Humanitext Reader

波利比奥斯 · 历史 §6.56.1-6.56.15

罗马与迦太基的金钱观及宗教的作用

第 533 段,共 1311 段 · 希腊语

内容简介

作者论述了罗马人与迦太基人在金钱观念和法律制度上的差异,并强调了宗教(迷信)作为罗马政制强项的作用。他解释了利用宗教敬畏控制民众的必要性,并通过与希腊人的对比赞扬了罗马人极高的诚信与廉洁。

§6.56.1καὶ μὴν τὰ περὶ τοὺς χρηματισμοὺς ἔθη καὶ νόμιμα βελτίω παρὰ Ῥωμαίοις ἐστὶν ἢ παρὰ Καρ
此外,在涉及金钱的习俗和法律制度方面,罗马人也比迦太基人更为优越。
§6.56.2χηδονίοις παρʼ οἷς μὲν γὰρ οὐδὲν αἰσχρὸν τῶν ἀνηκόντων πρὸς κέρδος, παρʼ οἷς δʼ οὐδὲν αἴσχιον τοῦ δωροδοκεῖσθαι καὶ τοῦ πλεονεκτεῖν ἀπὸ τῶν μὴ
因为在后者中,凡是能带来利益的事情,没有什么是被视为可耻的;而在前者中,没有什么比接受贿赂和通过不正当手段谋取私利更可耻的了。
§6.56.3καθηκόντων καθʼ ὅσον γὰρ ἐν καλῷ τίθενται τὸν ἀπὸ τοῦ κρατίστου χρηματισμόν, κατὰ τοσοῦτο πάλιν ἐν ὀνείδει ποιοῦνται τὴν ἐκ τῶν ἀπειρημένων πλεονεξίαν.
因为,迦太基人将任何途径获得的财富都视为光荣,而相反,罗马人则将通过被禁止的手段进行的贪婪视为耻辱。
§6.56.4σημεῖον δὲ τοῦτο· παρὰ μὲν Καρχηδονίοις δῶρα φανερῶς διδόντες λαμβάνουσι τὰς ἀρχάς, παρὰ δὲ Ῥωμαίοις θάνατός ἐστι περὶ τοῦτο πρόστιμον.
这一点可以通过以下事实证明:在迦太基人中,人们通过公开行贿来获取官职,而在罗马人中,对此的处罚则是死刑。
§6.56.5ὅθεν τῶν ἄθλων τῆς ἀρετῆς ἐναντίων τιθεμένων παρʼ ἀμφοῖν, εἰκὸς ἀνόμοιον εἶναι καὶ τὴν παρασκευὴν ἑκατέρων πρὸς ταῦτα.
因此,既然双方对美德的奖励设置完全相反,那么两者对此所做的准备和训练自然也会有所不同。
§6.56.6μεγίστην δέ μοι δοκεῖ διαφορὰν ἔχειν τὸ Ῥωμαίων πολίτευμα πρὸς βέλτιον ἐν τῇ περὶ θεῶν διαλήψει.
在我看来,罗马政制在对待神灵的观念上,表现出了其最显著的优越差异。
§6.56.7καί μοι δοκεῖ τὸ παρὰ τοῖς ἄλλοις ἀνθρώποις ὀνειδιζόμενον, τοῦτο συνέχειν τὰ Ῥωμαίων πράγματα, λέγω δὲ τὴν δεισιδαιμονίαν·
在我看来,正是那些在其他人看来遭到谴责的东西——我指的是“迷信”——维系着罗马的国家事务。
§6.56.8ἐπὶ τοσοῦτον γὰρ ἐκτετραγῴδηται καὶ παρεισῆκται τοῦτο τὸ μέρος παρʼ αὐτοῖς εἴς τε τοὺς κατʼ ἰδίαν βίους καὶ τὰ κοινὰ τῆς πόλεως ὥστε μὴ καταλιπεῖν ὑπερβολήν.
因为这一因素在他们的个人生活和城邦公共事务中都被戏剧化地夸大并引入,以至于无以复加。
ὃ καὶ δόξειεν ἂν πολλοῖς εἶναι θαυμάσιον.
这在许多人看来也许是不可思议的。
§6.56.9ἐμοί γε μὴν δοκοῦσι τοῦ πλήθους χάριν τοῦτο πεποιηκέναι.
但在我看来,他们这样做至少是为了应付民众。
§6.56.10εἰ μὲν γὰρ ἦν σοφῶν ἀνδρῶν πολίτευμα συναγαγεῖν, ἴσως οὐδὲν ἦν ἀναγκαῖος ὁ τοιοῦτος τρόπος·
因为,如果能够组建一个完全由智者组成的国家,也许这种方法就完全没有必要了。
§6.56.11ἐπεὶ δὲ πᾶν πλῆθός ἐστιν ἐλαφρὸν καὶ πλῆρες ἐπιθυμιῶν παρανόμων, ὀργῆς ἀλόγου, θυμοῦ βιαίου, λείπεται τοῖς ἀδήλοις φόβοις καὶ τῇ τοιαύτῃ τραγῳδίᾳ τὰ πλήθη συνέχειν.
然而,由于任何民众都是轻浮的,且充满了非法的欲望、盲目的愤怒和暴烈的激情,因此除了用无形的恐惧和此类戏剧化的手段来控制他们之外,别无他法。
§6.56.12διόπερ οἱ παλαιοὶ δοκοῦσί μοι τὰς περὶ θεῶν ἐννοίας καὶ τὰς ὑπὲρ τῶν ἐν ᾅδου διαλήψεις οὐκ εἰκῇ καὶ ὡς ἔτυχεν εἰς τὰ πλήθη παρεισαγαγεῖν, πολὺ δὲ μᾶλλον οἱ νῦν εἰκῇ καὶ ἀλόγως ἐκβάλλειν αὐτά.
因此,在我看来,古人将关于神灵的观念以及关于阴间(哈得斯)的看法引入民众心中,绝非偶然和随意之举,反而是现代人随意且不理智地抛弃了它们。
§6.56.13τοιγαροῦν χωρὶς τῶν ἄλλων οἱ τὰ κοινὰ χειρίζοντες παρὰ μὲν τοῖς Ἕλλησιν, ἐὰν ταλάντου μόνον πιστευθῶσιν, ἀντιγραφεῖς ἔχοντες δέκα καὶ σφραγῖδας τοσαύτας καὶ μάρτυρας διπλασίους οὐ δύνανται τηρεῖν τὴν πίστιν· §6.56.14παρὰ δὲ Ῥωμαίοις κατά τε τὰς ἀρχὰς καὶ πρεσβείας πολύ τι πλῆθος χρημάτων χειρίζοντες διʼ αὐτῆς τῆς κατὰ τὸν ὅρκον πίστεως τηροῦσι τὸ καθῆκον.
因此,且不论其他事情,那些在希腊人中掌管公款的人,即使只被委托了一塔兰同,尽管他们有十个审计员、相同数量的印章和两倍于此的证人,也无法坚守信用;而在罗马人中,那些在官职和使节中经手极多资金的人,仅凭誓言本身的信用就能坚守职责。
§6.56.15καὶ παρὰ μὲν τοῖς ἄλλοις σπάνιόν ἐστιν εὑρεῖν ἀπεχόμενον ἄνδρα τῶν δημοσίων καὶ καθαρεύοντα περὶ ταῦτα· παρὰ δὲ τοῖς Ῥωμαίοις σπάνιόν ἐστι τὸ λαβεῖν τινα πεφωραμένον ἐπὶ τοιαύτῃ πράξει. [ξοδ. υρβ. ηαβετ ηαεξ ϝ. π. 264, 17. 293, 5 ξυμ αντεξεδεντιβυς αρξτε ξοηαερεντια εχξ. αντ. π. 188. ]
此外,在其他民族中,很难找到一个不染指公款、在此事上保持廉洁的人;但在罗马人中,却很难找到有人因这种行为而被揭发。

