Humanitext Reader

波利比奥斯 · 历史 §6.25.1-6.25.11

罗马骑兵的编制与希腊式武备的采纳

第 502 段,共 1311 段 · 希腊语

内容简介

本节介绍了罗马骑兵的编制,并详细阐述了他们如何将传统的劣质装备(缺乏胸甲、易碎的长矛和不稳定的皮盾)改良为更实用的希腊式武器。

§6.25.1παραπλησίως δὲ καὶ τοὺς ἱππεῖς εἰς ἴλας δέκα διεῖλον, ἐξ ἑκάστης δὲ τρεῖς προκρίνουσιν ἰλάρχας, οὗτοι δʼ αὐτοὶ τρεῖς προσέλαβον οὐραγούς.
同样地,他们也将骑兵分为十个中队,并从每个中队中选出三名骑兵队长,而这些队长自己又选出三名后卫官。
§6.25.2ὁ μὲν οὖν πρῶτος αἱρεθεὶς ἰλάρχης ἡγεῖται τῆς ἴλης, οἱ δὲ δύο δεκαδάρχων ἔχουσι τάξιν, καλοῦνται δὲ πάντες δεκουρίωνες.
因此,最先选出的骑兵队长率领该中队,另外两人则拥有十人队长的军衔,且所有人都被称为十人长。
μὴ παρόντος δὲ τοῦ πρώτου πάλιν ὁ δεύτερος ἰλάρχου λαμβάνει τάξιν.
但若第一人不在,则由第二人接替骑兵队长的职务。
§6.25.3ὁ δὲ καθοπλισμὸς τῶν ἱππέων νῦν μέν ἐστι παραπλήσιος τῷ τῶν Ἑλλήνων· τὸ δὲ παλαιὸν πρῶτον θώρακας οὐκ εἶχον, §6.25.4ἀλλʼ ἐν περιζώμασιν ἐκινδύνευον, ἐξ οὗ πρὸς μὲν τὸ καταβαίνειν καὶ ταχέως ἀναπηδᾶν ἐπὶ τοὺς ἵππους ἑτοίμως διέκειντο καὶ πρακτικῶς, πρὸς δὲ τὰς συμπλοκὰς ἐπισφαλῶς εἶχον διὰ τὸ γυμνοὶ κινδυνεύειν.
如今,骑兵的装备与希腊人的非常相似;但在过去,首先,他们没有胸甲,而是只穿着腰布参战,因此,尽管他们对于下马和快速跃上马背显得非常便利和敏捷,但对于近距离交战,由于他们几乎赤身参战,因而处于危险的境地。
§6.25.5τὰ δὲ δόρατα κατὰ δύο τρόπους ἄπρακτʼ ἦν αὐτοῖς, καθʼ ἃ μὲν ᾗ λεπτὰ καὶ κλαδαρὰ ποιοῦντες οὔτε τοῦ προτεθέντος ἠδύναντο σκοποῦ στοχάζεσθαι, πρὸ τοῦ τε τὴν ἐπιδορατίδα πρός τι προσερεῖσαι, κραδαινόμενα διʼ αὐτῆς τῆς τῶν ἵππων κινήσεως τὰ πλεῖστα συνετρίβετο· §6.25.6πρὸς δὲ τούτοις ἄνευ σαυρωτήρων κατασκευάζοντες μιᾷ τῇ πρώτῃ διὰ τῆς ἐπιδορατίδος ἐχρῶντο πληγῇ, μετὰ δὲ ταῦτα κλασθέντων λοιπὸν ἦν ἄπρακτʼ αὐτοῖς καὶ μάταια.
此外,他们的长矛在两方面毫无用处:其一,由于他们将长矛制造得既细又脆,因此无法瞄准眼前的目标,而且在矛尖触及任何东西之前,大多数长矛就因马谱本身的运动发生剧烈震颤而折断;此外,由于制造时没有安装枪托,他们只能使用矛尖进行第一次打击,在此之后一旦折断,长矛便变得毫无用处、毫无价值。
