§6.57.1ὅτι μὲν οὖν πᾶσι τοῖς οὖσιν ὑπόκειται φθορὰ καὶ μεταβολὴ σχεδὸν οὐ προσδεῖ λόγων· ἱκανὴ γὰρ ἡ τῆς φύσεως ἀνάγκη παραστῆσαι τὴν τοιαύτην πίστιν.
凡是存在的事物都不可避免地要经历消亡和转变,这几乎不需要多加解释;因为自然的必然性本身就足以提供这一确信。
§6.57.2δυεῖν δὲ τρόπων ὄντων, καθʼ οὓς φθείρεσθαι πέφυκε πᾶν γένος πολιτείας, τοῦ μὲν ἔξωθεν, τοῦ δʼ ἐν αὐτοῖς φυομένου, τὸν μὲν ἐκτὸς ἄστατον ἔχειν συμβαίνει τὴν θεωρίαν, τὸν δʼ ἐξ αὐτῶν τεταγμένην.
各种政制自然消亡的途径有两种,一种来自外部,另一种产生于其内部;外部途径的观察往往是不确定的,而内部途径的观察则是规则的。
§6.57.3τί μὲν δὴ πρῶτον φύεται γένος πολιτείας καὶ τί δεύτερον, καὶ πῶς εἰς ἄλληλα μεταπίπτουσιν, εἴρηται πρόσθεν ἡμῖν,
至于何种政制首先产生,何种其次,以及它们如何相互转化,我们此前已经作了说明。
§6.57.4ὥστε τοὺς δυναμένους τὰς ἀρχὰς τῷ τέλει συνάπτειν τῆς ἐνεστώσης ὑποθέσεως κἂν αὐτοὺς ἤδη προειπεῖν ὑπὲρ τοῦ μέλλοντος.
因此,那些能够将当前论题的起点与终点结合起来的人,如今也可以自己预测未来。
ἔστι δʼ, ὡς ἐγᾦμαι, δῆλον.
而在我看来,这是显而易见的。
§6.57.5ὅταν γὰρ πολλοὺς καὶ μεγάλους κινδύνους διωσαμένη πολιτεία μετὰ ταῦτα εἰς ὑπεροχὴν καὶ δυναστείαν ἀδήριτον ἀφίκηται, φανερὸν ὡς εἰσοικιζομένης εἰς αὐτὴν ἐπὶ πολὺ τῆς εὐδαιμονίας συμβαίνει τοὺς μὲν βίους γίνεσθαι πολυτελεστέρους, τοὺς δʼ ἄνδρας φιλονεικοτέρους τοῦ δέοντος περί τε τὰς ἀρχὰς καὶ τὰς ἄλλας ἐπιβολάς.
因为当一个国家在排除了许多重大危险后,随后达到了卓越地位和无可争辩的霸权时,显然,随着繁荣长期定居于其中,人们的生活会变得更加奢侈,而在官职及其他企图上,人们也会变得比适当程度更加争强好胜。
§6.57.6ὧν προβαινόντων ἐπὶ πλέον ἄρξει μὲν τῆς ἐπὶ τὸ χεῖρον μεταβολῆς ἡ φιλαρχία καὶ τὸ τῆς ἀδοξίας ὄνειδος, πρὸς δὲ τούτοις ἡ περὶ τοὺς βίους ἀλαζονεία καὶ πολυτέλεια,
随着这些现象进一步发展,对权力的渴望和对无名之辈的耻辱感,以及生活中的虚饰和奢侈,将开始导向恶化。
§6.57.7λήψεται δὲ τὴν ἐπιγραφὴν τῆς μεταβολῆς ὁ δῆμος, ὅταν ὑφʼ ὧν μὲν ἀδικεῖσθαι δόξῃ διὰ τὴν πλεονεξίαν, ὑφʼ ὧν δὲ χαυνωθῇ κολακευόμενος διὰ τὴν φιλαρχίαν.
而当民众认为自己因某些人的贪婪而受到不公对待,又因另一些人的掌权野心而受到阿谀奉承并变得傲慢时,民众将主导这一转变的名义。
§6.57.8τότε γὰρ ἐξοργισθεὶς καὶ θυμῷ πάντα βουλευόμενος οὐκέτι θελήσει πειθαρχεῖν οὐδʼ ἴσον ἔχειν τοῖς προεστῶσιν, ἀλλὰ πᾶν καὶ τὸ πλεῖστον αὐτός.
因为那时他们会感到愤怒,在一切决策中都凭激情行事,不再愿意服从,甚至不愿与领导者平等,而是要求一切或绝大部分权力都归自己所有。
§6.57.9οὗ γενομένου τῶν μὲν ὀνομάτων τὸ κάλλιστον ἡ πολιτεία μεταλήψεται, τὴν ἐλευθερίαν καὶ δημοκρατίαν, τῶν δὲ πραγμάτων τὸ χείριστον, τὴν ὀχλοκρατίαν.
一旦这种情况发生,该政制将冠以最美丽的名字,即“自由”和“民主”,但在实际中却是最坏的情况,即“众愚政”(暴民政治)。
§6.57.10ἡμεῖς δʼ ἐπειδὴ τήν τε σύστασιν καὶ τὴν αὔξησιν τῆς πολιτείας, ἔτι δὲ τὴν ἀκμὴν καὶ τὴν διάθεσιν, πρὸς δὲ τούτοις τὴν διαφορὰν πρὸς τὰς ἄλλας τοῦ τε χείρονος ἐν αὐτῇ καὶ βελτίονος διεληλύθαμεν, τὸν μὲν περὶ τῆς πολιτείας λόγον ὧδέ πῃ καταστρέφομεν.
既然我们已经阐明了该政制的建立、成长、鼎盛和现状,此外还对比了它与其他政制的优劣差异,那么关于政制的论述我们就此总结。