§6.42.1ἧι δοκοῦσι Ῥωμαῖοι καταδιώκοντες τὴν ἐν τούτοις εὐχέρειαν τὴν ἐναντίαν ὁδὸν πορεύεσθαι τοῖς Ἕλλησι κατὰ τοῦτο τὸ μέρος.
因此,罗马人在追求这方面的简便时,似乎在这一方面走了一条与希腊人相反的道路。
§6.42.2οἱ μὲν γὰρ Ἕλληνες ἐν τῷ στρατοπεδεύειν ἡγοῦνται κυριώτατον τὸ κατακολουθεῖν ταῖς ἐξ αὐτῶν τῶν τόπων ὀχυρότησιν, ἅμα μὲν ἐκκλίνοντες τὴν περὶ τὰς ταφρείας ταλαιπωρίαν, ἅμα δὲ νομίζοντες οὐχ ὁμοίας εἶναι τὰς χειροποιήτους ἀσφαλείας ταῖς ἐξ αὐτῆς τῆς φύσεως ἐπὶ τῶν τόπων ὑπαρχούσαις ὀχυρότησι.
因为希腊人在设营时,认为最首要的是顺应这些地点本身所具有的险要地势,一方面是为了规避开挖壕沟的劳苦,另一方面则是因为他们认为,人工的防护设施无法等同于那些由自然本身在这些地点上所赋予的险要。
§6.42.3διὸ καὶ κατά τε τὴν τῆς ὅλης παρεμβολῆς θέσιν πᾶν ἀναγκάζονται σχῆμα μεταλαμβάνειν, ἑπόμενοι τοῖς τόποις, τά τε μέρη μεταλλάττειν ἄλλοτε πρὸς ἄλλους καὶ ἀκαταλλήλους τόπους·
因此,由于顺应地势,他们也被迫在整个营地的布局上采用各式各样的形状,并且时而将各个部分改变到不同且不相协调的地方。
§6.42.4ἐξ ὧν ἄστατον ὑπάρχειν συμβαίνει καὶ τὸν κατʼ ἰδίαν καὶ τὸν κατὰ μέρος ἑκάστῳ τόπον τῆς στρατοπεδείας.
由此导致,对每个人而言,在营地中无论是属于个人的还是属于各部分的地点,都是不固定的。
§6.42.5Ῥωμαῖοι δὲ τὴν περὶ τὰς τάφρους ταλαιπωρίαν καὶ τἄλλα τὰ παρεπόμενα τούτοις ὑπομένειν αἱροῦνται χάριν τῆς εὐχερείας καὶ τοῦ γνώριμον καὶ μίαν ἔχειν καὶ τὴν αὐτὴν αἰεὶ παρεμβολήν.
而罗马人为了简便,也为了拥有一座始终熟悉、单一且相同的营地,选择忍受关于开挖壕沟的劳苦以及其他与之相随的事情。
§6.42.6τὰ μὲν οὖν ὁλοσχερέστερα μέρη τῆς περὶ τὰ στρατόπεδα θεωρίας, καὶ μάλιστα περὶ τὰς παρεμβολάς, ταῦτʼ ἔστιν.
以上便是关于军营考察中较概括的部分,尤其是关于营地布局的部分。
[ξοδ. υρβ. ϝ. π. 264, 17 ηαβετ ηαεξ ξυμ αντεξεδεντιβυς αρξτε ξοηαερεντια εχξ. αντ. π. 180.
[乌尔比诺抄本V第264页第17行将这些与前文紧密相连地保存着(古代摘录第180页)。
]
]