Humanitext Reader

波利比奥斯 · 历史 §7.17.1-7.17.9

拉戈拉斯攀爬绝壁与佯攻行动

第 556 段,共 1311 段 · 希腊语

内容简介

拉戈拉斯等人在天亮后架梯攀登,安条克国王随即攻击相反方向的波斯门以分散敌方的注意力,迫使阿开乌斯和阿里巴佐斯仓促进行防御部署。

§7.17.1ἑτοίμων δὲ πάντων αὐτοῖς γενομένων, ἅμα τῷ κρυφθῆναι τὴν σελήνην λάθρᾳ πρὸς τοὺς κρημνοὺς οἱ περὶ τὸν Λαγόραν ἀφικόμενοι μετὰ τῶν κλιμάκων ὑπέστειλαν ἑαυτοὺς ὑπό τινα προπεπτωκυῖαν ὀφρύν.
当他们的一切准备工作就绪后,月亮一隐蔽,拉戈拉斯及其随从就带着梯子秘密到达悬崖边,潜伏在一个凸出的岩棚下。
ἐπιγενομένης δὲ τῆς ἡμέρας, §7.17.2καὶ τῶν μὲν φυλάκων ἀπολυομένων ἀπὸ τοῦ τόπου τούτου, τοῦ δὲ βασιλέως κατὰ τὸν ἐθισμὸν τοὺς μὲν εἰς τὰς ἐφεδρείας ἐκπέμποντος, τοὺς δὲ πολλοὺς εἰς τὸν ἱππόδρομον ἐξαγαγόντος καὶ παρατάττοντος, τὸ μὲν πρῶτον ἀνύποπτον ἦν πᾶσι τὸ γενόμενον.
当破晓时分,卫兵们正从该处换班撤离,而国王按照惯例,正派遣一部分人前往预备队,并带领大多数人前往赛马场进行整队,起初,正在发生的事情对所有人来说都没有引起怀疑。
§7.17.3προστεθεισῶν δὲ δυεῖν κλιμάκων, καὶ διʼ ἧς μὲν Διονυσίου, διʼ ἧς δὲ Λαγόρα πρῶτον πορευομένων, ἐγίνετο ταραχὴ καὶ κίνημα περὶ τὸ στρατόπεδον.
但是,当架起两架梯子,狄奥尼修斯率先从一架登上去,拉戈拉斯从另一架登上去时,军营周围开始出现了骚动和不安。
§7.17.4συνέβαινε γὰρ τοῖς μὲν ἐκ τῆς πόλεως καὶ τοῖς περὶ τὸν Ἀχαιὸν ἐκ τῆς ἄκρας ἀδήλους εἶναι τοὺς προσβαίνοντας διὰ τῆς προπεπτωκυίας ἐπὶ τὸν κρημνὸν ὀφρύος· τοῖς δʼ ἐκ τοῦ στρατοπέδου σύνοπτος ἦν ἡ τόλμα τῶν ἀναβαινόντων καὶ παραβαλλομένων.
因为对于城里的人以及卫城里阿开乌斯身边的人来说,由于悬崖上凸出的岩棚,他们看不见那些正在攀登的人;但对于军营里的人来说,那些攀登并冒险的人的这一大胆尝试是清晰可见的。
§7.17.5διόπερ οἱ μὲν ἐκπεπληγμένοι τὸ παράδοξον, οἱ δὲ προορώμενοι καὶ δεδιότες τὸ συμβησόμενον, ἀχανεῖς ἅμα δὲ περιχαρεῖς ὄντες, ἕστασαν.
因此,有的人因这出乎意料的事情而惊愕,有的人则预见到即将发生的事情并感到恐惧,他们目瞪口呆,同时又无比欣喜地伫立着。
ὅθεν ὁ βασιλεύς, §7.17.6θεωρῶν τὸ περὶ τὴν ὅλην παρεμβολὴν κίνημα, καὶ βουλόμενος ἀποσπᾶν ἀπὸ τοῦ προκειμένου τούς τε παρʼ αὑτοῦ καὶ τοὺς ἐκ τῆς πόλεως, προῆγε τὴν δύναμιν καὶ προσέβαλε πρὸς τὰς ἐπὶ θάτερα πύλας κειμένας, Περσίδας δὲ προσαγορευομένας.
为此,国王看到整个军营的动静,并希望将他自己的部下以及城里人的注意力从眼前的事务上转移开,便率军前进,对位于另一侧的被称为“波斯门”的城门发起了进攻。
Ἀχαιὸς δέ, §7.17.7συνθεωρῶν ἐκ τῆς ἄκρας τὸ περὶ τοὺς ὑπεναντίους κίνημα παρηλλαγμένον τῆς συνηθείας, ἐπὶ πολὺ διηπορεῖτο δυσχρηστούμενος καὶ συννοῆσαι τὸ γινόμενον οὐδαμῶς δυνάμενος.
而阿开乌斯从卫城观察到敌人的行动异于往常,在很长一段时间里深感困惑和棘手,完全无法理解发生了什么事。
§7.17.8πλὴν ὅμως ἐξαπέστειλε τοὺς ἀπαντήσοντας εἰς τὴν πύλην· ὧν διὰ στενῆς καὶ κρημνώδους ποιουμένων τὴν κατάβασιν βραδεῖαν συνέβαινε γίνεσθαι τὴν ἐπικουρίαν.
尽管如此,他还是派人前往城门迎击;但由于他们是在狭窄且险峻的道路上向下撤退,使得救援行动变得迟缓。
§7.17.9ὁ δʼ ἐπὶ τῆς πόλεως τεταγμένος Ἀρίβαζος ἀκάκως ὥρμησε πρὸς τὰς πύλας, αἷς ἑώρα προσβάλλοντα τὸν Ἀντίοχον, καὶ τοὺς μὲν ἐπὶ τὸ τεῖχος ἀνεβίβαζε, τοὺς δὲ διὰ τῆς πύλης ἀφιεὶς εἴργειν τοὺς συνεγγίζοντας καὶ συμπλέκεσθαι παρεκελεύετο τοῖς πολεμίοις.
与此同时,负责防守城市的阿里巴佐斯毫无戒备地奔向他看到安条克正在进攻的城门,他让一部分人登上城墙,同时放另一部分人出城门,命令他们阻击逼近的敌人并与敌人交战。