词汇与语法注释

  1. 6.56.3καθʼ ὅσον ... κατὰ τοσοῦτο — 虽然这一相关结构看起来像是在陈述一般原理,但它实际上是在解释(由 γάρ 引导)前一句(§6.56.2)中迦太基人与罗马人之间的对比。因此,它被理解为两者价值观之间的相关对比:“迦太基人将任何途径的致富视为光荣的程度,与罗马人将禁止途径的贪婪视为耻辱的程度相对应”。
  2. 6.56.5τῶν ἄθλων τῆς ἀρετῆς ἐναντίων τιθεμένων — 属格独立分词结构。其逻辑主语是 τῶν ἄθλων τῆς ἀρετῆς(美德的奖赏/奖励),与被动分词 τιθεμένων(被设置/被确立)相搭配,表示原因(“既然……”)。
  3. 6.56.7τὸ παρὰ τοῖς ἄλλοις ἀνθρώποις ὀνειδιζόμενον, τοῦτο — 名词化的分词短语 τὸ ... ὀνειδιζόμενον(在其他人看来遭到谴责的事物)被指示代名词 τοῦτο(这)预先引出并加以强调,两者呈同位语关系。这个 τοῦτο 作为“对格与不定式”结构中的主语,修饰不定式 συνέχειν(维系)。
  4. 6.56.10εἰ μὲν γὰρ ἦν σοφῶν ἀνδρῶν πολίτευμα συναγαγεῖν — 虚拟条件句(与过去或事实相反)。虽然在归结句中省略了助词 ἄν,但在希腊语中,表示可能性或义务的未完成时 ἦν(本可以)后接不定式(συναγαγεῖν)时,习惯上不带 ἄν 也能表示与事实相反的假设。

引用这一段

波利比奥斯, 历史 §6.56.1-6.56.15. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:6.56.1-6.56.15

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。