§9.15.1κρατεῖ δʼ ἐπὶ πάντων μὲν τῶν ἀνθρωπείων ἔργων ὁ καιρός, μάλιστα δὲ τῶν πολεμικῶν.
时机支配着人类的一切活动,尤其是战争活动。
§9.15.2διὸ προχείρως ἰστέον τῷ στρατηγῷ τροπὰς ἡλίου θερινὰς καὶ χειμερινάς, ἔτι δʼ ἰσημερίας καὶ τὰς μεταξὺ τούτων αὐξήσεις καὶ μειώσεις ἡμερῶν καὶ νυκτῶν· §9.15.3οὕτως γὰρ ἂν μόνως δύναιτο συμμετρεῖσθαι πρὸς λόγον τὰ διανύσματα καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν.
因此,将领必须随时掌握夏至和冬至,以及昼夜平分秋分,还有介于它们之间昼夜长短的增减变化;因为只有这样,他才能按比例估算陆路和海路的行军距离。
§9.15.4καὶ μὴν τοὺς κατὰ μέρος καιροὺς ἀναγκαῖον εἰδέναι, καὶ τοὺς τῆς ἡμέρας καὶ τοὺς τῆς νυκτός, πρὸς τὸ γινώσκειν πηνίκα ποιητέον καὶ τὰς ἐξεγέρσεις καὶ τὰς ἀναζυγάς· §9.15.5οὐ γὰρ οἷόν τε τοῦ τέλους τυγχάνειν μὴ οὐ τῆς ἀρχῆς εὐστοχήσαντα.
此外,还必须了解白天和黑夜的具体时间划分,以便知道何时应当唤醒士兵并起程行军;因为如果不能准确把握开端,就不可能达到目的。
§9.15.6τοὺς μὲν οὖν τῆς ἡμέρας καιροὺς τῇ σκιᾷ θεωρεῖν οὐκ ἀδύνατον, ἔτι δὲ τῇ κατὰ τὸν ἥλιον πορείᾳ καὶ τοῖς ἐπὶ τοῦ κόσμου γινομένοις αὐτοῦ τούτου διαστήμασι· §9.15.7τοὺς δὲ τῆς νυκτὸς δυσχερές, ἐὰν μή τις ἐπὶ τοῦ φαινομένου τῇ τῶν δώδεκα ζῳδίων οἰκονομίᾳ καὶ τάξει συμπεριφέρηται· πάνυ δὲ καὶ τοῦτο ῥᾴδιον τοῖς τὰ φαινόμενα πεπολυπραγμονηκόσιν.
因此,白天的时分并非不能通过影子来观测,此外还可以通过太阳的运行以及它在天球上所经过的距离来判断;但是夜间的时分则较为困难,除非一个人熟悉天球上黄道十二星座的分布和顺序;不过对于那些潜心研究天文现象的人来说,这同样非常容易。
§9.15.8ἐπεὶ γὰρ ἀνίσων οὐσῶν τῶν νυκτῶν ὅμως ἐν πάσῃ τῇ νυκτὶ τῶν δώδεκα ζῳδίων ἓξ ἀναφέρεσθαι συμβαίνει, φανερὸν ὡς ἀναγκαῖον ἐν τοῖς αὐτοῖς μέρεσι πάσης νυκτὸς ἴσα μέρη τῶν δώδεκα ζῳδίων ἀναφέρεσθαι.
因为虽然夜间的长短不一,但在任何一个夜晚,黄道十二星座中总有六个会升起,所以显而易见,在任何夜晚的相同比例部分中,黄道十二星座的等比例部分必然升起。
§9.15.9τοῦ δʼ ἡλίου γνωριζομένου καθʼ ἡμέραν, ποίαν μοῖραν ἐπέχει, δῆλον ὡς δύναντος τούτου τὴν κατὰ διάμετρον ἐπιτέλλειν ἀνάγκη.
既然白天已知太阳占据了哪一度,显而易见,当太阳下落时,其直径对称点上的星座必然升起。
§9.15.10λοιπὸν ὅσον ἂν τὸ μετὰ ταύτην μέρος ἀνατεταλκὸς φαίνηται τοῦ ζῳδιακοῦ, τοσοῦτον εἰκὸς ἠνύσθαι τῆς νυκτὸς αἰεί.
因此,在这之后,黄道带上显现出升起了多少部分,就可以推知夜晚也相应地过去了多少比例。
§9.15.11γνωριζομένων δὲ τῶν ζῳδίων καὶ κατὰ τὸ πλῆθος καὶ κατὰ τὸ μέγεθος, τοιούτους γίνεσθαι μετὰ ταῦτα συμβαίνει καὶ τοὺς κατὰ μέρος καιροὺς τῆς νυκτός.
如果已知这些星座的数量和大小,那么夜间的具体时分也随之可以判定。
§9.15.12ἐν δὲ ταῖς συννεφέσι νυξὶ τῇ σελήνῃ προσεκτέον, ἐπεὶ διὰ τὸ μέγεθος ὡς ἐπίπαν αἰεὶ τὸ ταύτης ἐμφαίνεται φῶς, καθʼ ὃν ἂν ᾖ τόπον τοῦ κόσμου.
但在多云的夜晚,则必须关注月亮,因为由于其体积巨大,无论它处于天球的什么位置,其光芒几乎总是可见的。
§9.15.13καὶ ποτὲ μὲν ἐκ τῶν περὶ τὰς ἀνατολὰς καιρῶν καὶ τόπων στοχαστέον, §9.15.14ποτὲ δὲ πάλιν ἐκ τῶν περὶ τὰς δύσεις, καθυπαρχούσης καὶ περὶ τοῦτο τὸ μέρος ἐννοίας ἐπὶ τοσοῦτον ὥστε συμπεριφέρεσθαι ταῖς καθʼ ἡμέραν διαφοραῖς τῶν ἀνατολῶν.
而有时必须根据月出的时间和地点进行推测,有时又必须根据月落的时间和地点,前提是对这一部分也已具备足够的知识,以适应每日月出时间的变化。
§9.15.15ἔστι δὲ τρόπος εὐθεώρητος καὶ περὶ ταύτην· ὅρος γὰρ εἷς μὴν ὡς τύπῳ, καὶ πρὸς αἴσθησιν
关于这一点,也有一个易于观察的方法;因为粗略地说,一个月是一个明确的界限,而且对感官而言——