Humanitext Reader

波利比奥斯 · 历史 §6.35.1-6.35.12

军营夜间守哨布置与骑兵巡逻程序

第 512 段,共 1311 段 · 希腊语

内容简介

阐述罗马军营中夜间哨所的部署规则,以及骑兵进行夜间巡逻的分配与命令传达方式。

§6.35.1τὰ δὲ περὶ τὰς νυκτερινὰς φυλακὰς οὕτως οἰκονομεῖται παρʼ αὐτοῖς.
关于夜间警戒的安排,在他们中间是这样管理的。
§6.35.2τὸν μὲν στρατηγὸν καὶ τὴν τούτου σκηνὴν ἡ παρακοιτοῦσα σημαία φυλάττει, τὰς δὲ τῶν χιλιάρχων καὶ τοὺς τῶν ἱππέων οὐλαμοὺς οἱ διατεταγμένοι κατὰ τὸν ἄρτι λόγον ἐξ ἑκάστης σημαίας.
将领及其帐篷由在其旁宿营的中队守护,而军事长官的帐篷和骑兵队,则由按照刚才所说规则从每个中队中指派的人员守护。
§6.35.3ὁμοίως δὲ καὶ παρʼ ἕκαστον τάγμα πάντες ἐξ ἑαυτῶν τιθέασι φυλακήν· τὰς δὲ λοιπὰς ὁ στρατηγὸς ἀποτάττει.
同样,在每个军团中,所有人也从自己人中设立哨所;而其余的哨所则由将领指派。
§6.35.4γίνονται δʼ ὡς ἐπίπαν τρεῖς φυλακαὶ παρὰ τὸν ταμίαν, καὶ παρʼ ἕκαστον τῶν πρεσβευτῶν καὶ συμβούλων δύο.
通常,财务官处设有三个哨所,每位使节和顾问处设有两个哨所。
§6.35.5τὴν δʼ ἐκτὸς ἐπιφάνειαν οἱ γροσφομάχοι πληροῦσι, παρʼ ὅλον καθʼ ἡμέραν τὸν χάρακα παρακοιτοῦντες — αὕτη γὰρ ἐπιτέτακται τούτοις ἡ λειτουργία — ἐπί τε τῶν εἰσόδων ἀνὰ δέκα ποιοῦνται τούτων αὐτῶν τὰς προκοιτίας.
轻装步兵占据外侧区域,每天沿着整个围栏在近旁宿营——因为这项职责是指派给他们的——并且在各个入口处,由他们中的每十人进行前哨值勤。
§6.35.6τῶν δʼ εἰς τὰς φυλακὰς ἀποταχθέντων ἀφʼ ἑκάστου φυλακείου τὸν τὴν πρώτην μέλλοντα τηρεῖν εἷς ἐξ ἑκάστης σημαίας οὐραγὸς ἄγει πρὸς τὸν χιλίαρχον ἑσπέρας· §6.35.7ὁ δὲ δίδωσι τούτοις πᾶσι ξυλήφια κατὰ φυλακήν, βραχέα τελέως, ἔχοντα χαρακτῆρα.
而在被指派到各哨所的人员中,负责值守第一班哨的人,在傍晚由每个中队的一名后卫官带领前往军事长官处;军事长官向所有这些人发放对应每个哨所的、刻有标记的极小木片。
λαβόντες δʼ οὗτοι μὲν ἐπὶ τοὺς ἀποδεδειγμένους ἀπαλλάττονται τόπους.
他们拿到木片后,便前往指定的地点。
§6.35.8ἡ δὲ τῆς ἐφοδείας πίστις εἰς τοὺς ἱππεῖς ἀνατίθεται.
巡逻的职责委托给骑兵。
δεῖ γὰρ τὸν πρῶτον ἰλάρχην καθʼ ἕκαστον στρατόπεδον ἑνὶ τῶν οὐραγῶν τῶν αὑτοῦ παραγγεῖλαι πρῲ παράγγελμα τοιοῦτον, ἵνα τέτταρσιν οὗτος ἐμφανίσῃ νεανίσκοις τῶν ἐκ τῆς ἰδίας ἴλης πρὸ ἀρίστου τοῖς μέλλουσιν ἐφοδεύειν.
因为每个军团的第一骑兵队长必须在清晨向他自己的后卫官之一传达这样的命令,以便此人在早餐前通知本骑兵队中负责巡逻的四名青年。
§6.35.9μετὰ δὲ ταῦτα τῷ τῆς ἐχομένης ἴλης ἡγεμόνι δεῖ τὸν αὐτὸν ἀφʼ ἑσπέρας παραγγεῖλαι διότι τούτῳ καθήκει τὰ περὶ τῆς ἐφοδείας φροντίζειν εἰς τὴν αὔριον.
此后,同一名后卫官必须在傍晚向相邻骑兵队的长官传达,由后者负责次日的巡逻事务。
§6.35.10τοῦτον δʼ ἀκούσαντα παραπλησίως ταὐτὰ δεῖ ποιεῖν τοῖς προειρημένοις εἰς τὴν ἐπιοῦσαν ἡμέραν· ὁμοίως δὲ καὶ τοὺς ἑξῆς.
而此人听取后,必须针对次日做出与前述人员相同的安排;接下来的其他人也同样如此。
§6.35.11οἱ δὲ προκριθέντες ὑπὸ τῶν οὐραγῶν ἐκ τῆς πρώτης ἴλης τέτταρες, ἐπειδὰν διαλάχωσι τὰς φυλακάς, πορεύονται πρὸς τὸν χιλίαρχον, καὶ γραφὴν λαμβάνουσι πόσου καὶ πόσας ἐφοδεῦσαι δεῖ φυλακάς.
由后卫官从第一骑兵队中选出的四人,在抽签决定了各自的值班时间后,前往军事长官处,领取关于在何时以及应当巡逻多少个哨所的书面指令。
§6.35.12μετὰ δὲ ταῦτα παρακοιτοῦσιν οἱ τέτταρες παρὰ τὴν πρώτην σημαίαν τῶν τριαρίων· ὁ γὰρ ταύτης ταξίαρχος τὴν ἐπιμέλειαν ποιεῖται τοῦ κατὰ φυλακὴν
此后,这四人在第三战列兵的第一中队旁宿营;因为该中队的百人队长负责进行每班哨的管理。

