§9.25.1φιλάργυρός γε μὴν δοκεῖ γεγονέναι διαφερόντως καὶ φίλῳ κεχρῆσθαι φιλαργύρῳ Μάγωνι τῷ τὰ κατὰ τὴν Βρεττίαν χειρίζοντι.
的确,汉尼拔似乎格外贪财,并且与同样贪财、负责处理布雷蒂亚地区事务的马戈交好。
§9.25.2ταύτην δὲ τὴν ἱστορίαν ἐγὼ παρέλαβον μὲν καὶ παρʼ αὐτῶν Καρχηδονίων· §9.25.3ἐγχώριοι γὰρ οὐ μόνον τὰς τῶν ἀνέμων στάσεις κατὰ τὴν παροιμίαν, ἀλλὰ καὶ τὰ τῶν ἐγχωρίων ἀνθρώπων ἤθη κάλλιστα γινώσκουσιν·
我也是从迦太基人自己那里得知这一说法的;因为正如俗话所说,本地人不仅最清楚风向,也最了解同胞的性格。
§9.25.4ἔτι δὲ Μασαννάσου ἀκριβέστερον διήκουσα, φέροντος ἀπολογισμοὺς καθόλου μὲν περὶ πάντων Καρχηδονίων, μάλιστα δὲ περὶ τῆς Ἀννίβου καὶ Μάγωνος τοῦ Σαυνίτου προσαγορευομένου φιλαργυρίας.
此外,我从马西尼萨那里更准确地听到了这件事,他对所有迦太基人作了总体说明,特别是关于汉尼拔和被称为“萨姆奈特人”的马戈的贪财。
§9.25.5πρὸς γὰρ τοῖς ἄλλοις ἔφη γενναιότατα κεκοινωνηκότας ἑαυτοῖς πραγμάτων τοὺς προειρημένους ἀπὸ τῆς πρώτης ἡλικίας καὶ πολλὰς μὲν πόλεις κατʼ Ἰβηρίαν, πολλὰς δὲ κατὰ τὴν Ἰταλίαν εἰληφότας ἑκατέρους, τὰς μὲν κατὰ κράτος, τὰς δʼ ἐκ παραδόσεως, οὐδέποτε μετεσχηκέναι τῆς αὐτῆς πράξεως ἀλλήλοις, §9.25.6ἀλλʼ ἀεὶ μᾶλλον ἑαυτοὺς ἢ τοὺς πολεμίους στρατηγεῖν χάριν τοῦ μὴ συμπαρεῖναι θάτερον θατέρῳ πόλεως καταλαμβανομένης, ἵνα μήτε διαφέρωνται πρὸς σφᾶς ἐκ τῶν τοιούτων μήτε μερίζωνται τὸ λυσιτελές, ἐφαμίλλου τῆς ὑπεροχῆς αὐτῶν ὑπαρχούσης.
因为他(马西尼萨)说,除了其他事情之外,上述两人虽然自幼便在事务中极其紧密地合作,并且各自在伊比利亚夺取了许多城市,在意大利也夺取了许多城市(有些是强攻,有些是降服),但他们从未共同参与过同一次军事行动,相反,为了避免在攻占城市时一方向另一方靠拢,他们总是针对彼此而不是针对敌人来指挥军队,以便不因这类事情在彼此间产生争执,也不用平分利益,因为他们的贪婪程度不相上下。