§8.30.1προχωρεῖν τὴν πρᾶξιν εἴχετο τῶν προκειμένων.
汉尼拔对事情如愿地[进展]大为欣喜,随着行动逐步推进,他便致力于当前的部署。
ἀπομερίσας δὲ τῶν Κελτῶν εἰς δισχιλίους, καὶ διελὼν εἰς τρία μέρη τούτους, συνέστησε τῶν νεανίσκων δύο πρὸς ἕκαστον μέρος τῶν χειριζόντων τὴν πρᾶξιν.
他分出大约两千名凯尔特人,并将他们分成三部分,在每个部分中指派了两个负责指导此次行动的青年。
§8.30.2ἀκολούθως δὲ καὶ τῶν παρʼ αὑτοῦ τινας ἡγεμόνων συνεξαπέστειλε, προστάξας διαλαβεῖν τῶν εἰς τὴν ἀγορὰν φερουσῶν ὁδῶν τὰς εὐκαιροτάτας.
同样地,他也一并派出了自己的一些将领,命令他们占领通往广场的道路中最有利的位置。
§8.30.3ὅταν δὲ τοῦτο πράξωσι, τοῖς μὲν ἐγχωρίοις νεανίσκοις ἐξαιρεῖσθαι παρήγγειλε καὶ σῴζειν τοὺς ἐντυγχάνοντας τῶν πολιτῶν, ἀναβοῶντας ἐκ πολλοῦ μένειν κατὰ χώραν Ταραντίνους, ὡς ὑπαρχούσης αὐτοῖς τῆς ἀσφαλείας,
当他们做到这一点时,他吩咐当地的青年要将遇到的市民分离出来并予以掩护,并从远处大声喊道,让塔兰托人留在原地,因为他们的安全已得到保障。
§8.30.4τοῖς δὲ παρὰ τῶν Καρχηδονίων καὶ τῶν Κελτῶν ἡγεμόσι κτείνειν διεκελεύσατο τοὺς ἐντυγχάνοντας τῶν Ῥωμαίων.
而对于迦太基人和凯尔特人的将领,他则命令他们杀死遇到的罗马人。
οὗτοι μὲν οὖν χωρισθέντες ἀλλήλων ἔπραττον μετὰ ταῦτα τὸ προσταχθέν.
于是,他们便各分路,随后执行了所命令的事。
§8.30.5τῆς δὲ τῶν πολεμίων εἰσόδου καταφανοῦς ἤδη γενομένης τοῖς Ταραντίνοις, πλήρης ἡ πόλις κραυγῆς ἐγίνετο καὶ ταραχῆς παρηλλαγμένης.
随着敌人的进入对塔兰托人而言已变得显而易见,城中顿时充满了呼喊声和异乎寻常的混乱。
§8.30.6ὁ μὲν οὖν Γάϊος, προσπεσούσης αὐτῷ τῆς εἰσόδου τῶν πολεμίων, συννοήσας ἀδύνατον αὑτὸν ὄντα διὰ τὴν μέθην, εὐθέως ἐξελθὼν ἐκ τῆς οἰκίας μετὰ τῶν οἰκετῶν καὶ παραγενόμενος ἐπὶ τὴν πύλην τὴν φέρουσαν ἐπὶ τὸν λιμένα, καὶ μετὰ ταῦτα τοῦ φύλακος ἀνοίξαντος αὐτῷ τὴν ῥινοπύλην, διαδὺς ταύτῃ καὶ λαβόμενος ἀκατίου τῶν ὁρμούντων, ἐμβὰς μετὰ τῶν οἰκετῶν εἰς τὴν ἄκραν παρεκομίσθη.
且说盖乌斯,当敌人进城的消息传到他那里时,他意识到自己因醉酒而无能为力,便立即与仆人们一同走出家门,来到通往港口的城门,随后守卫为他打开了皮门,他便从这里穿过,夺取了停泊着的一只小船,与仆人一同登船,被送到了要塞。
§8.30.7κατὰ δὲ τὸν καιρὸν τοῦτον οἱ περὶ τὸν Φιλήμενον, ἡτοιμασμένοι σάλπιγγας Ῥωμαϊκὰς καί τινας τῶν αὐταῖς χρῆσθαι δυναμένων διὰ τὴν συνήθειαν, στάντες ἐπὶ τὸ θέατρον ἐσήμαινον.
在此时刻,菲莱梅诺斯一行人准备了罗马军号,以及一些因熟悉而能够吹奏的人,他们站在剧场里吹响了号角。
§8.30.8τῶν δὲ Ῥωμαίων βοηθούντων ἐν τοῖς ὅπλοις κατὰ τὸν ἐθισμὸν εἰς τὴν ἄκραν, ἐχώρει τὸ πρᾶγμα κατὰ τὴν πρόθεσιν τοῖς Καρχηδονίοις·
当罗马人按照惯例全副武装奔向要塞进行救援时,事态正如迦太基人所预期的那样发展。
§8.30.9παραγενόμενοι γὰρ ταῖς πλατείαις ἀτάκτως καὶ σποράδην οἱ μὲν εἰς τοὺς Καρχηδονίους ἐνέπιπτον, οἱ δʼ εἰς τοὺς Κελτούς· καὶ δὴ τῷ τοιούτῳ τρόπῳ φονευομένων αὐτῶν πολύ τι πλῆθος διεφθάρη.
因为他们毫无秩序且零星地来到街道上,有的撞上了迦太基人,有的则撞上了凯尔特人;在这样的情况下,随着他们被杀戮,绝大多数人都丧生了。
§8.30.10τῆς δʼ ἡμέρας ἐπιφαινομένης οἱ μὲν Ταραντῖνοι τὴν ἡσυχίαν εἶχον κατὰ τὰς οἰκήσεις, οὐδέπω δυνάμενοι τάξασθαι τὸ συμβαῖνον.
破晓时分,塔兰托人呆在家里保持着安静,还无法弄清到底发生了什么事。
§8.30.11διὰ μὲν γὰρ τὴν σάλπιγγα καὶ τὸ μηδὲν ἀδίκημα γίνεσθαι μηδʼ ἁρπαγὴν κατὰ τὴν πόλιν, ἔδοξαν ἐξ αὐτῶν τῶν Ῥωμαίων εἶναι τὸ κίνημα.
因为听到军号声,且城里也没有发生暴行和掠夺,他们以为这场骚动是罗马人自己发起的。
§8.30.12τὸ δὲ πολλοὺς αὐτῶν ὁρᾶν πεφονευμένους ἐν ταῖς πλατείαις, καί τινας τῶν Γαλατῶν θεωρεῖσθαι σκυλεύοντας τοὺς τῶν Ῥωμαίων νεκρούς, ὑπέτρεχέ τις ἔννοια τῆς τῶν Καρχηδονίων παρουσίας.
但看到他们中许多人死在街道上,且看到一些高卢人在剥夺罗马人尸体的战利品时,迦太基人已经到来的想法开始掠过他们的脑海。