§6.29.1γενομένης δὲ τῆς τῶν ἱππέων παρεμβολῆς κατὰ μέσας τὰς τῶν χιλιάρχων σκηνὰς οἷον εἰ ῥύμης τινὸς ἐπικαρσίου πρὸς τὴν ἄρτι ῥηθεῖσαν εὐθεῖαν καὶ τὸν πρὸ τῶν χιλιάρχων τόπον — §6.29.2τῷ γὰρ ὄντι ῥύμαις παραπλήσιον ἀποτελεῖται τὸ τῶν διόδων σχῆμα πασῶν, ὡς ἂν ἐξ ἑκατέρου τοῦ μέρους αἷς μὲν ταγμάτων, αἷς δʼ οὐλαμῶν ἐπὶ τὸ μῆκος παρεμβεβληκότων — §6.29.3πλὴν τοῖς προειρημένοις ἱππεῦσι κατόπιν τοὺς ἐξ ἀμφοτέρων τῶν στρατοπέδων τριαρίους, κατʼ οὐλαμὸν ἑκάστην σημαίαν, ἐν ὁμοίῳ σχήματι τιθέασι, συμψαυόντων μὲν τῶν σχημάτων ἀλλήλοις, βλεπόντων δʼ ἔμπαλιν πρὸς τὰς ἐναντίας τοῖς ἱππεῦσιν ἐπιφανείας, §6.29.4ἥμισυ ποιοῦντες τὸ βάθος τοῦ μήκους ἑκάστης σημαίας τῷ καὶ κατὰ τὸ πλῆθος ἡμίσεις ὡς ἐπίπαν εἶναι τούτους τῶν ἄλλων μερῶν.
当骑兵的配置面对军事长官营帐的中部进行时,这正如在刚才提到的直线以及军事长官前方的空间上形成了一条垂直的街道—— 因为事实上,所有通道的形状都非常类似于街道,因为在每一侧,沿着其长度,一侧配置了步兵中队,另一侧则配置了骑兵队—— 然而,在上述骑兵的紧后方,他们将两个军团的三线兵,以每个步兵中队对应每个骑兵队的方式,以相似的形状配置,其营帐形状彼此接触,并朝向与骑兵相反的方向,使每个步兵中队的深度为其长度的一半,这是因为在人数上,他们通常是其他部门的一半。
§6.29.5διότιπερ ἀνίσων ὄντων πολλάκις τῶν ἀνδρῶν ἰσάζειν ἀεὶ συμβαίνει πάντα τὰ μέρη κατὰ τὸ μῆκος διὰ τὴν τοῦ βάθους διαφοράν.
因此,尽管人数常常不等,但由于深度的差异,所有部门在长度上总是能够保持相等。
§6.29.6αὖθις δὲ πεντήκοντα πόδας ἀφʼ ἑκατέρων τούτων ἀποστήσαντες, ἀντίους παρεμβάλλουσι τοῖς τριαρίοις τοὺς πρίγκιπας.
接着,他们再次从这两个部分的每一侧留出五十英尺的距离,将二线兵配置在与三线兵相对的位置。
§6.29.7νευόντων δὲ καὶ τούτων εἰς τὰ προειρημένα διαστήματα δύʼ αὗται πάλιν ἀποτελοῦνται ῥῦμαι, τὰς μὲν ἀρχὰς ἀπὸ τῆς αὐτῆς εὐθείας λαμβάνουσαι καὶ τὰς εἰσβολάς, ὁμοίως τοῖς ἱππεῦσιν, ἐκ τοῦ πρὸ τῶν χιλιάρχων ἑκατομπέδου διαστήματος, λήγουσαι δὲ πρὸς τὴν καταντικρὺ τῶν χιλιάρχων πλευρὰν τοῦ χάρακος, ἣν ἐξ ἀρχῆς ὑπεθέμεθα κατὰ πρόσωπον εἶναι τοῦ παντὸς σχήματος.
由于这些士兵也面向上述间隔,因此再次形成了这两条街道,它们与骑兵一样,从同一条直线开始,并从军事长官前方的一百英尺空间切入,终止于与军事长官相对的营墙一侧,即我们从一开始就假设为整个营地正面的一侧。
§6.29.8μετὰ δὲ τοὺς πρίγκιπας, ὄπισθεν τούτων ὁμοίως ἔμπαλιν βλέποντα, συμψαύοντα δὲ τὰ σχήματα τιθέντες, τοὺς ἁστάτους παρεμβάλλουσι.
在二线兵之后,在他们的背侧,同样以相反的方向、营帐形状相接触的方式,他们配置了一线兵。
§6.29.9δέκα δὲ σημαίας ἐχόντων ἁπάντων τῶν μερῶν κατὰ τὴν ἐξ ἀρχῆς διαίρεσιν, πάσας ἴσας συμβαίνει γίνεσθαι τὰς ῥύμας καὶ κατὰ τὸ μῆκος καὶ τὰς ἀποτομὰς ἰσάζειν αὐτῶν τὰς πρὸς τῇ κατὰ τὸ πρόσωπον πλευρᾷ τοῦ χάρακος· πρὸς ἣν καὶ τὰς τελευταίας σημαίας ἐπιστρέφοντες στρατοπεδεύουσιν.
按照最初的划分,由于所有部门都拥有十个步兵中队,所有街道在长度上都变得相等,且它们靠近营墙正面一侧的末端也同样整齐;而面对着这一正面,最外侧的步兵中队也转身朝向它安营扎寨。