Humanitext Reader

波利比奥斯 · 历史 §6.51.1-6.51.8

迦太基与罗马政体的盛衰对比

第 528 段,共 1311 段 · 希腊语

内容简介

对比迦太基与罗马的政体,指出在第二次布匿战争时期,迦太基已处于民众掌权的衰退期,而罗马正处于元老院主导的全盛期,这决定了战争的最终胜负。

§6.51.1τὸ δὲ Καρχηδονίων πολίτευμα τὸ μὲν ἀνέκαθέν μοι δοκεῖ καλῶς κατά γε τὰς ὁλοσχερεῖς διαφορὰς συνεστάσθαι.
在我看来,迦太基的政体在最初的时候,至少就其大体特征而言,是构建得很好的。
§6.51.2καὶ γὰρ βασιλεῖς ἦσαν παρʼ αὐτοῖς, καὶ τὸ γερόντιον εἶχε τὴν ἀριστοκρατικὴν ἐξουσίαν, καὶ τὸ πλῆθος ἦν κύριον τῶν καθηκόντων αὐτῷ· καθόλου δὲ τὴν τῶν ὅλων ἁρμογὴν εἶχε παραπλησίαν τῇ Ῥωμαίων καὶ Λακεδαιμονίων.
因为在他们那里既有国王,长老会也拥有贵族制的权力,而民众也对属于自己的事务拥有决定权;总体而言,它整体的协调与罗马人和拉刻代蒙人的政体非常相似。
§6.51.3κατά γε μὴν τοὺς καιροὺς τούτους, καθʼ οὓς εἰς τὸν Ἀννιβιακὸν ἐνέβαινε πόλεμον, χεῖρον ἦν τὸ Καρχηδονίων, ἄμεινον δὲ τὸ Ῥωμαίων.
然而,在他们进入汉尼拔战争的那个时期,迦太基的政体较差,而罗马的政体较好。
§6.51.4ἐπειδὴ γὰρ παντὸς καὶ σώματος καὶ πολιτείας καὶ πράξεώς ἐστί τις αὔξησις κατὰ φύσιν, μετὰ δὲ ταύτην ἀκμή, κἄπειτα φθίσις, κράτιστα δʼ αὑτῶν ἐστι πάντα τὰ κατὰ τὴν ἀκμήν, παρὰ τοῦτο καὶ τότε διέφερεν ἀλλήλων τὰ πολιτεύματα.
因为任何身体、政体和行动都有某种符合自然的成长,其后是全盛期,接着是衰退,而所有事物在全盛期时都是自身最强盛的,由于这个原因,当时这两国的政体也彼此存在差异。
§6.51.5καθʼ ὅσον γὰρ ἡ Καρχηδονίων πρότερον ἴσχυε καὶ πρότερον εὐτύχει τῆς Ῥωμαίων, κατὰ τοσοῦτον ἡ μὲν Καρχηδὼν ἤδη τότε παρήκμαζεν, ἡ δὲ Ῥώμη μάλιστα τότʼ εἶχε τὴν ἀκμὴν κατά γε τὴν τῆς πολιτείας σύστασιν.
因为,正如迦太基比罗马更早强大、更早繁荣一样,迦太基在当时已经过了全盛期,而罗马在当时,至少就其政体的构建而言,正处于最鼎盛的时期。
§6.51.6διὸ καὶ τὴν πλείστην δύναμιν ἐν τοῖς διαβουλίοις παρὰ μὲν Καρχηδονίοις ὁ δῆμος ἤδη μετειλήφει, παρὰ δὲ Ῥωμαίοις ἀκμὴν εἶχεν ἡ σύγκλητος.
因此,在决策中,最大权力在迦太基已经由民众夺得,而在罗马,元老院则正处于鼎盛时期。
§6.51.7ὅθεν παρʼ οἷς μὲν τῶν πολλῶν βουλευομένων, παρʼ οἷς δὲ τῶν ἀρίστων, κατίσχυε τὰ Ῥωμαίων διαβούλια περὶ τὰς κοινὰς πράξεις.
结果,在一方由大众进行决策,在另一方则由最优秀的人进行决策,因此罗马人在公共事务上的决策占据了优势。
§6.51.8ᾗ καὶ πταίσαντες τοῖς ὅλοις τῷ βουλεύεσθαι καλῶς τέλος ἐπεκράτησαν τῷ πολέμῳ τῶν Καρχηδονίων.
故此,即使他们在全局上遭受了挫败,但通过良好的决策,最终在战争中战胜了迦太基人。

词汇与语法注释

  1. §6.51.2εἶχε — 动词 εἶχε 的语境主语是前一节 §6.51.1 中的主语 τὸ Καρχηδονίων πολίτευμα(迦太基国制)。在此理解为,该政体本身具有“整体的协调(τὴν τῶν ὅλων ἁρμογὴν)”,且“与罗马人和拉刻代蒙人的政体非常相似(παραπλησίαν...)”。
  2. §6.51.5καθʼ ὅσον γὰρ ... κατὰ τοσοῦτον — 表示“在何等程度上……就在同等程度上……”的比例/程度相关句型。作为比较基准的属格短语 τῆς Ῥωμαίων 中,与前文的 ἡ Καρχηδονίων 对应,省略了名词“政体”(πολιτείας),即 τῆς Ῥωμαίων [πολιτείας]。
  3. §6.51.7τῶν πολλῶν βουλευομένων — 属格绝对结构(独立分词句),修饰前方的介词短语 παρʼ οἷς μὲν(在一方)。在与之对比的后半句 παρʼ οἷς δὲ τῶν ἀρίστων 中,同样省略了分词 βουλευομένων,意为“而在另一方,最优秀的人进行决策”。该结构用于引入与主句主语 τὰ Ῥωμαίων διαβούλια 不同的动作主体。
  4. §6.51.8πταίσαντες — 不定过去时分词 πταίσαντες(遭受挫败)在此作为让步分词使用,修饰主句动词 ἐπεκράτησαν(战胜),意为“尽管遭受了挫败”。接下来的 τῷ βουλεύεσθαι 是中性单数与格的带冠词不定式(“通过决策”),表示手段或原因。

引用这一段

波利比奥斯, 历史 §6.51.1-6.51.8. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:6.51.1-6.51.8

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。