§9.28.1ὅτι μὲν οὖν, ὦ ἄνδρες Λακεδαιμόνιοι, τὴν Μακεδόνων δυναστείαν ἀρχὴν συνέβη γεγονέναι τοῖς Ἕλλησι δουλείας, οὐδʼ ἄλλως εἰπεῖν οὐδένα πέπεισμαι τολμῆσαι· σκοπεῖν δʼ οὕτως ἔξεστιν.
I am convinced, Lacedaemonians, that no one would dare to say otherwise than that the hegemony of the Macedonians became the beginning of slavery for the Greeks; and it is possible to examine it in this way.
§9.28.2ἦν τι σύστημα τῶν ἐπὶ Θρᾴκης Ἑλλήνων, οὓς ἀπῴκισαν Ἀθηναῖοι καὶ Χαλκιδεῖς, ὧν μέγιστον εἶχε πρόσχημα καὶ δύναμιν ἡ τῶν Ὀλυνθίων πόλις.
There was a certain league of the Greeks in Thrace, whom the Athenians and Chalcidians had colonized, among whom the city of the Olynthians held the greatest prestige and power.
§9.28.3ταύτην ἐξανδραποδισάμενος Φίλιππος καὶ παράδειγμα ποιήσας οὐ μόνον τῶν ἐπὶ Θρᾴκης πόλεων ἐγένετο κύριος, ἀλλὰ καὶ Θετταλοὺς ὑφʼ αὑτὸν ἐποιήσατο διὰ τὸν φόβον.
Philip, having enslaved this city and made an example of it, became master not only of the cities in Thrace, but also brought the Thessalians under his subjection through fear.
§9.28.4μετʼ οὐ πολὺ δὲ μάχῃ νικήσας τοὺς Ἀθηναίους ἐχρήσατο μεγαλοψύχως τοῖς εὐτυχήμασιν, οὐχ ὅπως Ἀθηναίους εὖ ποιήσῃ, πολλοῦ γε δεῖν, ἀλλʼ ἵνα διὰ τῆς πρὸς ἐκείνους εὐεργεσίας προκαλέσηται τοὺς ἄλλους εἰς τὸ ποιεῖν ἐθελοντὴν αὐτῷ τὸ προσταττόμενον.
Not long afterwards, having defeated the Athenians in battle, he used his success with magnanimity, by no means to do good to the Athenians—far from it—but so that through his beneficence towards them he might induce the others to do of their own free will what was commanded of them.
§9.28.5ἦν ἔτι τὸ τῆς ὑμετέρας πόλεως ἀξίωμα, δοκοῦν ἂν σὺν καιρῷ προστήσεσθαι τῶν Ἑλλήνων.
There still remained the prestige of your city, which was expected, given the opportunity, to put itself at the head of the Greeks.
§9.28.6τοιγαροῦν πᾶσαν ἱκανὴν ποιησάμενος πρόφασιν ἧκε μετὰ τῶν δυνάμεων, καὶ κατέφθειρε μὲν τέμνων τὴν γῆν, κατέφθειρε δʼ αἴθων τὰς οἰκίας.
Therefore, making every sufficient pretext, he came with his forces, and devastated your land by cutting down the crops, and ruined your houses by burning them.
§9.28.7τὸ δὲ τελευταῖον ἀποτεμόμενος καὶ τὰς πόλεις καὶ τὴν χώραν ὑμῶν προσένειμε τὴν μὲν Ἀργείοις, τὴν δὲ Τεγεάταις καὶ Μεγαλοπολίταις, τὴν δὲ Μεσσηνίοις, ἅπαντας βουλόμενος καὶ παρὰ τὸ προσῆκον εὐεργετεῖν, ἐφʼ ᾧ μόνον ὑμᾶς κακῶς ποιεῖν.
And finally, having cut off both your cities and your territory, he assigned some of it to the Argives, some to the Tegeans and Megalopolitans, and some to the Messenians, wishing to benefit them all even beyond what was fitting, solely on the condition of doing harm to you.
§9.28.8διεδέξατο παρʼ αὐτοῦ τὴν ἀρχὴν Ἀλέξανδρος.
Alexander succeeded to the sovereignty from him.
οὗτος πάλιν ὑπολαβὼν βραχύ τι τῆς Ἑλλάδος ἔναυσμα καταλείπεσθαι περὶ τὴν Θηβαίων πόλιν, τίνα τρόπον αὐτὴν διέφθειρε, πάντας ὑμᾶς οἴομαι κατανοεῖν.
He, in turn, conceiving that a tiny spark of Greece was left in the city of the Thebans, destroyed it in a manner which I believe you all well understand.