§8.15.1Βῶλις ἦν ἀνὴρ γένει μὲν Κρής, χρόνον δὲ πολὺν ἐν τῇ βασιλείᾳ διατετριφὼς ἐν ἡγεμονικῇ προστασίᾳ, δοκῶν δὲ καὶ σύνεσιν ἔχειν καὶ τόλμαν παράβολον καὶ τριβὴν ἐν τοῖς πολεμικοῖς οὐδενὸς ἐλάττω.
玻利斯是一个克里特族人,他在朝廷的指挥岗位上度过了很长时间,被认为拥有聪慧的头脑、冒险的气魄以及不亚于任何人的军事经验。
§8.15.2τοῦτον ὁ Σωσίβιος διὰ πλειόνων λόγων πιστωσάμενος, καὶ παρασκευάσας εὔνουν ἑαυτῷ καὶ πρόθυμον, ἀναδίδωσι τὴν πρᾶξιν, λέγων ὡς οὐδὲν ἂν τῷ βασιλεῖ μεῖζον χαρίσαιτο κατὰ τοὺς ἐνεστῶτας καιροὺς ἢ συνεπινοήσας πῶς καὶ τίνι τρόπῳ δύναται σῶσαι τὸν Ἀχαιόν.
索西比乌斯通过多次交谈赢得了他的信任,并使他对自己心存好意且满怀热情,随后将这一计划委托给自已,并说在目前的形势下,通过共同策划如何以及以何种方式拯救阿开乌斯,他向国王献上的恩惠莫过于此。
§8.15.3τότε μὲν οὖν διακούσας ὁ Βῶλις, καὶ φήσας ἐπισκέψασθαι περὶ τῶν εἰρημένων, ἐχωρίσθη·
于是,玻利斯当时在听完这些话后,表示要对所谈的内容进行考虑,便离去了。
§8.15.4δοὺς δὲ λόγον ἑαυτῷ, καὶ μετὰ δύʼ ἢ τρεῖς ἡμέρας προσελθὼν πρὸς τὸν Σωσίβιον, ἀνεδέξατο τὴν πρᾶξιν εἰς αὑτόν, φήσας καὶ γεγονέναι πλείω χρόνον ἐν ταῖς Σάρδεσι καὶ τῶν τόπων ἐμπειρεῖν, καὶ τὸν Καμβύλον τὸν ἡγεμόνα τῶν παρʼ Ἀντιόχῳ στρατευομένων Κρητῶν οὐ μόνον πολίτην, ἀλλὰ καὶ συγγενῆ καὶ φίλον ὑπάρχειν αὑτῷ.
但他在独自权衡之后,两三天后去见索西比乌斯,接受了这一任务,并说自己曾在萨尔迪斯待过较长时间,对当地的地形很熟悉,而且在安条克麾下服役的克里特人指挥官坎比洛斯不仅是自己的同胞,还是自己的亲戚兼朋友。
§8.15.5συνέβαινε δὲ καὶ τὸν Καμβύλον καὶ τοὺς ὑπὸ τοῦτον ταττομένους Κρῆτας πεπιστεῦσθαί τι τῶν φυλακτηρίων τῶν κατὰ τοὺς ὄπισθε τόπους τῆς ἄκρας, οἵτινες κατασκευὴν μὲν οὐκ ἐπεδέχοντο, τῇ δὲ συνεχείᾳ τῶν ὑπὸ τὸν Καμβύλον τεταγμένων ἀνδρῶν ἐτηροῦντο.
恰巧,坎比洛斯和归他指挥的克里特人也受托把守卫城后方的某些岗哨;这些地方无法建造固定防御工事,但通过坎比洛斯部下士兵的持续轮防而得到看守。
§8.15.6τοῦ δὲ Σωσιβίου δεξαμένου τὴν ἐπίνοιαν, καὶ διειληφότος ἢ μὴ δυνατὸν εἶναι σωθῆναι τὸν Ἀχαιὸν ἐκ τῶν περιεστώτων, ἢ δυνατοῦ καθάπαξ ὑπάρχοντος διὰ μηδενὸς ἂν ἑτέρου γενέσθαι τοῦτο βέλτιον ἢ διὰ Βώλιδος, τοιαύτης δὲ συνδραμούσης καὶ περὶ τὸν Βῶλιν προθυμίας, ταχέως ἐλάμβανε τὸ πρᾶγμα προκοπήν.
索西比乌斯采纳了这一设想,并断定,要么阿开乌斯不可能从眼前的困境中获救,要么如果这完全是可能的,那么除了通过玻利斯之外,没有比这更好地实现这一目标的途径了;既然玻利斯方面也表现出同样的积极性,事情便迅速取得进展。
§8.15.7ὅ τε γὰρ Σωσίβιος ἅμα μὲν προεδίδου τῶν χρημάτων εἰς τὸ μηδὲν ἐλλείπειν εἰς τὰς ἐπιβολάς, πολλὰ δʼ εὖ γενομένων ὑπισχνεῖτο δώσειν, §8.15.8τὰς δὲ παρʼ αὐτοῦ τοῦ βασιλέως καὶ παρʼ Ἀχαιοῦ τοῦ σῳζομένου χάριτας ἐξ ὑπερβολῆς αὔξων εἰς μεγάλας ἐλπίδας ἦγε τὸν Βῶλιν·
盖索西比乌斯一方面预先提供资金,以免计划有任何匮乏,另一方面又许诺在事情成功后给予重赏,同时,他极力夸大玻利斯将从国王本人以及被营救的阿开乌斯那里得到的恩谢,使玻利斯怀有巨大的期望。
§8.15.9ὅ τε προειρημένος ἀνήρ, ἕτοιμος ὢν πρὸς τὴν πρᾶξιν, οὐδένα χρόνον ἐπιμείνας ἐξέπλευσε, συνθήματα λαβὼν καὶ πίστεις πρός τε Νικόμαχον εἰς Ῥόδον, ὃς ἐδόκει πατρὸς ἔχειν διάθεσιν κατὰ τὴν εὔνοιαν καὶ πίστιν πρὸς τὸν Ἀχαιόν, ὁμοίως δὲ καὶ πρὸς Μελαγκόμαν εἰς Ἔφεσον.
上述的那位男子在为行动做好准备后,毫不拖延地起航了,他带着联络暗号和信物,分别前往罗德岛去见尼科马科斯——此人对阿开乌斯的善意与忠诚被认为具有父亲般的深情——以及前往以弗所去见梅兰科马斯。
§8.15.10οὗτοι γὰρ ἦσαν, διʼ ὧν καὶ τὸν πρὸ τοῦ χρόνον Ἀχαιὸς τά τε πρὸς τὸν Πτολεμαῖον καὶ τὰς ἄλλας ἁπάσας τὰς ἔξωθεν ἐπιβολὰς ἐχείριζε.
因为这些人就是此前阿开乌斯用来处理与托勒密的关系以及所有其他外部事务的联络人。