§6.40.1τὰς δʼ ἐκ τῆς παρεμβολῆς ἀναστρατοπεδείας ποιοῦνται τὸν τρόπον τοῦτον.
他们以下列方式从营地撤出。
§6.40.2ὅταν τὸ πρῶτον σημήνῃ, καταλύουσι τὰς σκηνὰς καὶ συντιθέασι τὰ φορτία πάντες· οὔτε δὲ καθελεῖν ἔξεστιν οὔτʼ ἀναστῆσαι πρότερον οὐδένα τῆς τῶν χιλιάρχων καὶ τοῦ στρατηγοῦ σκηνῆς.
当第一声信号响起时,所有人便拆卸帐篷并收拾行装;但任何人都不允许在军事长官和将军的帐篷拆卸或搭建之前,拆卸或搭建自己的帐篷。
§6.40.3ὅταν δὲ τὸ δεύτερον, ἀνατιθέασι τὰ σκευοφόρα τοῖς ὑποζυγίοις.
当第二声信号响起时,他们将行李装上驮兽。
ἐπὰν δὲ τὸ τρίτον σημήνῃ, προάγειν δεῖ τοὺς πρώτους καὶ κινεῖν τὴν ὅλην παρεμβολήν.
而当第三声信号响起时,前锋必须出发,使整个营地动起来。
§6.40.4εἰς μὲν οὖν τὴν πρωτοπορείαν ὡς ἐπίπαν τάττουσι τοὺς ἐπιλέκτους· τούτοις δὲ τὸ τῶν συμμάχων δεξιὸν ἐπιβάλλει κέρας· ἑξῆς δὲ τούτοις ἕπεται τὰ τῶν προειρημένων ὑποζύγια.
因此,在前锋中,他们通常部署精锐部队;紧随其后的是盟军的右翼;再其后跟随着上述部队的驮兽。
§6.40.5τῇ δὲ τούτων πορείᾳ τὸ πρῶτον τῶν Ῥωμαϊκῶν ἀκολουθεῖ στρατόπεδον, ἔχον ὄπισθεν τὴν ἰδίαν ἀποσκευήν.
紧随这些部队行进的是罗马第一军团,其自身辎重队跟在后面。
§6.40.6κἄπειτα κατακολουθεῖ τὸ δεύτερον στρατόπεδον, ἑπομένων αὐτῷ τῶν ἰδίων ὑποζυγίων καὶ τῆς τῶν συμμάχων ἀποσκευῆς τῶν ἐπὶ τῆς οὐραγίας τεταγμένων τελευταῖον γὰρ ἐν τῇ πορείᾳ τάττεται τὸ τῶν συμμάχων εὐώνυμον κέρας.
随后跟着第二军团,其自身的驮兽以及部署在后卫的盟军辎重也跟在后面;因为盟军的左翼是被部署在行军队伍最后面的。
§6.40.7οἱ δʼ ἱππεῖς ποτὲ μὲν ἀπουραγοῦσι τοῖς αὑτῶν ἕκαστοι μέρεσι, ποτὲ δὲ παρὰ τὰ ὑποζύγια πλάγιοι παραπορεύονται, συνέχοντες ταῦτα καὶ τὴν ἀσφάλειαν τούτοις παρασκευάζοντες.
至于骑兵,他们有时在各自的部队中担任后卫,有时在驮兽队两侧并肩行进,将其保护在内并确保其安全。
§6.40.8προσδοκίας δʼ οὔσης κατὰ τὴν οὐραγίαν τὰ μὲν ἄλλα παρʼ αὐτοῖς τὸν αὐτὸν ἔχει τρόπον, αὐτοὶ δʼ οἱ τῶν συμμάχων ἐπίλεκτοι τὴν οὐραγίαν ἀντὶ τῆς πρωτοπορείας μεταλαμβάνουσι.
但若预料到后方会有敌袭,其他安排依然保持不变,只是盟军的精锐部队自身将代替前锋,承担起后卫的任务。
§6.40.9παρὰ δὲ μίαν ἡμέραν τὰ μὲν ἡγεῖται τῶν στρατοπέδων καὶ κεράτων, τὰ δʼ αὐτὰ πάλιν ἕπεται ταῦτα κατόπιν, ἵνα τῆς περὶ τὰς ὑδρείας καὶ σιτολογίας ἀκεραιότητος πάντες ἐπʼ ἴσον κοινωνῶσι, μεταλαμβάνοντες ἀεὶ τὴν ἐπὶ τῆς πρωτοπορείας ἐναλλὰξ τάξιν.
此外,每隔一天,各军团和侧翼轮流领头,而前一天的领头部队则落到后面,以便所有人都能平等地分享水源和给养的新鲜度,不断轮流更换前锋的位置。
§6.40.10χρῶνται δὲ καὶ ἑτέρῳ γένει πορείας ἐν τοῖς ἐπισφαλέσι τῶν καιρῶν, ἐὰν ἀνα §6.40.11πεπταμένους ἔχωσι τόπους ἄγουσι γὰρ τριφαλαγγίαν παράλληλον τῶν ἁστάτων καὶ πριγκίπων καὶ τριαρίων, τάττοντες τὰ τῶν ἡγουμένων σημαιῶν ὑποζύγια πρὸ πάντων, ἐπὶ δὲ ταῖς πρώταις σημαίαις τὰ τῶν δευτέρων, ἐπὶ δὲ ταῖς δευτέραις τὰ τῶν τρίτων, καὶ κατὰ λόγον οὕτως ἐναλλὰξ ἀεὶ τιθέντες
在危险的局势下,如果他们处于开阔的地带,他们还会采用另一种行军方式:他们会让哈斯塔提、普林西比和特里阿里排成三条平行的纵队,将领头中队的驮兽排在最前面,第一中队后面放第二中队的驮兽,第二中队后面放第三中队的驮兽,以此类推,始终按此比例交替放置驮兽与各中队交错。
§6.40.12τὰ ὑποζύγια ταῖς σημαίαις οὕτω δὲ συντάξαντες τὴν πορείαν, ἐπειδὰν προσπίπτῃ τι τῶν δεινῶν, ποτὲ μὲν παρʼ ἀσπίδα κλίναντες, ποτὲ δʼ ἐπὶ δόρυ, προάγουσι τὰς σημαίας ἐκ τῶν ὑποζυγίων πρὸς τὴν τῶν πολεμίων ἐπιφάνειαν.
如此整顿行军队伍后,一旦有危险突袭,他们有时向左(盾牌方向)转,有时向右(长枪方向)转,将中队从驮兽队中推向前,迎击出现的敌人。
§6.40.13λοιπὸν ἐν βραχεῖ χρόνῳ καὶ μιᾷ κινήσει τὸ μὲν τῶν ὁπλιτῶν σύστημα λαμβάνει παρατάξεως διάθεσιν, ἐὰν μή ποτε προσεξελίξαι δέῃ τοὺς ἁστάτους,
其结果是,在极短的时间和单一的动作中,重装步兵队伍便能摆开战斗阵势,除非有时需要进一步展开哈斯塔提。
§6.40.14τὸ δὲ τῶν ὑποζυγίων καὶ τῶν παρεπομένων τούτοις πλῆθος, ὑπὸ τοὺς παρατεταγμένους ὑπεσταλκός, ἔχει τὴν καθήκουσαν χώραν πρὸς τὸν κίνδυνον.
而驮兽及其随行者的队伍则退到已排开阵势的士兵身后,占据避开危险的合适位置。