Humanitext Reader

波利比奥斯 · 历史 §6.43.1-6.43.7

排除雅典与底比斯政体及底比斯兴衰之由

第 520 段,共 1311 段 · 希腊语

内容简介

作者在介绍许多历史学家所赞美之政体的同时,将雅典和底比斯排除在外,并指出底比斯的成功并非由于其政治制度,而是由于像伊帕密浓达和佩洛皮达斯这样杰出个人的才能。

§6.43.1σχεδὸν δὴ πάντες οἱ συγγραφεῖς περὶ τούτων ἡμῖν τῶν πολιτευμάτων παραδεδώκασι τὴν ἐπʼ ἀρετῇ φήμην, περί τε τοῦ Λακεδαιμονίων καὶ Κρητῶν καὶ Μαντινέων, ἔτι δὲ Καρχηδονίων· ἔνιοι δὲ καὶ περὶ τῆς Ἀθηναίων καὶ Θηβαίων πολιτείας πεποίηνται μνήμην.
事实上,几乎所有的历史学家都向我们传授了这些政体——即拉栖代梦人、克里特人、曼提内亚人,以及迦太基人政体——因卓越而享有的声誉;有些人还提到了雅典人和底比斯人的政体。
§6.43.2ἐγὼ δὲ ταύτας μὲν ἐῶ, τὴν γὰρ Ἀθηναίων καὶ Θηβαίων οὐ πάνυ τι πολλοῦ προσδεῖσθαι πέπεισμαι λόγου διὰ τὸ μήτε τὰς αὐξήσεις ἐσχηκέναι κατὰ λόγον μήτε τὰς ἀκμὰς ἐπιμόνους, μήτε τὰς μεταβολὰς ἐνηλλαχέναι μετρίως, §6.43.3ἀλλʼ ὥσπερ ἐκ προσπαίου τινὸς τύχης σὺν καιρῷ λάμψαντας, τὸ δὴ λεγόμενον, ἔτι δοκοῦντας ἀκμὴν καὶ μέλλοντας εὐτυχεῖν, τῆς ἐναντίας πεῖραν εἰληφέναι μεταβολῆς.
但我对这些暂且不论;因为我相信,雅典人和底比斯人的政体并不太需要很多篇幅的论述,这是因为它们的兴起既不循常规,其鼎盛期也不持久,其变革的交替也极不温和,相反,正如俗话所说,他们因某种突如其来的运气在适当时机闪耀,在看似仍处于鼎盛并即将繁荣之际,却经历了相反的变革。
§6.43.4Θηβαῖοι μὲν γὰρ τῇ Λακεδαιμονίων ἀγνοίᾳ καὶ τῷ τῶν συμμάχων πρὸς αὐτοὺς μίσει συνεπιθέμενοι, διὰ τὴν ἑνὸς ἀνδρὸς ἀρετὴν ἢ καὶ δευτέρου, τῶν τὰ προειρημένα συνιδόντων, περιεποιήσαντο παρὰ τοῖς Ἕλλησι τὴν ἐπʼ ἀρετῇ φήμην.
因为底比斯人利用了拉栖代梦人的愚昧以及同盟国对他们的憎恨,由于一两个洞察上述情况的人的才能,才在希腊人中赢得了因卓越而享有的声誉。
§6.43.5ὅτι γὰρ οὐχ ἡ τῆς πολιτείας σύστασις αἰτία τότʼ ἐγένετο Θηβαίοις τῶν εὐτυχημάτων, ἀλλʼ ἡ τῶν προεστώτων ἀνδρῶν ἀρετή, παρὰ πόδας ἡ τύχη τοῦτο πᾶσιν ἐποίησε δῆλον· §6.43.6καὶ γὰρ συνηυξήθη καὶ συνήκμασε καὶ συγκατελύθη τὰ Θηβαίων ἔργα τῷ τʼ Ἐπαμινώνδου καὶ τῷ Πελοπίδου βίῳ προφανῶς.
因为命运很快向所有人表明,当时底比斯人获得成功的原因,并不在于政体的建构,而是在于其领袖人物的才能;因为底比斯人的功业,显然是随着伊帕密浓达和佩洛皮达斯两人的生命而一同兴起、一同鼎盛,又一同瓦解的。
§6.43.7ἐξ ὧν οὐ τὴν πολιτείαν αἰτίαν, ἀλλὰ τοὺς ἄνδρας ἡγητέον τῆς τότε
由此,应当认为导致他们当时[鼎盛]的原因,不在于其政体,而是在于那些人。

词汇与语法注释

  1. 6.43.2διὰ τὸ μήτε τὰς αὐξήσεις ἐσχηκέναι — 这是一个以未明示的“雅典人和底比斯人”为主语的带冠词不定式结构。前置词 `διά` 与中性单数宾格冠词 `τό` 支配一系列并列的不定式(本节的 `ἐσχηκέναι`、`ἐνηλλαχέναι` 以及下一节的 `εἰληφέναι`),构成表示原因的状语从句。`τὰς αὐξήσεις` 是 `ἐσχηκέναι`(`ἔχω` 的动词完成式不定式)的直接宾语。
  2. 6.43.3λάμψαντας — 宾格复数阳性分词 `λάμψαντας`(`λάμπω` 的不定过去时分词)、`δοκοῦντας` 和 `μέλλοντας` 在性、数、格上与不定式 `εἰληφέναι` 未明示的宾格主语(指雅典人和底比斯人)保持一致。
  3. 6.43.4τῶν τὰ προειρημένα συνιδόντων — 属格复数分词 `συνιδόντων`(`συνοράω` 的不定过去时分词)对前文的单数属格 `ἑνὸς ἀνδρὸς ... ἢ καὶ δευτέρου`(“一两个男子”)起部分属格的修饰作用,意为“(在那些)洞察了上述情况的人们(当中的一两个)”。
  4. 6.43.7τῆς τότε — 文本在此处(由于摘录本的原因)中断。在 `τῆς τότε` 之后应当补入一个阴性单数属格名词,如 `ἀκμῆς`(鼎盛)或 `εὐτυχίας`(繁荣),以完成“他们当时[鼎盛/成功]的原因”这一句意,各译文均对此进行了补充。

引用这一段

波利比奥斯, 历史 §6.43.1-6.43.7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:6.43.1-6.43.7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。