词汇与语法注释

  1. §7.17.3καὶ διʼ ἧς μὲν Διονυσίου, διʼ ἧς δὲ Λαγόρα πρῶτον πορευομένων — 关系代词 `ἧς` 指代前文的 `κλιμάκων`(梯子),形成平行结构:“通过其中一架梯子……通过另一架梯子……”。该部分为属格绝对结构(genitive absolute),属格名词 `Διονυσίου` 和 `Λαγόρα` 作为分词 `πορευομένων`(属格复数)的逻辑主语。
  2. §7.17.4συνέβαινε γὰρ τοῖς μὲν ἐκ τῆς πόλεως ... ἀδήλους εἶναι τοὺς προσβαίνοντας — 无人称动词 `συνέβαινε`(发生)后接宾格与不定式结构(`ἀδήλους εἶναι τοὺς προσβαίνοντας`)。其中宾格分词 `τοὺς προσβαίνοντας` 是不定式 `εἶναι` 的逻辑主语,形容词 `ἀδήλους` 作为表语与之保持一致。与格短语 `τοῖς μὲν ἐκ τῆς πόλεως...` 作为判断与格(dativus iudicantis)修饰整个不定式从句。
  3. §7.17.8ὧν διὰ στενῆς καὶ κρημνώδους ποιουμένων τὴν κατάβασιν — 关系代词 `ὧν`(指代前句中被派出的人)在属格绝对结构 `ὧν ... ποιουμένων`(由于他们正进行……)中充当逻辑主语。这是希腊语中典型的用法,关系代词同时兼具连接词和指示代词的作用以引导新分句。

引用这一段

波利比奥斯, 历史 §7.17.1-7.17.9. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:7.17.1-7.17.9

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。