Humanitext Reader

波利比奥斯 · 历史 §6.54.1-6.54.6

宣扬先祖功绩与激发青年报国之志

第 531 段,共 1311 段 · 希腊语

内容简介

作者阐述了在罗马葬礼上,演说者会按辈分先后宣扬在场所有先祖的功绩,这极大地激发了年轻人的爱国心与自我牺牲精神,并指出了历史上的具体实例。

§6.54.1θέαμα τούτου φανείη;
景象显现呢?
πλὴν ὅ γε λέγων ὑπὲρ τοῦ θάπτεσθαι μέλλοντος, ἐπὰν διέλθῃ τὸν περὶ τούτου λόγον, ἄρχεται τῶν ἄλλων ἀπὸ τοῦ προγενεστάτου τῶν παρόντων, καὶ λέγει τὰς ἐπιτυχίας ἑκάστου καὶ τὰς πράξεις.
无论如何,为即将下葬之人发表悼词的人,在结束关于此人的演说后,便从在场的先祖中最年长的一位开始,讲述其他人的情况,并叙述每个人的功绩和事迹。
§6.54.2ἐξ ὧν καινοποιουμένης ἀεὶ τῶν ἀγαθῶν ἀνδρῶν τῆς ἐπʼ ἀρετῇ φήμης ἀθανατίζεται μὲν ἡ τῶν καλόν τι διαπραξαμένων εὔκλεια, γνώριμος δὲ τοῖς πολλοῖς καὶ παραδόσιμος τοῖς ἐπιγινομένοις ἡ τῶν εὐεργετησάντων τὴν πατρίδα γίνεται δόξα. τὸ δὲ μέγιστον,
通过这些,当杰出之人因其德行而享有的声誉不断常新时,那些成就了美好事业之人的美名得以永垂不朽,而那些报效祖国之人的荣耀也为大众所熟知,并流传给后世。
§6.54.3οἱ νέοι παρορμῶνται πρὸς τὸ πᾶν ὑπομένειν ὑπὲρ τῶν κοινῶν πραγμάτων χάριν τοῦ τυχεῖν τῆς συνακολουθούσης τοῖς ἀγαθοῖς τῶν ἀνδρῶν εὐκλείας.
而最重要的一点是,年轻人受到激励,愿意为了公共事务甘愿承受一切,以期获得伴随杰出之人的美名。
§6.54.4πίστιν δʼ ἔχει τὸ λεγόμενον ἐκ τούτων.
所说的话可以从以下事实中得到证实。
πολλοὶ μὲν γὰρ ἐμονομάχησαν ἑκουσίως Ῥωμαίων ὑπὲρ τῆς τῶν ὅλων κρίσεως, οὐκ ὀλίγοι δὲ προδήλους εἵλοντο θανάτους, τινὲς μὲν ἐν πολέμῳ τῆς τῶν ἄλλων ἕνεκεν σωτηρίας, τινὲς δʼ ἐν εἰρήνῃ χάριν τῆς τῶν κοινῶν πραγμάτων ἀσφαλείας.
因为许多罗马人曾为了决定全局的胜负而自愿进行单挑,不少人则选择显然无法生还的死亡,有的人在战争中为了拯救他人,有的人在和平时期为了公共事务的安全。
§6.54.5καὶ μὴν ἀρχὰς ἔχοντες ἔνιοι τοὺς ἰδίους υἱοὺς παρὰ πᾶν ἔθος ἢ νόμον ἀπέκτειναν, περὶ πλείονος ποιούμενοι τὸ τῆς πατρίδος συμφέρον τῆς κατὰ φύσιν οἰκειότητος πρὸς τοὺς ἀναγκαιοτάτους.
更有甚者,一些人在担任官职时,违反一切习俗和法律,处死了自己的亲生儿子,因为他们将祖国的利益看得比对最亲近之人的骨肉亲情更为重要。
§6.54.6πολλὰ μὲν οὖν τοιαῦτα καὶ περὶ πολλῶν ἱστορεῖται παρὰ Ῥωμαίοις ἓν δʼ ἀρκοῦν ἔσται πρὸς τὸ παρὸν ἐπʼ ὀνόματος ῥηθὲν ὑποδείγματος καὶ πίστεως ἕνεκεν.
因此,在罗马人之中,关于许多人有着许多这样的历史记载,但为了当下的目的,为了作为例证和确证,提及一个具体名字的例子就足够了。

词汇与语法注释

  1. 6.54.1τῶν παρόντων — 现在分词的复数属格。在语境中,它指的不是葬礼的旁听者,而是指那些戴着面具、坐在象牙椅上“在场”的先祖们。
  2. 6.54.2καινοποιουμένης ... τῆς ... φήμης — 属格独立分词结构。名词“声誉”作主语,“更新”的被动现在分词作谓语,表示伴随的情况或环境。
  3. 6.54.4ἐκ τούτων — 介词短语。虽然指示代词通常指代前文,但在此处它指向后文,意为“从以下事实中(得到证实)”,即后面列举的关于自我牺牲的具体历史事例。
  4. 6.54.5περὶ πλείονος ποιούμενοι — 意为“更加看重”的惯用表达。此处将宾格的“祖国利益”与属格比较级的“骨肉亲情”进行对比。

引用这一段

波利比奥斯, 历史 §6.54.1-6.54.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:6.54.1-6.54.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。