Humanitext Reader

波利比奥斯 · 历史 §8.19.1-8.19.9

阿开乌斯的乔装与夜间脱逃

第 579 段,共 1311 段 · 希腊语

内容简介

阿开乌斯在谨慎评估玻利斯可靠性的同时策划逃亡,并在夜色掩护下,与包括自己在内的五人乔装队伍一同从城堡出发。

§8.19.1Ἀχαιὸς δὲ προσδεξάμενος ἐκτενῶς καὶ φιλοφρόνως τὸν Βῶλιν ἀνέκρινε διὰ πλειόνων ὑπὲρ ἑκάστου τῶν κατὰ μέρος.
阿开乌斯热切而亲切地接见了玻利斯,并详尽地询问了有关每个具体细节的情况。
§8.19.2θεωρῶν δὲ καὶ κατὰ τὴν ἐπιφάνειαν τὸν ἄνδρα καὶ κατὰ τὴν ὁμιλίαν ἕλκοντα τὸ τῆς πράξεως στάσιμον, τὰ μὲν περιχαρὴς ἦν διὰ τὴν ἐλπίδα τῆς σωτηρίας, τὰ δὲ πάλιν ἐπτοημένος καὶ πλήρης ἀγωνίας διὰ τὸ μέγεθος τῶν ἀποβησομένων.
他看到这个人的外表和谈吐都流露出执行该计划的可靠性,一方面因获救的希望而欣喜若狂,另一方面又因后果的重大而再次感到恐慌并充满焦虑。
§8.19.3ὑπάρχων δὲ καὶ κατὰ τὴν διάνοιαν οὐδενὸς ἥττων καὶ κατὰ τὴν ἐν πράγμασι τριβὴν ἱκανός, ὅμως ἀκμὴν ἔκρινε μὴ πᾶσαν εἰς τὸν Βῶλιν ἀνακρεμάσαι τὴν πίστιν.
尽管他在智力上不亚于任何人,在实际事务的处理上也足够熟练,但他仍然决定,不能把全部的信任都寄托在玻利斯身上。
§8.19.4διὸ ποιεῖται τοιούτους λόγους πρὸς αὐτόν, ὅτι κατὰ μὲν τὸ παρὸν οὐκ ἔστι δυνατὸν ἐξελθεῖν αὐτῷ, πέμψει δέ τινας τῶν φίλων μετʼ ἐκείνου τρεῖς ἢ τέτταρας, ὧν συμμιξάντων τοῖς περὶ τὸν Μελαγκόμαν ἕτοιμον αὑτὸν ἔφη παρασκευάσειν πρὸς τὴν ἔξοδον.
因此,他对玻利斯说了这样的话:目前他不可能亲自出去,但他会派三四个朋友与玻利斯同行,等到这些人与梅兰科马斯的人会合后,他便会做好自己脱身的准备。
§8.19.5ὁ μὲν οὖν Ἀχαιὸς ἐποίει τὰ δυνατά· τοῦτο δʼ ἠγνόει, τὸ δὴ λεγόμενον, πρὸς Κρῆτα κρητίζων· ὁ γὰρ Βῶλις οὐθὲν ἀψηλάφητον εἶχε τῶν ἐπινοηθέντων ἂν εἰς τοῦτο τὸ μέρος.
于是,阿开乌斯尽其所能地做着准备,但他没有意识到,自己正如俗话所说,是在“对克里特人耍克里特人的花招”;因为在这件事上可能策划的一切手段,玻利斯无一不曾探查过。
§8.19.6πλὴν παραγενομένης τῆς νυκτός, ἐν ᾗ συνεξαποστέλλειν ἔφη τοὺς φίλους, προπέμψας τὸν Ἀριανὸν καὶ τὸν Βῶλιν ἐπὶ τὴν τῆς ἄκρας ἔξοδον μένειν προσέταξε, μέχρις ἂν οἱ μέλλοντες αὐτοῖς συνεξορμᾶν παραγένωνται.
然而,到了他所说的要派朋友们一同出发的那天夜里,他预先将阿里亚诺斯和玻利斯送到城堡的出口,并吩咐他们等候,直到将与他们一同出发的人到来。
§8.19.7τῶν δὲ πειθαρχησάντων, κοινωσάμενος παρʼ αὐτὸν τὸν καιρὸν τῇ γυναικὶ καὶ ποιήσας διὰ τὸ παράδοξον τὴν Λαοδίκην ἔκφρονα, χρόνον μέν τινα λιπαρῶν ταύτην καὶ καταπραΰνων ταῖς προσδοκωμέναις ἐλπίσι προσεκαρτέρει,
在他们服从之后,他就在那个时刻向妻子透露了此事,拉奥狄克因这突如其来的消息而惊慌失措,阿开乌斯在原地逗留了片刻,恳求她并用预期的希望安慰她。
§8.19.8μετὰ δὲ ταῦτα πέμπτος αὐτὸς γενόμενος, καὶ τοῖς μὲν ἄλλοις μετρίας ἐσθῆτας ἀναδούς, αὐτὸς δὲ λιτὴν καὶ τὴν τυχοῦσαν ἀναλαβὼν καὶ ταπεινὸν αὑτὸν ποιήσας προῆγε, §8.19.9συντάξας ἑνὶ τῶν φίλων αὐτὸν αἰὲν ἀποκρίνασθαι πρὸς τὸ λεγόμενον ὑπὸ τῶν περὶ τὸν Ἀριανὸν καὶ πυνθάνεσθαι παρʼ ἐκείνων ἀεὶ τὸ κατεπεῖγον, περὶ δὲ τῶν ἄλλων φάναι βαρβάρους αὐτοὺς ὑπάρχειν.
随后,他自己作为五人中的一员,给其他人发了普通的衣服,而他自己则换上了简陋、平常的衣服,装作卑微的样子,向前走去,他吩咐其中一个朋友,由该人亲自去回答阿里亚诺斯等人所说的话,并不断向他们询问紧急的事物,而对其他几个人,则称他们是蛮族人。

词汇与语法注释

  1. 8.19.3ἀκμὴν — 此处用作副词,意为“依然”、“仍然”。虽然这种用法在古典雅典散文中很罕见,但在波利比乌斯等希腊化时期的散文中却很常见。
  2. 8.19.5πρὸς Κρῆτα κρητίζων — 著名的谚语,意为“对克里特人耍克里特人的花招”(即试图欺骗一个众所周知的骗子)。动词“κρητίζω”意为“说谎”或“欺骗”。
  3. 8.19.8πέμπτος αὐτός — 希腊语特有惯用表达,字面意思是“他自己作为第五人”,表示包括他本人在内共有五个人(即他与另外四人)。
  4. 8.19.9ἑνὶ τῶν φίλων αὐτὸν αἰὲν ἀποκρίνασθαι — 不定式“ἀποκρίνασθαι”的逻辑主语“αὐτόν”(宾格)在加强语气上指代与格“ἑνὶ τῶν φίλων”,意为“由该朋友亲自回答”。

引用这一段

波利比奥斯, 历史 §8.19.1-8.19.9. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:8.19.1-8.19.9

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。