§8.1.1οὐκ ἀλλότριον εἶναί μοι δοκεῖ τῆς ὅλης ἡμῶν ἐπιβολῆς καὶ τῆς ἐν ἀρχαῖς προθέσεως συνεπιστῆσαι τοὺς ἀκούοντας ἐπὶ τὸ μεγαλεῖον τῶν πράξεων καὶ τὸ φιλότιμον τῆς ἑκατέρου τοῦ πολιτεύματος προαιρέσεως, λέγω δὲ τοῦ Ῥωμαίων καὶ Καρχηδονίων.
我认为,将听众的注意力引向这两大政体(即罗马和迦太基)各自功业的宏伟以及其雄心勃勃的决策,与我的整体规划和最初设想并非毫不相干。
§8.1.2τίς γὰρ οὐκ ἂν ἐπισημήναιτο πῶς τηλικοῦτον μὲν πόλεμον συνεσταμένοι περὶ τῶν κατὰ τὴν Ἰταλίαν πραγμάτων, οὐκ ἐλάττω δὲ τούτου περὶ τῶν κατὰ τὴν Ἰβηρίαν, ἀκμὴν δὲ περὶ τούτων ἀδήλους μὲν ἔχοντες ἐπʼ ἴσον ἀμφότεροι τὰς ὑπὲρ τοῦ μέλλοντος ἐλπίδας, ἐφαμίλλους δὲ τοὺς κατὰ τὸ παρὸν ἐνεστῶτας κινδύνους, §8.1.3ὅμως οὐκ ἠρκοῦντο ταῖς προκειμέναις ἐπιβολαῖς, ἀλλὰ καὶ περὶ Σαρδόνος καὶ Σικελίας ἠμφισβήτουν· καὶ πάντα περιελάμβανον, οὐ μόνον ταῖς ἐλπίσιν, ἀλλὰ καὶ ταῖς χορηγίαις καὶ ταῖς παρασκευαῖς;
因为,有谁会不注意到,尽管他们为了意大利的局势而卷入如此巨大的战争,又为了伊比利亚的局势而卷入另一场不亚于此的战争,且在这些斗争正酣之际,双方对未来的希望同样难以预料,而眼前所面临的危险也势均力敌,然而他们并不满足于眼前的这些企图,反而还为撒丁和西西里展开争夺,不仅在希望中,而且在物资供应和军事准备上都包罗了万象?
§8.1.4ὃ καὶ μάλιστʼ ἄν τις εἰς τὸ κατὰ μέρος ἐμβλέψας θαυμάσειε.
这一点在细看其具体情况时尤其令人惊叹。
δύο μὲν γὰρ Ῥωμαίοις κατὰ τὴν Ἰταλίαν μετὰ τῶν ὑπάτων ἐντελῆ προεκάθητο στρατόπεδα, δύο δὲ κατὰ τὴν Ἰβηρίαν, ὧν τὸ μὲν πεζὸν Γνάϊος εἶχε, τὸ δὲ ναυτικὸν Πόπλιος.
因为罗马人不仅在意大利驻扎了由执政官率领的两个完整的军团,在伊比利亚也驻扎了两个军团,其中陆军由格奈乌斯统领,海军由普布利乌斯统领。
§8.1.5οἰκείως δὲ ταῦτα συνέβαινε γίνεσθαι καὶ παρὰ Καρχηδονίοις.
而在迦太基人那一边,也同样发生着完全一样的情况。
§8.1.6καὶ μὴν τοῖς κατὰ τὴν Ἑλλάδα τόποις ἐφώρμει καὶ ταῖς ἐπιβολαῖς τοῦ Φιλίππου στόλος, ἐφʼ οὗ τὸ μὲν πρῶτον Μάρκος Οὐαλέριος, μετὰ δὲ ταῦτα Πόπλιος ἐπέπλει Σουλπίκιος.
此外,还有一支舰队在希腊海域监视着菲利普的企图,这支舰队最初由马尔库斯·瓦莱里乌斯统领,其后由普布利乌斯·苏尔皮基乌斯率领。
§8.1.7ἅμα δὲ τούτοις Ἄππιος μὲν ἑκατὸν πεντηρικοῖς σκάφεσι, Μάρκος δὲ Κλαύδιος πεζικὰς ἔχων δυνάμεις, ἐφήδρευε τοῖς κατὰ τὴν Σικελίαν.
与此同时,阿庇乌斯率领一百五十艘五级战船,马尔库斯·克劳狄乌斯则率领陆军部队,在西西里防备不测。
§8.1.8τὸ δʼ αὐτὸ τοῦτʼ Ἀμίλκας ἐποίει παρὰ Καρχηδονίοις.
而在迦太基人那一边,哈米尔卡也在做着完全相同的事。