词汇与语法注释

  1. §6.35.2τὰς δὲ τῶν χιλιάρχων — 前文中的名词 `σκηνάς`(帐篷)在此处被省略,且动词 `φυλάττει` 也应理解为复数形式 `φυλάττουσι` 并在此处省略。
  2. §6.35.5παρʼ ὅλον καθʼ ἡμέραν τὸν χάρακα — 介词短语 `παρʼ ὅλον τὸν χάρακα`(沿着整个围栏)之间插入了 `καθʼ ἡμέραν`(每天,或在白天),形成了倒装(hyperbaton)结构。
  3. §6.35.6τῶν δʼ εἰς τὰς φυλακὰς ἀποταχθέντων — 部分属格,修饰后文作 `ἄγει` 直接宾语的 animate 对格短语 `τὸν ... μέλλοντα τηρεῖν`,结构为“在被指派到各哨所的人员中,(带走)那负责……的人”。
  4. §6.35.11πόσου καὶ πόσας — `πόσου` 是时间属格,表示“在何时”或“在第几班哨”进行巡逻,与 `πόσας`(多少个哨所)并列,构成间接疑问从句。
  5. §6.35.12τοῦ κατὰ φυλακὴν — 文本在此处中断,但 `τοῦ` 之后应理解为省略了诸如 `σημαίνοντος`(发出信号者)或 `σημείου`(信号)之类的名词或分词,指进行每班哨的信号发布或管理。

引用这一段

波利比奥斯, 历史 §6.35.1-6.35.12. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:6.35.1-6.35.12

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。