§7.18.1κατὰ δὲ τὸν καιρὸν τοῦτον οἱ περὶ τὸν Λαγόραν καὶ Θεόδοτον καὶ Διονύσιον ὑπερβάντες τοὺς κρημνοὺς ἧκον ἐπὶ τὴν ὑποκειμένην πύλην.
此时,拉戈拉斯、狄奥多图斯、狄奥尼修斯及其部下越过悬崖,来到了下方的城门处。
§7.18.2καὶ τινὲς μὲν αὐτῶν διεμάχοντο πρὸς τοὺς ἀπαντῶντας, οἱ δὲ διέκοπτον τοὺς μοχλούς.
他们中的一些人与前来迎击的敌人交战,另一些人则砍断了门闩。
ἅμα δὲ τούτοις προσπεσόντες ἔξωθεν οἱ τεταγμένοι πρὸς τοῦτο τὸ μέρος τὸ παραπλήσιον ἐποίουν.
与此同时,部署在外侧、正对该处的士兵也发起了进攻,并做了同样的事情。
§7.18.3ταχὺ δὲ τῶν πυλῶν ἀνοιχθεισῶν, εἰσελθόντες οἱ δισχίλιοι κατελάβοντο τὴν τοῦ θεάτρου στεφάνην.
城门很快被打开,攻入的两千名士兵占领了剧场顶部的环形看台。
§7.18.4οὗ γινομένου πάντες ὥρμησαν ἀπὸ τῶν τειχῶν καὶ τῆς Περσίδος προσαγορευομένης πύλης, ἐφʼ ἣν πρότερον ἐβοήθησαν οἱ περὶ τὸν Ἀρίβαζον, σπεύδοντες παρεγγυᾶν ἐπὶ τοὺς εἰσπεπτωκότας.
此事发生后,所有人纷纷从城墙以及此前阿里巴佐斯及其部下前往驰援的所谓波斯门撤离,急于集结起来对抗那些已经攻入城内的人。
§7.18.5τούτου δὲ συμβαίνοντος, κατὰ τὴν ἀποχώρησιν ἀνεῳγμένης τῆς πύλης, συνεισέπεσόν τινες τῶν παρὰ τοῦ βασιλέως, ἑπόμενοι τοῖς ὑποχωροῦσιν.
在此期间,由于退却时城门洞开,国王的一些部下紧随退却者,一同冲了进去。
§7.18.6ὧν κρατησάντων τῆς πύλης, ἤδη τούτοις κατὰ τὸ συνεχὲς οἱ μὲν εἰσέπιπτον, οἱ δὲ τὰς παρακειμένας διέκοπτον πύλας.
在他们控制了城门之后,后续的士兵源源不断地涌入,有的人冲了进来,有的人则砸开了相邻的城门。
§7.18.7οἱ δὲ περὶ τὸν Ἀρίβαζον καὶ πάντες οἱ κατὰ τὴν πόλιν ἐπὶ βραχὺ διαγωνισάμενοι πρὸς τοὺς εἰσεληλυθότας ὥρμησαν φεύγειν πρὸς τὴν ἄκραν.
阿里巴佐斯及其部下,以及城里的所有人,在与攻入的敌人进行了短暂的交战后,便急忙向卫城逃跑。
§7.18.8οὗ συμβάντος οἱ μὲν περὶ τὸν Θεόδοτον καὶ Λαγόραν ἔμενον ἐπὶ τῶν κατὰ τὸ θέατρον τόπων, νουνεχῶς καὶ πραγματικῶς ἐφεδρεύοντες τοῖς ὅλοις, ἡ δὲ λοιπὴ δύναμις εἰσπεσοῦσα πανταχόθεν ἅμα κατειλήφει τὴν πόλιν.
此事发生后,狄奥多图斯和拉戈拉斯及其部下留守在剧场周围,明智且切实地作为全局的后备力量,而其余的部队则同时从四面八方涌入,占领了城市。
καὶ τὸ λοιπὸν ἤδη, §7.18.9τῶν μὲν φονευόντων τοὺς ἐντυγχάνοντας, τῶν δὲ τὰς οἰκήσεις ἐμπιπρώντων, ἄλλων δὲ πρὸς τὰς ἁρπαγὰς καὶ τὰς ὠφελείας ὡρμηκότων, ἐγίνετο παντελὴς ἡ τῆς πόλεως καταφθορὰ καὶ διαρπαγή.
此后,有的人屠杀遇到的人,有的人纵火焚烧房屋,还有的人奔向抢劫和掠夺,城市遭到了彻底的毁灭和洗劫。
§7.18.10καὶ Σάρδεων μὲν τοῦτον τὸν τρόπον ἐγένετο κύριος Ἀντίοχος.
安条克便以这种方式成为了萨尔迪斯的主人。
[ξοδ. υρβ. φολ. 98 μεδ. εχξ. αντ. π. 194. ]
[乌尔比诺写本,第98叶中部,古代摘录,第194页。]