§9.11.1ὅτι οἱ τῶν Καρχηδονίων ἡγεμόνες, κρατήσαντες τῶν ὑπεναντίων, σφῶν αὐτῶν οὐκ ἠδύναντο κρατεῖν, §9.11.2καὶ δόξαντες τὸν πρὸς Ῥωμαίους πόλεμον ἀνῃρηκέναι πρὸς αὑτοὺς ἐστασίαζον, ἀεὶ παρατριβόμενοι διὰ τὴν ἔμφυτον Φοίνιξι πλεονεξίαν καὶ φιλαρχίαν.
迦太基的领袖们在战胜敌人后,却无法克制自己,他们以为已经结束了与罗马人的战争,却因腓尼基人天生的贪婪和权力欲而经常互相摩擦,陷入了内讧。
§9.11.3ὧν ὑπάρχων Ἀσδρούβας ὁ Γέσκωνος εἰς τοῦτο κακοπραγμοσύνης προήχθη διὰ τὴν ἐξουσίαν, ὡς τὸν πιστότατον τῶν κατʼ Ἰβηρίαν φίλων Ἀνδοβάλην, πάλαι μὲν ἀποβαλόντα τὴν ἀρχὴν διὰ Καρχηδονίους, ἄρτι δὲ πάλιν ἀπειληφότα διὰ τὴν πρὸς ἐκείνους εὔνοιαν, ἐπεβάλετο χρημάτων πλῆθος αἰτεῖν.
其中,吉斯科之子哈斯德鲁巴因大权在握而被驱使到如此邪恶的地步,以至于他竟企图向安多巴莱斯索要巨额钱财——安多巴莱斯是他们在伊比利亚最忠实的朋友,昔日曾因迦太基人而失去统治权,近来又因对他们的好意而重新夺回了统治权。
§9.11.4τοῦ δὲ παρακούσαντος διὰ τὸ θαρρεῖν ἐπὶ τῇ προγεγενημένῃ πίστει πρὸς τοὺς Καρχηδονίους, ψευδῆ διαβολὴν ἐπενέγκας ἠνάγκασε τὸν Ἀνδοβάλην δοῦναι τὰς ἑαυτοῦ θυγατέρας εἰς ὁμηρείαν.
由于安多巴莱斯依仗自己过去对迦太基人的忠诚而拒绝了这一要求,哈斯德鲁巴便对他加以诬告,强迫安多巴莱斯交出自己的女儿们作为人质。