§9.20.1διὸ πάλιν ἐν τούτοις φανερὸν ὅτι δεήσει τοὺς βουλομένους εὐστοχεῖν ἐν ταῖς ἐπιβολαῖς καὶ πράξεσι γεγεωμετρηκέναι μὴ τελείως, ἀλλʼ ἐπὶ τοσοῦτον ἐφʼ ὅσον ἀναλογίας ἔννοιαν ἔχειν καὶ τῆς περὶ τὰς ὁμοιότητας θεωρίας.
因此,在这些事情上同样显而易见的是,凡希望在自己的计划和行动中取得成功的人,都必须学习几何学,虽然不要求完全精通,但至少要达到能理解比例概念和相似图形理论的程度。
§9.20.2οὐ γὰρ περὶ ταῦτα μόνον, ἀλλὰ καὶ περὶ τὰς τῶν σχημάτων μεταλήψεις ἐν ταῖς στρατοπεδείαις ἀναγκαῖός ἐστιν ὁ τρόπος, χάριν τοῦ δύνασθαι ποτὲ μὲν πᾶν σχῆμα μεταλαμβάνοντας τηρεῖν τὴν αὐτὴν συμμετρίαν τῶν ἐν ταῖς παρεμβολαῖς περιλαμβανομένων, §9.20.3ποτὲ δὲ πάλιν ἐπὶ τῶν αὐτῶν σχημάτων μένοντας αὔξειν ἢ μειοῦν τὸ περιλαμβανόμενον τῇ στρατοπεδείᾳ χωρίον, κατὰ λόγον ἀεὶ τῶν προσγινομένων ἢ τῶν χωριζομένων ἐκ τῆς παρεμβολῆς·
因为这种方法不仅在上述事务中是必要的,而且在营地建设中改变图形时也是不可或缺的,这是为了能够做到:有时在转换为任何图形时,仍能保持营地内所容纳人马的相同比例;有时则相反,在保持相同图形的情况下,始终按照营地中增加或减少的人员比例,来扩大或缩小营地所占用的区域。
§9.20.4ὑπὲρ ὧν ἡμῖν ἐν τοῖς περὶ τὰς τάξεις ὑπομνήμασιν ἀκριβέστερον δεδήλωται.
关于这些问题,我们在关于战术的备忘录中已经作了更精确的阐述。
§9.20.5οὐ γὰρ οἴομαι τοῦτό γε μετρίως ἡμῖν ἐποίσειν οὐδένα διότι πολλά τινα προσαρτῶμεν τῇ στρατηγίᾳ, κελεύοντες ἀστρολογεῖν καὶ γεωμετρεῖν τοὺς ὀρεγομένους αὐτῆς.
因为我认为,绝不会有人因为我们给将帅之术附加了诸多要求、命令向往这一职位的人学习天文学和几何学,而对我们提出合理的指责。
§9.20.6ἐγὼ δὲ τὰ μὲν ἐκ περιττοῦ παρελκόμενα τοῖς ἐπιτηδεύμασι χάριν τῆς ἐν ἑκάστοις ἐπιφάσεως καὶ στωμυλίας πολύ τι μᾶλλον ἀποδοκιμάζων, παραπλησίως δὲ καὶ τὸ πορρωτέρω τοῦ πρὸς τὴν χρείαν ἀνήκοντος ἐπιτάττειν, περὶ τἀναγκαῖα φιλοτιμότατός εἰμι καὶ σπουδάζων.
至于我,虽然我极力反对在各门学问中为了炫耀和空谈而多余引入的细枝末节,同样也反对规定超出实际应用需要的范围,但我对真正必要的知识却极其热心且高度重视。
§9.20.7καὶ γὰρ ἄτοπον τοὺς μὲν ὀρχηστικῆς ἢ τοὺς αὐλητικῆς ἐφιεμένους ἐπιδέχεσθαι τήν τε περὶ τοὺς ῥυθμοὺς καὶ τὰ μουσικὰ προκατασκευήν, ἔτι δὲ τὰ περὶ τὴν παλαίστραν, διὰ τὸ δοκεῖν προσδεῖσθαι τὸ τέλος ἑκατέρου τῆς τῶν προειρημένων συνεργίας, §9.20.8τοὺς δὲ στρατηγίας ἀντιποιουμένους ἀσχάλλειν, εἰ δεήσει τῶν ἐκτὸς ἐπιτηδευμάτων μέχρι τινὸς ἀναλαβεῖν.
因为,如果那些向往舞蹈或笛奏的人接受节奏和音乐方面的预备训练,甚至接受体育场上的锻炼,这并不奇怪,因为这两个领域的目标似乎都需要上述学问的协助;但那些声称要掌握将帅之术的人,如果必须在一定程度上涉足外部学问,却感到恼火,这确实是极其荒谬的。
§9.20.9ὥστε τοὺς περὶ τὰς βαναύσους τέχνας ἀσκοῦντας ἐμμελεστέρους εἶναι καὶ φιλοτιμοτέρους τῶν περὶ τὰ κάλλιστα καὶ σεμνότατα προαιρουμένων διαφέρειν· ὧν οὐδὲν ἂν ὁμολογήσειε νοῦν ἔχων οὐδείς.
这样一来,那些从事卑俗手艺的人反而比选择最美好、最崇高事业的人更加井然有序、更加热忱,甚至超越了后者;对此,任何有理智的人都不会赞同。
§9.20.10καὶ περὶ μὲν τούτων ἐπὶ τοσοῦτον ἡμῖν εἰρήσθω.
关于这些事情,我们就说到这里。