§7.15.1περὶ δὲ τὰς Σάρδεις ἄπαυστοι καὶ συνεχεῖς ἀκροβολισμοὶ συνίσταντο καὶ κίνδυνοι καὶ νύκτωρ καὶ μεθʼ ἡμέραν, πᾶν γένος ἐνέδρας, ἀντενέδρας, ἐπιθέσεως ἐξευρισκόντων τῶν στρατιωτῶν κατʼ ἀλλήλων· περὶ ὧν γράφειν τὰ κατὰ μέρος οὐ μόνον ἀνωφελὲς ἀλλὰ καὶ μακρὸν ἂν εἴη τελέως.
在萨迪斯周围,不论昼夜,不断发生着持久的冲突和危险,士兵们针对彼此设计出各种埋伏、反埋伏和袭击;详细记录这些事情不仅无益,而且会显得完全冗长。
§7.15.2τὸ δὲ πέρας, ἤδη τῆς πολιορκίας δεύτερον ἔτος ἐνεστώσης, Λαγόρας ὁ Κρής, τριβὴν ἔχων ἐν τοῖς πολεμικοῖς ἱκανήν, καὶ συνεωρακὼς ὅτι συμβαίνει τὰς ὀχυρωτάτας πόλεις ὡς ἐπὶ τὸ πολὺ ῥᾷστα γίνεσθαι τοῖς πολεμίοις ὑποχειρίους διὰ τὴν ὀλιγωρίαν τῶν ἐνοικούντων, ὅταν πιστεύσαντες ταῖς ὀχυρότησι ταῖς φυσικαῖς ἢ χειροποιήτοις ἀφυλακτῶσι καὶ ῥᾳθυμῶσι τὸ παράπαν, §7.15.3καὶ τούτων αὐτῶν ἐπεγνωκὼς διότι συμβαίνει τὰς ἁλώσεις γίνεσθαι κατὰ τοὺς ὀχυρωτάτους τόπους καὶ δοκοῦντας ὑπὸ τῶν ἐναντίων ἀπηλπίσθαι, §7.15.4καὶ τότε θεωρῶν κατὰ τὴν προϋπάρχουσαν δόξαν περὶ τῆς τῶν Σάρδεων ὀχυρότητος ἅπαντας ἀπεγνωκότας ὡς διὰ τοιαύτης πράξεως κυριεύσειν αὐτῆς, μίαν δὲ ταύτην ἔχοντας ἐλπίδα τοῦ διὰ τῆς ἐνδείας κρατήσειν τῆς πόλεως, §7.15.5τοσούτῳ μᾶλλον προσεῖχε καὶ πάντα τρόπον ἠρεύνα, σπεύδων ἀφορμῆς τινος ἐπιλαβέσθαι τοιαύτης.
最后,在包围战已经进入第二年时,克里特人拉戈拉斯——他在军事事务上拥有相当丰富的经验,并且看出了最坚固的城市往往最容易落入敌人之手,这正是由于居民的懈怠,当他们信赖天然或人工的坚固工事时,便完全放弃警惕和疏于防备,且由于他正是从这些事实中认识到,夺取往往发生在那些最坚固、且被对手认为无望攻克的地方,当时他也看到,根据先前关于萨迪斯坚固程度的看法,所有人都已放弃通过此类行动来控制它的希望,而仅抱有通过饥饿来制服该城市的这唯一希望,于是他更加留心,并以一切方式进行搜寻,急于抓住某个这样的契机。
§7.15.6συνθεωρήσας δὲ τὸ κατὰ τὸν καλούμενον Πρίονα τεῖχος ἀφυλακτούμενον — οὗτος δʼ ἔστι τόπος ὁ συνάπτων τὴν ἄκραν καὶ τὴν πόλιν — ἐγίνετο περὶ τὴν ἐλπίδα καὶ τὴν ἐπίνοιαν ταύτην.
在观察到被称为普里翁附近的城墙疏于防守后——这里是连接卫城和城市的通道——他便全心投入于这个希望和计划之中。
§7.15.7τὴν μὲν οὖν τῶν φυλαττόντων ῥᾳθυμίαν ἐκ τοιούτου τινὸς σημείου συνέβη θεωρῆσαι.
至于守军的懈怠,他是通过如下的一种迹象观察到的。
§7.15.8τοῦ τόπου κρημνώδους ὑπάρχοντος διαφερόντως, καὶ φάραγγος ὑποκειμένης, εἰς ἣν ῥιπτεῖσθαι συνέβαινε τοὺς ἐκ τῆς πόλεως νεκροὺς καὶ τὰς τῶν ἵππων καὶ τὰς τῶν ὑποζυγίων τῶν ἀποθνησκόντων κοιλίας, εἰς τοῦτον αἰεὶ τὸ τῶν γυπῶν καὶ τῶν ἄλλων ὀρνέων πλῆθος ἡθροίζετο.
由于该处极为陡峭,下方有一深谷,城内的尸体以及死去的马匹和驮畜的内脏往往会被抛弃于此,因此在这个地方,总是聚集着大群的秃鹫和其他鸟类。
§7.15.9συνθεωρήσας οὖν ὁ προειρημένος ἀνήρ, ὅτε πληρωθείη τὰ ζῷα, τὰς ἀναπαύσεις ἐπὶ τῶν κρημνῶν καὶ τοῦ τείχους ποιούμενα συνεχῶς, ἔγνω διότι κατʼ ἀνάγκην ἀφυλακτεῖται τὸ τεῖχος καὶ γίνεται τὸν πλεῖστον χρόνον ἔρημον.
于是,上述之人观察到,每当这些动物吃饱时,它们便不断在悬崖和城墙上栖息,由此他断定城墙必然疏于防守,并且大部分时间里都是空无一人的。
§7.15.10λοιπὸν ἐπιμελῶς τὴν νύκτα προσπορευόμενος ἐξήταζε τὰς προσβάσεις καὶ θέσεις τῶν κλιμάκων.
此后,他在夜间小心翼翼地接近,调查了攀爬的通道以及放置梯子的位置。
§7.15.11εὑρίσκων δὲ κατά τινα τόπον καὶ καθʼ ἕνα τῶν κρημνῶν δυνατὴν οὖσαν, προσφέρει τῷ
在发现于某处且沿着悬崖的一点是可以可行的时候,他便向……提议。