Humanitext Reader

波利比奥斯 · 历史 §8.13.1-8.13.9

菲利普进军利苏斯与设伏计谋

第 572 段,共 1311 段 · 希腊语

内容简介

菲利普率军前往攻打利苏斯和阿克罗利苏斯,在侦察地形后,他放弃了强攻险要的阿克罗利苏斯,转而计划利用城市与山脚之间的空间设伏突袭。

§8.13.1πάλαι δὲ τῇ διανοίᾳ περὶ τὸν Λίσσον καὶ τὸν Ἀκρόλισσον ὤν, καὶ σπουδάζων ἐγκρατὴς γενέσθαι τῶν τόπων τούτων, ὥρμησε μετὰ τῆς δυνάμεως· ποιησάμενος δὲ τὴν πορείαν ἐπὶ δύʼ ἡμέρας, §8.13.2καὶ διελθὼν τὰ στενά, κατέζευξε παρὰ τὸν Ἀρδάξανον ποταμόν, οὐ μακρὰν τῆς πόλεως.
他早已在心中谋划攻打利苏斯 and 阿克罗利苏斯,并急于占领这些地方,于是率军出发;在行军两天、通过隘路之后,他在离城不远的阿尔达克萨诺斯河畔扎营。
§8.13.3θεωρῶν δὲ τόν τε τοῦ Λίσσου περίβολον καὶ τὰ πρὸς τῇ θαλάττῃ καὶ τὰ πρὸς τὴν μεσόγαιον ἠσφαλισμένον διαφερόντως καὶ φύσει καὶ κατασκευῇ, τόν τε παρακείμενον Ἀκρόλισσον αὐτῷ καὶ διὰ τὴν εἰς ὕψος ἀνάτασιν καὶ διὰ τὴν ἄλλην ἐρυμνότητα τοιαύτην ἔχοντα φαντασίαν ὥστε μηδʼ ἂν ἐλπίσαι μηδένα κατὰ κράτος ἑλεῖν, τῆς μὲν περὶ τοῦτον ἐλπίδος ἀπέστη τελέως, τῆς δὲ πόλεως οὐ λίαν ἀπήλπισε.
他观察到利苏斯的城墙范围,无论朝向大海的一侧还是朝向内陆的一侧,在自然地形和人工防御工事两方面都极为坚固;而相邻的阿克罗利苏斯因其高耸之势及其他险峻特征,呈现出任何人都不敢指望凭武力攻克的外貌。 因此,他完全放弃了对后者的希望,但对该城本身倒没有十分绝望。
§8.13.4συνθεωρήσας δὲ τὸ μεταξὺ διάστημα τοῦ Λίσσου καὶ τοῦ κατὰ τὸν Ἀκρόλισσον πρόποδος σύμμετρον ὑπάρχον πρὸς τὴν ἐπιβολὴν τὴν κατὰ τῆς πόλεως, κατὰ τοῦτο διενοήθη συστησάμενος ἀκροβολισμὸν χρήσασθαι στρατηγήματι πρὸς τὸ παρὸν οἰκείῳ.
在观察到利苏斯与阿克罗利苏斯山脚之间的距离适合作出对该城的攻势后,他决定在此地组织一场遭遇战,并采用适合当前局势的策略。
§8.13.5δοὺς δὲ μίαν ἡμέραν πρὸς ἀνάπαυσιν τοῖς Μακεδόσι, καὶ παρακαλέσας ἐν αὐτῇ τὰ πρέποντα τῷ καιρῷ, τὸ μὲν πολὺ μέρος καὶ χρησιμώτατον τῶν εὐζώνων ἔτι νυκτὸς εἴς τινας φάραγγας ὑλώδεις ἔκρυψε κατὰ τὸν ἐπὶ τῆς μεσογαίου τόπον ὑπὲρ τὸ προειρημένον διάστημα,
他给马其顿人一天时间休整,并在这一天里用适合时局的话鼓励他们。 随后,在天亮之前,他将轻装兵中人数最多且最得力的部分,藏匿在前述距离上方的内陆地区、一些树木茂密的峡谷中。
§8.13.6τοὺς δὲ πελταστὰς εἰς τὴν ἐπαύριον ἔχων καὶ τὸ λοιπὸν μέρος τῶν εὐζώνων ἐπὶ θάτερα τῆς πόλεως κατὰ θάλατταν ἐχρῆτο τῇ πορείᾳ.
第二天,他率领轻盾兵和其余的轻装兵,沿海从城市的另一侧行军。
§8.13.7περιελθὼν δὲ τὴν πόλιν, καὶ γενόμενος κατὰ τὸν προειρημένον τόπον, δῆλος ἦν ὡς ταύτῃ ποιησόμενος τὴν πρὸς τὴν πόλιν ἀνάβασιν.
绕过城市并到达前述地点后,他显然打算从这里发起对该城的攀登突击。
§8.13.8οὐκ ἀγνοουμένης δὲ τῆς τοῦ Φιλίππου παρουσίας ἦν πλῆθος ἱκανὸν ἐξ ἁπάσης τῆς πέριξ Ἰλλυρίδος εἰς τὸν Λίσσον ἡθροισμένον· §8.13.9τῷ μὲν γὰρ Ἀκρολίσσῳ διὰ τὴν ὀχυρότητα πιστεύοντες μετρίαν
由于菲利普的到来早已为人所知,大批人马从周围整个伊利里亚地区聚集到了利苏斯;因为他们因阿克罗利苏斯的险固而对它充满信心,只派了少量的……

词汇与语法注释

  1. §8.13.3ὥστε μηδʼ ἂν ἐλπίσαι — ὥστε 引导的结果从句中的 ἄν 加上不定式(ἂν ἐλπίσαι),相当于潜在语气希求法(ἂν ἐλπίσειέ τις,“没有人会指望”)转为不定式的形式。
  2. §8.13.7δῆλος ἦν ὡς — 使用形容词 δῆλος 的人称结构(直译为“他显然打算……”),在语义上相当于无人称结构(“他显然打算……”)。连接词 ὡς 与将来时分词(ποιησόμενος)连用,表示他的主观意图或伪装的行动。
  3. §8.13.9μετρίαν — 阴性单数宾格形容词。现存文本在此中断;在句法上,它必定修饰一个已散佚的阴性单数宾格名词(例如表示“守备队”的 φυλακήν 等)。

引用这一段

波利比奥斯, 历史 §8.13.1-8.13.9. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:8.13.1-8.13.9

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。