§9.3.1Ἀννίβας δὲ κύκλῳ περιλαμβάνων τὸν χάρακα τοῦ Ἀππίου τὸ μὲν πρῶτον ἠκροβολίζετο καὶ κατεπείραζε, βουλόμενος ἐκκαλεῖσθαι πρὸς μάχην· §9.3.2οὐδενὸς δὲ συνυπακούοντος τέλος ἐγίνετο πολιορκίᾳ παραπλήσιον τὸ συμβαῖνον, τῶν μὲν ἱππέων ἐπιφερομένων ταῖς ἴλαις καὶ μετὰ κραυγῆς εἰσακοντιζόντων εἰς τὴν παρεμβολήν, τῶν δὲ πεζῶν κατὰ σπείρας προσπιπτόντων καὶ διασπᾶν τὸ χαράκωμα πειρωμένων.
汉尼拔包围了阿庇乌斯的营垒,起初进行小规模冲突并不断尝试,企图诱使对方出战;但由于无人应战,最终发生的情况与围攻战极其相似:骑兵成队发起冲锋,伴随着呐喊向营地内投掷标枪,步兵则成方队发起猛攻,企图拆毁营垒的栅栏。
§9.3.3οὐ μὴν ἀλλʼ οὐδʼ ὣς ἐδύνατο κινῆσαι τοὺς Ῥωμαίους ἐκ τῆς ὑποκειμένης προθέσεως, ἀλλὰ τοῖς μὲν εὐζώνοις ἀπετρίβοντο τοὺς προσπίπτοντας πρὸς τὸν χάρακα, τοῖς δὲ βαρέσι τῶν ὅπλων ἀσφαλιζόμενοι τὴν ἐπιφορὰν τῶν βελῶν ἔμενον ἐν τάξει κατὰ τὰς σημαίας.
尽管如此,他仍未能动摇罗马人既定的方针,反而他们用轻装步兵击退了那些冲击栅栏的人,并用重装备御寒林般的投射物,在军旗之下保持着队列。
§9.3.4Ἀννίβας δὲ δυσαρεστούμενος τοῖς ὅλοις διὰ τὸ μήτε παραπεσεῖν εἰς τὴν πόλιν δύνασθαι μήτʼ ἐκκαλεῖσθαι τοὺς Ῥωμαίους, ἐβουλεύετο περὶ τῶν ἐνεστώτων τί χρὴ ποιεῖν.
汉尼拔对整个局势感到不满,因为他既无法溜进城内,又无法引诱罗马人出战,于是他便商议在目前的形势下该如何是好。
§9.3.5ἐμοὶ δʼ οὐ μόνοις ἂν δοκεῖ Καρχηδονίοις τὰ τότε συμβαίνοντα παρέχειν ἀπορίαν, ἀλλὰ καὶ τῶν ἄλλων ἀνθρώπων τοῖς πυθομένοις.
在我看来,当时发生的事情不仅会给迦太基人带来困惑,也会给其他听闻此事的众人带来困惑。
§9.3.6τίς γὰρ οὐκ ἂν ἀπιστήσαι πῶς Ῥωμαῖοι, πολλαῖς μὲν ἡττημένοι μάχαις ὑπὸ Καρχηδονίων, οὐ τολμῶντες δὲ κατὰ πρόσωπον ἔτι συγκαθίστασθαι τοῖς ὑπεναντίοις, ὅμως οὔτʼ εἴκειν οἷοί τʼ ἦσαν οὔτʼ ἐκχωρεῖν τῶν ὑπαίθρων;
因为,谁会不感到难以置信:罗马人虽然多次败于迦太基人,不再敢与对手正面交锋,但为什么他们既不肯屈服,又不肯撤离露天的战场?
§9.3.7καὶ τὸν μὲν πρὸ τοῦ χρόνον ἀντιπαρῆγον μόνον ἀεὶ ταῖς ὑπωρείαις, τότε δὲ καθίσαντες εἰς τὰ πεδία καὶ τὸν ἐπιφανέστατον τόπον τῆς Ἰταλίας ἐπολιόρκουν τὴν ἰσχυροτάτην πόλιν, κύκλῳ προσμαχομένων αὐτοῖς τῶν πολεμίων, πρὸς οὓς οὐδʼ ἐπινοήσαντες οἷοί τʼ ἦσαν ἀντοφθαλμεῖν· §9.3.8καρχηδόνιοί τʼ, ἀδιαλείπτως νικῶντες ταῖς μάχαις, οὐχ ἧττον ἐνίοις καιροῖς ἐδυσχρηστοῦντο τῶν ἡττωμένων.
在此之前,他们始终只是沿着山麓平行行军,而那时他们却在平原上、在意大利最显著的地方安营扎寨,围攻最坚固的城市,而外围正受到那些他们甚至不敢想象去直面的敌人的围攻;而迦太基人尽管在战斗中不断取得胜利,但在某些时刻,他们的处境也并不比战败者轻松。
§9.3.9δοκεῖ δέ μοι παραίτιον τοῦτο γεγονέναι τῆς ἑκατέρων προαιρέσεως, τὸ παρʼ ἀμφοῖν συντεθεωρῆσθαι διότι τὸ παρʼ Ἀννίβου σύνταγμα τῶν ἱππέων αἴτιον ἦν καὶ τοῦ νικᾶν τοὺς Καρχηδονίους καὶ τοῦ λείπεσθαι τοὺς Ῥωμαίους.
在我看来,导致双方采取这一方针的原因在于,双方都共同认识到:汉尼拔麾下的骑兵部队既是迦太基人获胜的原因,也是罗马人落败的原因。
§9.3.10διόπερ αἵ τε τῶν ἡττωμένων στρατοπέδων ἀντιπαραγωγαὶ μετὰ τὰς μάχας εὐθέως κατὰ λόγον ἐγίνοντο· διὰ γὰρ τόπων τοιούτων ἀντιπαρῆγον ἐν οἷς οὐδὲν ἔμελλε βλάψειν αὐτοὺς τὸ τῶν ὑπεναντίων ἱππικόν.
因此,战败的军队在战斗后立即进行的平行移动也是合乎逻辑的;因为他们并排行军所经过的那些地方,是敌方骑兵完全无法伤害到他们的。
§9.3.11τά τε περὶ τὴν Καπύην τότε συμβαίνοντʼ εἰκότως ἑκατέροις ἀπήντα.
而当时在卡普亚周围发生的事情,对双方而言也是顺理成章地出现的。