Humanitext Reader

波利比奥斯 · 历史 §8.12.1-8.12.8

菲利普毒杀阿拉托斯与后者的英雄荣誉

第 571 段,共 1311 段 · 希腊语

内容简介

本节叙述了菲利普毒杀亚该亚领袖阿拉托斯的事件、阿拉托斯在察觉自身命运时所表现出的自制态度,以及亚该亚人死后授予他的英雄荣誉。

§8.12.1Φίλιππος δὲ τοὺς μὲν Μεσσηνίους πολεμίους γεγονότας οὐδὲν ἄξιον ἠδυνήθη λόγου βλάψαι, καίπερ ἐπιβαλόμενος κακοποιεῖν αὐτῶν τὴν χώραν, εἰς δὲ τοὺς ἀναγκαιοτάτους τῶν φίλων τὴν μεγίστην ἀσέλγειαν ἐναπεδείξατο.
菲利普对已经成为敌人的美塞尼亚人,虽然企图蹂躏他们的领土,却未能造成任何值得一提的损害;然而,对于他最亲密的朋友,他却施加了极大的强暴。
§8.12.2τὸν γὰρ πρεσβύτερον Ἄρατον, δυσαρεστηθέντα τοῖς ὑπʼ αὐτοῦ πεπραγμένοις ἐν τῇ Μεσσήνῃ, μετʼ οὐ πολὺ μετὰ Ταυρίωνος τοῦ χειρίζοντος αὐτῷ τὰ κατὰ Πελοπόννησον ἐπανείλατο φαρμάκῳ.
盖因不久之后,在负责替他掌管伯罗奔尼撒事务的陶里翁的协助下,他用毒药杀害了年长的阿拉托斯,因为后者对其在美塞内的所作所为深感不满。
§8.12.3παραυτίκα μὲν οὖν ἠγνοεῖτο παρὰ τοῖς ἐκτὸς τὸ γεγονός· καὶ γὰρ ἦν ἡ δύναμις οὐ τῶν παρʼ αὐτὸν τὸν καιρὸν ἀπολλυουσῶν, ἀλλὰ χρόνον ἔχουσα καὶ διάθεσιν ἐργαζομένη·
因此起初,外界并不知道发生了什么;因为这药效并非属于那种能立即使人致死的类型,而是需要时间并在体内逐渐产生病变。
§8.12.4τόν γε μὴν Ἄρατον αὐτὸν οὐκ ἐλάνθανε τὸ κακόν. ἐγένετο δὲ δῆλον ἐκ τούτων·
然而,阿拉托斯本人并非没有察觉这一祸端。
§8.12.5ἅπαντας γὰρ ἐπικρυπτόμενος τοὺς ἄλλους, πρὸς ἕνα τῶν ὑπηρετῶν Κεφάλωνα διὰ τὴν συνήθειαν οὐκ ἔστεξε τὸν λόγον, ἀλλʼ ἐπιμελῶς αὐτῷ κατὰ τὴν ἀρρωστίαν τοῦ προειρημένου συμπαρόντος καί τι τῶν πρὸς τῷ τοίχῳ πτυσμάτων ἐπισημηναμένου δίαιμον ὑπάρχον, εἶπε "ταῦτα τἀπίχειρα τῆς φιλίας, ὦ Κεφάλων, κεκομίσμεθα τῆς πρὸς Φίλιππον" §8.12.6.
而这一点由以下事实得以表明:因为他虽然对其他所有人隐瞒,但出于平日的亲密,却未对仆人之一的凯法隆隐瞒实情;当凯法隆在阿拉托斯患病期间悉心照料他,并指出墙壁附近的唾液中带有血迹时,阿拉托斯说:“凯法隆啊,这就是我们因与菲利普交好而得到的报酬。
οὕτως ἐστὶ μέγα τι καὶ καλὸν χρῆμα μετριότης, ὥστε μᾶλλον ὁ παθὼν τοῦ πράξαντος ᾐσχύνετο τὸ γεγονός, εἰ τοσούτων καὶ τηλικούτων κεκοινωνηκὼς ἔργων ἐπὶ τῷ τοῦ Φιλίππου συμφέροντι τοιαῦτα τἀπίχειρα κεκόμισται τῆς εὐνοίας.
” 节制是如此伟大而美好的品质,以至于受害者甚至比施害者更为那件事感到羞耻——因为他在为了菲利普的利益而参与了如此之多且重大的事务之后,却因自己的好意而得到了这样的回报。
§8.12.7οὗτος μὲν οὖν καὶ διὰ τὸ πολλάκις τῆς ἀρχῆς τετευχέναι παρὰ τοῖς Ἀχαιοῖς, καὶ διὰ τὸ πλῆθος καὶ διὰ τὸ μέγεθος τῶν εἰς τὸ ἔθνος εὐεργεσιῶν, μεταλλάξας τὸν βίον ἔτυχε πρεπούσης τιμῆς καὶ παρὰ τῇ πατρίδι καὶ παρὰ τῷ κοινῷ τῶν Ἀχαιῶν· §8.12.8καὶ γὰρ θυσίας αὐτῷ καὶ τιμὰς ἡρωικὰς ἐψηφίσαντο, καὶ συλλήβδην ὅσα πρὸς αἰώνιον ἀνήκει μνήμην, ὥστʼ εἴπερ καὶ περὶ τοὺς ἀποιχομένους ἔστι τις αἴσθησις, εἰκὸς εὐδοκεῖν αὐτὸν καὶ τῇ τῶν Ἀχαιῶν εὐχαριστίᾳ καὶ ταῖς ἐν τῷ ζῆν κακοπραγίαις καὶ κινδύνοις. [ξοδ. υρβ. φολ. 106 εχτρ. εχξ. αντ. π. 198; Φίλιππος δὲ — 7 τῶν Ἀχαιῶν ηαβετ ξοδ. πειρ. αβ αντεξεδεντιβυς νον σειυνξτα. ]
因此,由于他曾多次在亚该亚人中担任最高官职,且因他对该部族的恩惠之多与大,当他结束一生时,在祖国以及亚该亚同盟中都获得了相称的荣誉;盖因他们通过决议授予他祭祀与英雄般的荣誉,总之,一切属于永恒纪念的事物。 因此,如果逝者确有感知的话,那么他既对亚该亚人的感激感到满意,也对生前的苦难与危险感到欣慰,这是理所当然的。

