Humanitext Reader

波利比奥斯 · 历史 §7.5.1-7.5.8

希埃罗尼姆斯撕毁条约与决意对罗马开战

第 541 段,共 1311 段 · 希腊语

内容简介

罗马使者再次拜访希埃罗尼姆斯,后者为此召集评议会。在亲迦太基派的煽动下,希埃罗尼姆斯向罗马提出无理的退还要求,实际上拒绝了遵守条约,并开始整装备战。

§7.5.1δυνάμεις εἰς τὴν Σικελίαν.
兵力至西西里。
οἱ δὲ Ῥωμαῖοι ταῦτα πυνθανόμενοι πάλιν ἔπεμψαν πρὸς αὐτὸν πρέσβεις, διαμαρτυρόμενοι μὴ παραβαίνειν τὰς πρὸς τοὺς προγόνους αὐτοῦ τεθειμένας συνθήκας.
而罗马人获悉此事后,再次向他派遣使者,严正抗议,要求他不可违反与其先祖所缔结的条约。
§7.5.2ὑπὲρ ὧν Ἱερώνυμος ἁθροίσας τὸ συνέδριον ἀνέδωκε διαβούλιον τί δεῖ ποιεῖν.
对此,希埃罗尼姆斯召集了评议会,就应当如何行事提交讨论。
§7.5.3οἱ μὲν οὖν ἐγχώριοι τὴν ἡσυχίαν ἦγον, δεδιότες τὴν τοῦ προεστῶτος ἀκρισίαν· Ἀριστόμαχος δʼ ὁ Κορίνθιος καὶ Δάμιππος ὁ Λακεδαιμόνιος καὶ Αὐτόνους ὁ Θετταλὸς ἠξίουν ἐμμένειν ταῖς πρὸς Ῥωμαίους συνθήκαις.
于是,当地的委员们因害怕其首脑的轻率而保持缄默;但科林斯人阿里斯托马科斯、拉刻代蒙人达米波斯和色萨利人奥托诺奥斯则坚称应当遵守与罗马人的条约。
§7.5.4Ἀδρανόδωρος δὲ μόνος οὐκ ἔφη δεῖν παριέναι τὸν καιρόν· εἶναι δὲ τὸν ἐνεστῶτα μόνον ἐν ᾧ κατακτήσασθαι δυνατόν ἐστι τὴν τῆς Σικελίας ἀρχήν.
唯独阿德拉诺多罗斯声称不应当错失良机,并表示当前是夺取西西里统治权的唯一时机。
§7.5.5τοῦ δὲ ταῦτʼ εἰπόντος, ἤρετο τοὺς περὶ τὸν Ἱπποκράτην ποίας μετέχουσι γνώμης.
在他说了这些话之后,希埃罗尼姆斯询问希波克拉底一伙人持有何种意见。
τῶν δὲ φησάντων τῆς Ἀδρανοδώρου, πέρας εἶχε τὸ διαβούλιον.
当他们表示赞同阿德拉诺多罗斯的意见时,讨论便告结束。
καὶ τὰ μὲν τοῦ πολέμου τοῦ πρὸς Ῥωμαίους ἐκεκύρωτο τὸν τρόπον τοῦτον·
而与罗马人战争的事宜就以这种方式决定了下来。
§7.5.6βουλόμενος δὲ μὴ σκαιῶς δοκεῖν ἀποκρίνεσθαι τοῖς πρεσβευταῖς, εἰς τηλικαύτην ἀστοχίαν ἐνέπεσε διʼ ἧς τοῖς Ῥωμαίοις οὐ μόνον δυσαρεστήσειν, ἀλλὰ καὶ προσκόπτειν ἔμελλε προφανῶς.
他不想对使者们做出显得粗鲁的答复,却陷入了如此极大的失策,这不仅会使罗马人不满,而且显然会公然触怒他们。
§7.5.7ἔφη γὰρ ἐμμενεῖν ἐν ταῖς συνθήκαις, ἐὰν αὐτῷ πρῶτον μὲν τὸ χρυσίον ἀποδῶσι πᾶν, ὃ παρʼ Ἱέρωνος ἔλαβον τοῦ πάππου, δεύτερον δὲ τὸν σῖτον ἐκ παντὸς ἀποκαταστήσωσι τοῦ χρόνου καὶ τὰς ἄλλας δωρεάς, ἃς εἶχον παρʼ ἐκείνου, τὸ δὲ τρίτον ὁμολογήσωσι τὴν ἐντὸς Ἱμέρα ποταμοῦ χώραν καὶ πόλεις εἶναι Συρακοσίων.
因为他声称,如果他们首先归还从其祖父希埃隆处获得的所有金子,其次退还历来所有的谷物及从他那里得到的其他赠礼,第三承认希梅拉斯河以内的领土和城市归叙拉古人所有,他就会遵守条约。
§7.5.8οἱ μὲν οὖν πρεσβευταὶ καὶ τὸ συνέδριον ἐπὶ τούτοις ἐχωρίσθησαν· οἱ δὲ περὶ τὸν Ἱερώνυμον ἀπὸ τούτων τῶν καιρῶν ἐνήργουν τὰ τοῦ πολέμου, καὶ τάς τε δυνάμεις ἥθροιζον καὶ καθώπλιζον τάς τε λοιπὰς χορηγίας ἡτοίμαζον.
于是,使者和评议会在此情况下散会;而希埃罗尼姆斯一伙人自此时起便积极着手战争事务,聚集并武装军队,准备其余的军物资。
[εχξ. δε λεγατ. π. 1. ]
[《使节篇摘录》第一部分]

词汇与语法注释

  1. §7.5.4οὐκ ἔφη δεῖν ... εἶναι δὲ — 否定词 οὐκ 虽然在句法上否定不定式 δεῖν,但按习惯置于主动词 ἔφη(说)之前(即 οὔ φημι 的用法,意为“声称不……”)。但在随后由 δέ 引导的并列不定式从句(εἶναι δὲ……)中,该否定并不起作用,动词 ἔφη 在语境中被理解为单纯的肯定性言说动词(“并且他说……”)。这种在一个言说动词下从否定陈述向肯定陈述的过渡是希腊语的常见句式。
  2. §7.5.5τῶν δὲ φησάντων τῆς Ἀδρανοδώρου — 在独立属格结构 τῶν δὲ φησάντων(当他们说时)中,阴性单数属格短语 τῆς Ἀδρα诺多罗斯 省略了前句 “ποίας μετέχουσι γνώμης” 中出现的名词 γνώμης(意见)。此外,该结构还含蓄地省略了不定式 μετέχειν(参与、分享),从而构成了完整的语义结构:[μετέχειν] τῆς Ἀδρανοδώρου [γνώμης](“他们赞同阿德拉诺多罗斯的意见”)。
  3. §7.5.7ἐὰν αὐτῷ πρῶτον μὲν τὸ χρυσίον ἀποδῶσι πᾶν — 在由不定式 ἐμμενεῖν 引导的间接引语中,条件从句由 ἐάν 连同虚拟语气动词(ἀποδῶσι, ἀποκαταστήσωσι, ὁμολογήσωσι)构成。这反映了直接引语中现场感强的未来条件句(ἐάν 配合虚拟语气,主句为将来直说语气)的结构。在间接引语中,虚拟语气动词被保留了下来,而没有按常规转变为祈愿语气(optative),从而保留了陈述的生动性。

引用这一段

波利比奥斯, 历史 §7.5.1-7.5.8. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:7.5.1-7.5.8

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。