεσμένης ὑπʼ Ἀντιγόνου τῆς πολυθρυλήτου ταύτης ἐλευθερίας καὶ σωτηρίας, ἣν οὗτοι παρʼ ἕκαστον ὑμῖν ὀνειδίζουσι, μετὰ δὲ ταῦτα βουλευόμενοι καὶ πολλάκις ἑαυτοῖς δόντες λόγον, ποτέροις ὑμᾶς δεῖ κοινωνεῖν πραγμάτων, Αἰτωλοῖς ἢ Μακεδόσιν, εἵλεσθε μετέχειν Αἰτωλοῖς, οἷς ἐδώκατε περὶ τούτων πίστεις καὶ κατελάβετε παρʼ ἡμῶν, καὶ συμπεπολεμήκατε τὸν πρῴην συστάντα πόλεμον ἡμῖν πρὸς Μακεδόνας, τίς ἔτι δύναται περὶ τούτων εἰκότως ἐπαπορεῖν;
但是,既然在安提柯实现了那广为流传的自由与拯救(这些人动辄以此向你们进行责难)之后,你们在后来的审议中,又多次反复自问:究竟应当与哪一方共事,是艾托利亚人还是马其顿人,而你们最终选择了加入艾托利亚人一方,并为此向他们许下誓言、也从我们这里得到了誓言,甚至在不久前我们与马其顿人爆发的战争中并肩作战,那么现在还有谁能对这些事合理地产生进一步的怀疑呢?
§9.31.5τὰ μὲν γὰρ πρὸς Ἀντίγονον καὶ Φίλιππον ὑμῖν ὑπάρχοντα φιλάνθρωπα παρεγράφη τότε.
因为你们与安提柯及菲利普之间曾经存在的好意,在那个时候就已经被一笔勾销了。
§9.31.6λοιπὸν ἢ διʼ Αἰτωλῶν ἀδίκημά τι δεῖ μετὰ ταῦτα γεγονὸς εἰς ὑμᾶς δεικνύειν ἢ διὰ Μακεδόνων εὐεργεσίαν ἢ μηδετέρου τούτων ἐπιγεγονότος, πῶς, οἷς πρότερον ἐξ ἀκεραίου βουλευόμενοι δικαίως οὐ προσέσχετε, τούτων νῦν ἐντραπέντες ἀνασκευάζειν μέλλετε συνθήκας, ὅρκους, τὰς μεγίστας πίστεις παρʼ ἀνθρώποις;
那么,接下来要么必须指出艾托利亚人在此之后对你们犯下的某种不义,要么指出马其顿人的恩惠;但在两者都没有发生的情况下,你们如今怎能转而投向先前在不受束缚地审议时被你们合情合理地不予理睬的人,并准备废除条约、誓言以及人类之中最伟大的信约呢?
’ §9.31.7ὁ μὲν οὖν Χλαινέας τοιαῦτα διαλεχθεὶς καὶ δόξας δυσαντιρρήτως εἰρηκέναι κατέπαυσε τὸν λό
莱尼亚斯在发表了这番话,并被认为说得无懈可击之后,便结束了发言。