§8.2.1διʼ ὧν ὑπολαμβάνω τὸ πολλάκις ἐν ἀρχαῖς ἡμῖν τῆς πραγματείας εἰρημένον νῦν διʼ αὐτῶν τῶν ἔργων ἀληθινὴν λαμβάνειν πίστιν.
通过这些事实,我认为我们在本书开头屡次阐述的观点,如今通过这些事实本身得到了真实的证实。
§8.2.2τοῦτο δʼ ἦν ὡς οὐχ οἷόν τε διὰ τῶν τὰς κατὰ μέρος ἱστορίας γραφόντων συνθεάσασθαι τὴν τῶν ὅλων οἰκονομίαν.
这一观点即是:想要通过那些撰写局部历史的人来通观全局的有机结构,是不可能的。
§8.2.3πῶς γὰρ ἐνδέχεται ψιλῶς αὐτὰς καθʼ αὑτὰς ἀναγνόντα τὰς Σικελικὰς ἢ τὰς Ἰβηρικὰς πράξεις, γνῶναι καὶ μαθεῖν ἢ τὸ μέγεθος τῶν γεγονότων ἢ τὸ συνέχον, τίνι τρόπῳ καὶ τίνι γένει πολιτείας τὸ παραδοξότατον καθʼ ἡμᾶς ἔργον ἡ τύχη συνετέλεσε;
因为,仅仅读了西西里或伊比利亚的个别事迹,人们又怎能知道并理解这些事件的宏伟,或是其联结纽带,即命运究竟是以何种方式、凭借何种政体,完成了我们时代这一最不可思议的伟业?
§8.2.4τοῦτο δʼ ἔστι τὸ πάντα τὰ γνωριζόμενα μέρη τῆς οἰκουμένης ὑπὸ μίαν ἀρχὴν καὶ δυναστείαν ἀγαγεῖν, ὃ πρότερον οὐχ εὑρίσκεται γεγονός.
这一伟业就是将已知世界的有生力量和所有部分置于单一的统治与主权之下,这在以前从未发生过。
§8.2.5πῶς μὲν γὰρ εἷλον Συρακούσας Ῥωμαῖοι καὶ πῶς Ἰβηρίαν κατέσχον, οὐκ ἀδύνατον καὶ διὰ τῶν κατὰ μέρος ἐπὶ ποσὸν γνῶναι συντάξεων· §8.2.6πῶς δὲ τῆς ἁπάντων ἡγεμονίας καθίκοντο, καὶ τί πρὸς τὰς ὁλοσχερεῖς αὐτοῖς ἐπιβολὰς τῶν κατὰ μέρος ἀντέπραξε, καὶ τί πάλιν καὶ κατὰ τίνας καιροὺς συνήργησε, δυσχερὲς καταλαβεῖν ἄνευ τῆς καθόλου τῶν πράξεων ἱστορίας.
因为,罗马人是如何攻占叙拉古、如何占领伊比利亚的,通过局部的记述在一定程度上并非无法了解;但是,他们是如何取得天下霸权的,以及在他们的全局计划中,局部事件有哪些起了阻碍作用,又有哪些在何时起到了协助作用,若没有关于这些事迹的通史,则是难以理解的。
§8.2.7οὐ μὴν τὸ μέγεθος τῶν ἔργων οὐδὲ τὴν τοῦ πολιτεύματος δύναμιν εὐμαρὲς κατανοῆσαι διὰ τὰς αὐτὰς αἰτίας.
同样,由于相同的原因,想要理解这些功业的宏大以及其政体的力量,也绝非易事。
§8.2.8τὸ γὰρ ἀντιποιήσασθαι Ῥωμαίους Ἰβηρίας ἢ πάλιν Σικελίας, καὶ στρατεῦσαι πεζικαῖς καὶ ναυτικαῖς δυνάμεσιν, αὐτὸ καθʼ αὑτὸ λεγόμενον οὐκ ἂν εἴη θαυμαστόν.
因为,罗马人争夺伊比利亚或西西里,并派出陆海军进行征战,如果孤立地来看,这本身并无令人惊叹之处。
§8.2.9ἅμα δὲ τούτων συμβαινόντων καὶ πολλαπλασίων ἄλλων κατὰ τὸν αὐτὸν καιρὸν ἐπιτελουμένων ἐκ τῆς αὐτῆς ἀρχῆς καὶ πολιτείας, καὶ θεωρουμένων ὁμοῦ τούτοις τῶν κατὰ τὴν ἰδίαν χώραν ὑπαρχουσῶν περιστάσεων καὶ πολέμων περὶ τοὺς ἅπαντα τὰ προειρημένα χειρίζοντας, §8.2.10οὕτως ἂν εἴη μόνως σαφῆ τὰ γεγονότα καὶ θαυμαστὰ καὶ μάλιστʼ ἂν οὕτως τυγχάνοι τῆς ἁρμοζούσης ἐπιστάσεως.
但是,当这些事情同时发生,且属于同一政权和政体的数倍于此的其他事务也在同一时期得以推行,并且与这些同时被审视的,还有那些发生在他们自己国土上、围绕着管理上述所有事务的人们的危机与战争,只有在这种情况下,所发生的一切才会变得清晰而令人惊叹,也只有这样,它们才能获得最应得的关注。
§8.2.11ταῦτα μὲν οὖν ἡμῖν εἰρήσθω πρὸς τοὺς ὑπολαμβάνοντας διὰ τῆς τῶν κατὰ μέρος συντάξεως ἐμπειρίαν ποιήσασθαι τῆς καθολικῆς καὶ κοινῆς ἱστορίας.
因此,对于那些认为通过阅读局部历史就能掌握通史和共同历史的人,我们就说这些话。
[ξοδ. υρβ. φολ. 102 εχξ. αντ. π. 196. ]
[乌尔比诺抄本,第102叶,古代摘录,第196页。]