词汇与语法注释

  1. 8.12.2δυσαρεστηθέντα τοῖς ὑπʼ αὐτοῦ πεπραγμένοις — 无定过去时被动分词 δυσαρεστηθέντα 修饰对格的 Ἄρατον。与格短语 τοῖς πεπραγμένοις 用以表示不满的直接对象。
  2. 8.12.3οὐ τῶν παρʼ αὐτὸν τὸν καιρὸν ἀπολλυουσῶν — 属格分词短语作为表示特征或类别的属格,修饰主语 δύναμις,表明该药力不属于那种能立即使人致死的类别。
  3. 8.12.5τοῦ προειρημένου συμπαρόντος ... ἐπιμελῶς αὐτῷ ... καί τι ... ἐπισημηναμένου — 分词 συμπαρόντος 与 ἐπισημηναμένου 均与名词 τοῦ προειρημένου(指代前述仆人凯法隆)构成双重绝对属格结构,为主句动词 εἶπε 提供时间与情境背景。
  4. 8.12.8εἰκὸς εὐδοκεῖν αὐτὸν καὶ τῇ τῶν Ἀχαιῶν εὐχαριστίᾳ καὶ ταῖς ἐν τῷ ζῆν κακοπραγίαις καὶ κινδύνοις — 无人称形容词 εἰκός(省略了 ἐστί)支配着以 αὐτόν 为主语、εὐδοκεῖν 为不定式的对格不定式结构。与格的 εὐχαριστίᾳ 和 κακοπραγίαις / κινδύνοις 受 εὐδοκεῖν 支配,表示其感到满意的对象。

引用这一段

波利比奥斯, 历史 §8.12.1-8.12.8. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:8.12.1-8.12.8

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。