§6.2.1οὐκ ἀγνοῶ μὲν οὖν διότι τινὲς διαπορήσουσι πῶς ἀφέμενοι τοῦ συνάπτειν καὶ προστιθέναι τὸ συνεχὲς τῆς διηγήσεως, εἰς τοῦτον ἀπεθέμεθα τὸν καιρὸν τὸν ὑπὲρ τῆς προειρημένης πολιτείας ἀπολογισμόν·
我并非不知道,有人会感到疑惑:我们为何停止了连贯且不间断的历史叙述,而将上述有关国制的说明推迟到了这个时期。
§6.2.2ἐμοὶ δʼ ὅτι μὲν ἦν ἐξ ἀρχῆς ἕν τι τῶν ἀναγκαίων καὶ τοῦτο τὸ μέρος τῆς ὅλης προθέσεως, ἐν πολλοῖς οἶμαι δῆλον αὐτὸ πεποιηκέναι, §6.2.3μάλιστα δʼ ἐν τῇ καταβολῇ καὶ προεκθέσει τῆς ἱστορίας, ἐν ᾗ τοῦτο κάλλιστον ἔφαμεν, ἅμα δʼ ὠφελιμώτατον εἶναι τῆς ἡμετέρας ἐπιβολῆς τοῖς ἐντυγχάνουσι τῇ πραγματείᾳ τὸ γνῶναι καὶ μαθεῖν πῶς καὶ τίνι γένει πολιτείας ἐπικρατηθέντα σχεδὸν πάντα τὰ κατὰ τὴν οἰκουμένην ἐν οὐδʼ ὅλοις πεντήκοντα καὶ τρισὶν ἔτεσιν ὑπὸ μίαν ἀρχὴν τὴν Ῥωμαίων ἔπεσεν, ὃ πρότερον οὐχ εὑρίσκεται γεγονός.
但对我而言,这一部分在整个规划中自始至终都是必不可少的内容之一,我想我已在许多地方阐明了这一点,尤其是在历史的奠基与前言中;在此前言中我们曾指出,在我们的整个计划中,对于阅读本书的人来说,最美好且最实用的事情,就是了解并学习:几乎整个有人居住的世界,是如何在不满整整五十三年的时间里,在何种政体下被征服并归于罗马人的单一统治之下的——这在以前是从未发生过的。
§6.2.4κεκριμένου δὲ τούτου καιρὸν οὐχ ἑώρων ἐπιτηδειότερον εἰς ἐπίστασιν καὶ δοκιμασίαν τῶν λέγεσθαι μελλόντων ὑπὲρ τῆς πολιτείας τοῦ νῦν ἐνεστῶτος.
既然这一点已经确定,那么对于关注和检验即将对国制展开的论述而言,我找不到比当前这个时期更合适的时机了。
§6.2.5καθάπερ γὰρ οἱ κατʼ ἰδίαν ὑπὲρ τῶν φαύλων ἢ τῶν σπουδαίων ἀνδρῶν ποιούμενοι τὰς διαλήψεις, ἐπειδὰν ἀληθῶς πρόθωνται δοκιμάζειν, οὐκ ἐκ τῆς ἀπεριστάτου ῥᾳστώνης κατὰ τὸν βίον ποιοῦνται τὰς ἐπισκέψεις, ἀλλʼ ἐκ τῶν ἐν ταῖς ἀτυχίαις περιπετειῶν καὶ τῶν ἐν ταῖς ἐπιτυχίαις κατορθωμάτων, §6.2.6μόνον νομίζοντες εἶναι ταύτην ἀνδρὸς τελείου βάσανον τὸ τὰς ὁλοσχερεῖς μεταβολὰς τῆς τύχης μεγαλοψύχως δύνασθαι καὶ γενναίως ὑποφέρειν, τὸν αὐτὸν τρόπον χρὴ θεωρεῖν καὶ πολιτείαν.
因为正如那些对卑劣或杰出之人进行个人评判的人,当他们真正打算进行检验时,并非根据其生活中平淡无奇的安逸来进行考察,而是根据逆境中的变故和顺境中的成功,并且认为这——即能够宽宏且高尚地承受命运的彻底转变——才是对完人的唯一考验;以同样的方式,我们也必须这样考察国制。
§6.2.7διόπερ οὐχ ὁρῶν ποίαν ἄν τις ὀξυτέραν ἢ μείζονα λάβοι μεταβολὴν τῶν καθʼ ἡμᾶς τῆς γε Ῥωμαίοις συμβάσης, εἰς τοῦτον ἀπεθέμην τὸν καιρὸν τὸν ὑπὲρ τῶν προειρημένων ἀπολογισμόν· γνοίη δʼ ἄν τις τὸ μέγεθος τῆς μεταβολῆς ἐκ τούτων.
因此,鉴于在我们这个时代的变故中,我找不到比发生在罗马人身上的变故更急剧、更重大的了,我才将上述关于国制的说明推迟到了这个时期;人们也可以从这些事情中了解这一转变的宏大程度。
ζήτει ἐν τῷ περὶ στρατηγίας. [εχξ. ϝατ. π. 369 μαι. 24, 4 ηεψς. ]
(参见关于将领职权的文章。
§6.2.8ὅτι τὸ ψυχαγωγοῦν ἅμα καὶ τὴν ὠφέλειαν ἐπιφέρον τοῖς φιλομαθοῦσι τοῦτʼ ἔστιν ἡ τῶν αἰτιῶν θεωρία καὶ τοῦ βελτίονος ἐν ἑκάστοις αἵρεσις.
) ¦εχξ. ϝατ. π. 369 μαι. 24, 4 ηεψς.¦ 能够让好学者感到愉悦同时又带来益处的,正是对原因的考量以及对每种情况下更优者的选择。
§6.2.9μεγίστην δʼ αἰτίαν ἡγητέον ἐν ἅπαντι πράγματι καὶ πρὸς ἐπιτυχίαν καὶ τοὐναντίον τὴν τῆς πολιτείας σύστασιν·
我们必须认为,在一切事物中,不论是对于成功还是其反面,国制的建构都是最大的原因。
§6.2.10ἐκ γὰρ ταύτης ᾗπερ ἐκ πηγῆς οὐ μόνον ἀναφέρεσθαι συμβαίνει πάσας τὰς ἐπινοίας καὶ τὰς ἐπιβολὰς τῶν ἔργων, ἀλλὰ καὶ συντέλειαν λαμβάνειν. [εχξ. ϝατ. π. 370 μ. 24, 30 η. ]
因为不仅所有的意图和行动计划都如源泉般从中涌出,而且也是由此得以完成。
§6.2.11τὸ γὰρ ἀδύνατον ἐν τῷ ψεύδει μόνον οὐδʼ ἀπολογίαν ἐπιδέχεται τοῖς ἁμαρτάνουσιν.
¦εχξ. ϝατ. π. 370 μ. 24, 30 η.¦ 因为虚假中的不可能,甚至无法为犯错者提供任何辩解。
[ξοδ. υρβιν. μαργο φολ. 61]
¦ξοδ. υρβιν. μαργο φολ. 61¦