Humanitext Reader

波利比奥斯 · 历史 §6.24.1-6.24.9

百人队长的选任与中队编制及指挥官资质

第 501 段,共 1311 段 · 希腊语

内容简介

本节介绍了罗马军团中百人队长、后卫官和旗手的选任与分配方式,阐明了每个中队设立双指挥官的合理性,以及百人队长所应具备的重要品质。

§6.24.1ἐξ ἑκάστου δὲ τῶν προειρημένων γενῶν πλὴν τῶν νεωτάτων ἐξέλεξαν ταξιάρχους ἀριστίνδην δέκα.
从上述除最年轻者以外的每一个年龄组中,他们按才德选出十名百人队长。
μετὰ δὲ τούτους ἑτέραν ἐκλογὴν ἄλλων δέκα ποιοῦνται.
在此之后,他们又进行了另外十名的第二次选拔。
§6.24.2καὶ τούτους μὲν ἅπαντας προσηγόρευσαν ταξιάρχους, ὧν ὁ πρῶτος αἱρεθεὶς καὶ συνεδρίου κοινωνεῖ· προσεκλέγονται δʼ οὗτοι πάλιν αὐτοὶ τοὺς ἴσους οὐραγούς.
他们将所有这些人称为百人队长,其中最先被选出的人也参与军事会议;而这些人自己又各自选出同等数量的后卫官。
§6.24.3ἑξῆς δὲ τούτοις μετὰ τῶν ταξιάρχων διεῖλον τὰς ἡλικίας, ἑκάστην εἰς δέκα μέρη, πλὴν τῶν γροσφομάχων· καὶ προσένειμαν ἑκάστῳ μέρει τῶν ἐκλεχθέντων ἀνδρῶν δύʼ ἡγεμόνας καὶ δύʼ οὐραγούς.
接着,他们与百人队长一起,将除轻装兵以外的各个年龄组各分为十个部分,并从选出的人员中,给每个部分分配两名指挥官和两名后卫官。
§6.24.4τῶν δὲ γροσφομάχων τοὺς ἐπιβάλλοντας κατὰ τὸ πλῆθος ἴσους ἐπὶ πάντα τὰ μέρη διένειμαν.
至于轻装兵,他们按其总人数的比例,将对应的人数等额地分配到所有的部分之中。
§6.24.5καὶ τὸ μὲν μέρος ἕκαστον ἐκάλεσαν καὶ τάγμα καὶ σπεῖραν καὶ σημαίαν, τοὺς δʼ ἡγεμόνας κεντυρίωνας καὶ ταξιάρχους.
他们将每一个部分称为“大队”、“中队”或“旗队”,而将指挥官称为“百人队长”或“中队长”。
§6.24.6οὗτοι δὲ καθʼ ἑκάστην σπεῖραν ἐκ τῶν καταλειπομένων ἐξέλεξαν αὐτοὶ δύο τοὺς ἀκμαιοτάτους καὶ γενναιοτάτους ἄνδρας σημαιαφόρους.
而这些指挥官自己又在每个中队里,从剩余的人当中选出两名最强壮、最勇敢的人担任旗手。
§6.24.7δύο δὲ καθʼ ἕκαστον τάγμα ποιοῦσιν ἡγεμόνας εἰκότως· ἀδήλου γὰρ ὄντος καὶ τοῦ ποιῆσαι καὶ τοῦ παθεῖν τι τὸν ἡγεμόνα, τῆς πολεμικῆς χρείας οὐκ ἐπιδεχομένης πρόφασιν, οὐδέποτε βούλονται τὴν σπεῖραν χωρὶς ἡγεμόνος εἶναι καὶ προστάτου.
他们在每个大队设立两名指挥官是有道理的;因为指挥官会做出何种行动,或会遭遇何种不测,皆是无法预测的,而军事需要不容许任何借口,所以他们绝不希望中队在任何时候失去指挥官和领导者。
§6.24.8παρόντων μὲν οὖν ἀμφοτέρων ὁ μὲν πρῶτος αἱρεθεὶς ἡγεῖται τοῦ δεξιοῦ μέρους τῆς σπείρας, ὁ δὲ δεύτερος τῶν εὐωνύμων ἀνδρῶν τῆς σημαίας ἔχει τὴν ἡγεμονίαν· μὴ παρόντων δʼ ὁ καταλειπόμενος ἡγεῖται πάντων.
因此,当两人都在场时,首位选出的人率领中队的右翼部分,第二位选出的人则负责指挥旗队的左翼士兵;但若有一人不在,留下来的人便率领全体。
§6.24.9βούλονται δʼ εἶναι τοὺς ταξιάρχους οὐχ οὕτως θρασεῖς καὶ φιλοκινδύνους ὡς ἡγεμονικοὺς καὶ στασίμους καὶ βαθεῖς μᾶλλον ταῖς ψυχαῖς, οὐδʼ ἐξ ἀκεραίου προσπίπτειν ἢ κατάρχεσθαι τῆς μάχης, ἐπικρατουμένους δὲ καὶ πιεζομένους ὑπομένειν καὶ ἀποθνήσκειν ὑπὲρ τῆς χώρας.
他们还希望百人队长不是那种鲁莽、好冒险的人,而是具有领导才能、沉着冷静、且内心深沉的人,既不盲目发起冲击或挑起战斗,又能在遭受压制和逼迫时,坚守岗位并为祖国献身。

词汇与语法注释

  1. §6.24.7ἀδήλου γὰρ ὄντος καὶ τοῦ ποιῆσαι καὶ τοῦ παθεῖν τι τὸν ἡγεμόνα — 这是一个非常复杂的嵌套结构,其中无人称中性单数属格分词构成的属格绝对句 `ἀδήλου ὄντος`(意为“由于……是不确定的”)内部,包含着带冠词的不定式短语 `τοῦ ποιῆσαι καὶ τοῦ παθεῖν` 作为其逻辑主语,而这两个不定式又支配着宾格的 `τὸν ἡγεμόνα`(指挥官)作为它们的逻辑主语。此句用以表达指挥官在战场上建立战功(能动地“做”)或遭遇不测(受动地“受”)的不可预测性。
  2. §6.24.9βούλονται δʼ εἶναι τοὺς ταξιάρχους οὐχ οὕτως θρασεῖς ... ὡς ἡγεμονικοὺς — 动词 `βούλονται` 支配着一个“宾格加不定式”结构(逻辑主语为 `τοὺς ταξιάρχους`,不定式为 `εἶναι`)。同时配合相关联的 `οὐχ οὕτως... ὡς...`(与其说是……不如说是……)结构,对比了不被看好的鲁莽品质(`θρασεῖς`)和真正被看重的领导才能(`ἡγεμονικοὺς`)。

引用这一段

波利比奥斯, 历史 §6.24.1-6.24.9. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:6.24.1-6.24.9

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。