τόν γε μὴν θυρεὸν εἶχον ἐκ βοείου δέρματος, §6.25.7τοῖς ὀμφαλωτοῖς ποπάνοις παραπλήσιον τοῖς ἐπὶ τὰς θυσίας ἐπιτιθεμένοις· οἷς οὔτε πρὸς τὰς ἐπιβολὰς ἦν χρῆσθαι διὰ τὸ μὴ στάσιν ἔχειν, ὑπό τε τῶν ὄμβρων ἀποδερματούμενοι καὶ μυδῶντες δύσχρηστοι καὶ πρότερον ἦσαν καὶ νῦν ἔτι γίνονται παντελῶς. διόπερ ἀδοκίμου τῆς χρείας οὔσης,
再者,他们使用的盾牌是由牛皮制成的,类似于祭祀时使用的带有圆毂的圆形祭饼;由于这种盾牌没有稳定性,因此无法用于抵御进攻,而且因为雨水的淋湿导致皮革脱落和腐烂,过去极难使用,现在更是变得完全无用。
§6.25.8ταχέως μετέλαβον τὴν Ἑλληνικὴν κατασκευὴν τῶν ὅπλων, §6.25.9ἐν ᾗ τῶν μὲν δοράτων τὴν πρώτην εὐθέως τῆς ἐπιδορατίδος πληγὴν εὔστοχον ἅμα καὶ πρακτικὴν γίνεσθαι συμβαίνει, διὰ τὴν κατασκευὴν ἀτρεμοῦς καὶ στασίμου τοῦ δόρατος ὑπάρχοντος, ὁμοίως δὲ καὶ τὴν ἐκ μεταλήψεως τοῦ σαυρωτῆρος χρείαν μόνιμον καὶ βίαιον.
因此,由于这种装备不合用,他们迅速改用了希腊式的武器装备,在这种装备中,由于长矛制造得既稳定又坚固,因此矛尖的第一击往往既准确又有效,同样,倒转过来使用枪托也同样可靠而有力。
§6.25.10ὁ δʼ αὐτὸς λόγος καὶ περὶ τῶν θυρεῶν· καὶ γὰρ πρὸς τὰς ἐπιβολὰς καὶ πρὸς τὰς ἐπιθέσεις ἑστηκυῖαν καὶ τεταγμένην ἔχουσι τὴν χρείαν.
关于盾牌也是同样的道理;因为无论是在抵御还是在进攻中,它们都有着稳定且有序的用途。
§6.25.11ἃ συνιδόντες ἐμιμήσαντο ταχέως· ἀγαθοὶ γάρ, εἰ καί τινες ἕτεροι, μεταλαβεῖν ἔθη καὶ ζηλῶσαι τὸ βέλτιον καὶ Ῥωμαῖοι.
罗马人看出了这一点,便迅速加以模仿;因为罗马人比任何人都更擅长采纳新习俗并效仿更优秀的事物。

词汇与语法注释

  1. 6.25.4ἐξ οὗ — 表示结果或原因的关系代词结构,意为“因此”、“结果”。
  2. 6.25.5πρὸ τοῦ τε τὴν ἐπιδορατίδα πρός τι προσερεῖσαι — 介词 πρό 与属格冠词 τοῦ 结合起连接词作用,后接不定式 προσερεῖσαι 表示“在……之前”。τὴν ἐπιδορατίδα 是该不定式的主语。
  3. 6.25.7οἷς οὔτε πρὸς τὰς ἐπιβολὰς ἦν χρῆσθαι — 与格关系代词 οἷς 由不定式 χρῆσθαι 支配。无人称动词 ἦν 结合不定式,表示可能性(“可以/能够使用它们”)。
  4. 6.25.11εἰ καί τινες ἕτεροι — 表示强调对比的惯用句,意为“(如果说还有别人的话)比任何人都更……”、“尤其是”,在句中作为无主动词的插入句发挥作用。

引用这一段

波利比奥斯, 历史 §6.25.1-6.25.11. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:6.25.1-6.25.11

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。